Ἔστω δεκάγωνον ἰσόπλευρον καὶ ἰσογώνιον, οὗ ἑκάστη πλευρὰ πόδες ι· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. 13a. Geom. 102, 6. — 14a. Geom. 102, 7. — 15a. Geom. 102, 8. 8 ὀκταγώνου] διακονίου A. 10 Lacunam statui. 12 ὀκτα- γώνου] τριγώνου A. 13 θέλεις A. 14 ἔχει A. ποιῶ οὕτως· τὰ ι ἐφʼ ἑαυτά, γίνεται ρ· ταῦτα ἐπὶ τὰ ιε, γίνεται αφ· ὧν τὸ U+2220΄, γίνεται ψν· τοσοῦτον ἔσται τὸ ἐμβαδὸν τοῦ δεκαγώνου, πόδες ψν. Ἄλλως δὲ πάλιν τὰ ι ἐφʼ ἑαυτά, γίνεται ρ· ταῦτα b ἐπὶ τὰ λη, γίνονται γω· τούτων ἀεὶ τὸ εʹ, γίνεται ψξ· αὕτη ἡ μέθοδος ἀκριβῶς ἔχει, ἡ δὲ διάμετρος τοῦ c κύκλου τοῦ περιεχομένου τῷ δεκαγώνῳ ἐστὶ πόδες κε . Ἔστω ἑνδεκάγωνον ἰσόπλευρον καὶ ἰσογώνιον, οὗ ἑκάστη πλευρὰ ι· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· τὰ ι ἐφʼ ἑαυτά, γίνονται ρ· ταῦτα ἐπὶ τὰ ξϚ, γίνονται Ϛχ· ὧν ἕβδομον, ??μγ· ἔστω τὸ ἐμβαδὸν τοσοῦτον. Ἔστω δωδεκάγωνον ἰσόπλευρον καὶ ἰσογώνιον, οὗ ἑκάστη πλευρὰ ι· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· τὰ ἐφʼ ἑαυτά, γίνονται ρ· ταῦτα ἐπὶ τὰ με, γίνονται δφ· ὧν τὸ δʹ, γίνονται αρκε· τοσοῦτον ἔσται τὸ ἐμβαδόν. Ἐὰν θέλῃς ἀπὸ διαμέτρου κύκλου εὑρεῖν πλευρὰν ὀκταγωνικήν, ποίει οὕτως· τὴν διάμετρον πεντάκις οὖσαν ιβ, γίνονται ξ· ἄρτι μερίζω· ὧν τὸ ιβʹ, γίνονται ε· τοσοῦτόν ἐστιν ἡ πλευρὰ τοῦ ὀκταγώνου, ἡ δὲ διάμετρος ιβ.