Ἀκούσας δὲ ὅτι οὐ βούλεται ἐξελθεῖν ἀπὸ τοῦ κοιτῶνος, εἰσελθὼν εἶπεν αὐτῇ· Τίνος ἕνεκεν οὐ βούλει συνδειπνῆσαί μοι, τάχα δὲ οὐδὲ συγκαθευδῆσαι κατὰ τὸ εἰωθός; καὶ περὶ τούτου μείζονα τὴν ὑποψίαν ἔχω· ἥκουσα γὰρ ὅτε ὁ μάγος ἐκεῖνος καὶ πλάνος τοῦτο διδάσκει, ἵνα μή τις συνοκήσῃ γυναικὶ ἰδίᾳ, καὶ ὃ ἡ φύσις ἀπαιτεῖν οἶδεν καὶ ἡ θεότης ἐνομοθέτησεν αὐτὸς ἀνατρέπει. Ταῦτα εἰπόντος τοῦ Χαρισίου ἡ Μυγδονία ἡσύχαζεν. λέγει πάλιν πρὸς αὐτὴν· Κυρία μου καὶ σύμβιέ μου Μυγδονία μὴ πλανῶ λόγοις ἀπατηλοῖς καὶ ματαίοις, μηδὲ τοῖς ἔργοις τῆς μαγείας οἷς ἥκουσα τοῦτον διαπραττόμενον εἰς ὄνομα πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος· οὐ γὰρ ἠκούσθη ποτὲ ἐν τῷ κόσμῳ τούτῳ ὅτι νεκρόν τις ἤγειρεν· ὡς δὲ ἀκούω τὰ περὶ τούτου φημιζόμενα ὅτι νεκροὺς ἐγείρει. καὶ ὅτι οὐδὲ ἐσθίει οὔτε πίνει, μὴ οὖν νομίσῃς ὅτι διὰ δικαιοσύνην οὔτε ἐσθίει οὔτε πίνει· τοῦτο δὲ ποιεῖ διὰ τὸ μηδὲν κεκτῆσθαι αὐτόν· τί γὰρ ἂν ποιήσειεν ὃς οὐδὲ τὸν ἡμερήσιον ἄρτον ἔχει; καὶ ἓν ἔνδυμα ἔχει διὰ τὸ πένητα εἶναι αὐτόν· τὸ δὲ μὴ λαμβάνειν παρά τινός τι συγγινώσκωνἑαυτὸν τοῦ θεραπεύειν. Ταῦτα δὲ τοῦ Χαρισίου εἰπόντος ἡ Μυγδονία ὥσπερ πέτρα τις ἡσύχαζεν· ηὔχετο δὲ πότε διαφαύσει, ἵνα ἀπέλθῃ πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ· ἀναχωρεῖ δὲ ἀπ᾽ αὐτῆς, καὶ ἀπέρχεται ἐπὶ τὸ δεῖπνον ἀθυμῶν· ἐμερίμνα γὰρ κατὰ τὸ ἔθος συγκαθευδῆσαι αὐτῇ. ἐξελθόντος δὲ ἐκείνου κλίνασα τὰ γόνατα ηὔχετο λέγουσα· Κύριε θεὲ δέσποτα, πατὴρ ἐλεήμων, σωτὴρ Χριστέ, σὺ δός μοι δύναμιν ἵνα νικήσω τὴν ἀναίδειαν Χαρισίου, καὶ παράσχου μοι φυλάξαι τὴν ἁγιωσύνην εἰς ἣν σὺ χαίρεις, ἵνα κἀγὼ δι᾽ αὐτῆς εὕρω ζωὴν αἰώνιον Ταῦτα δὲ εὐξαμένης αὐτῆς ἔθηκεν ἑαυτὴν ἐπὶ τὴν κλίνην σκεπασθεῖσα. Ὁ δὲ Χαρίσιος δειπνήσας ἐπέστη αὐτῇ· αὐτὴ δὲ ἐβόα λέγουσα· Οὐκ ἔχεις λοιπὸν χώραν πρὸς ἐμέ· ὁ γὰρ κύριός μου Ἰησοῦς κρείττων σοὺ ἐστιν ὁ σὺν ἐμοὶ ὢν καὶ ἐν ἐμοὶ ἀναπαυόμενος. Ὃ δὲ γελάσας εἶπεν· Καλῶς χλευάζεις ταῦτα λέγουσα περὶ ἐκείνου τοιῦ φαρμακοῦ, καὶ καλῶς αὐτοῦ καταγελᾷς λέγοντος ὅτι Ζωὴν οὐκ ἔχετε παρὰ τῷ θεῷ ἐὰν μὴ ἁγνίσητε αὐτούς. Ταῦτα εἰπόντος αὐτοῦ ἐπεχείρει πρὸς αὐτὴν καθευδῆσαι· ἣ δὲ μὴ ὑπομένουσα ἀλλὰ πικρῶς κραυγάζουσα ἔλεγε· Ἐπικαλοῦμαί σε κύριε Ἰησοῦ, μὴ ἐγκαταλίπῃς με· πρὸς σὲ γὰρ τὴν καταφυγὴν ἐποιησάμην· ὡς γὰρ ἀνέμαθον ὅτι σὺ εἶ ὁ ἐπιζητῶν τοὺς ἐν ἀγνοίᾳ ἐπειλημμένους καὶ ῥυόμενος τοὺς ἐν τῇ πλάνῃ κατεχομένους· νυνὶ δὲ ἐγὼ σοῦ δέομαι οὗ τὴν φήμηνἤκουσα καὶ ἐπίστευσα, σὺ ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ ῥῦσαί με ἀπὸ τῆς ἀναισχυντίας Χαρισίου, ὥστε μὴ κατεξουσιάσῃ μου ἡ τούτου μιαρότης. Καὶ τύψασα ἑαυτῆς τὰς χεῖρας ἔφυγεν ἀπ᾽ αὐτοῦ γυμνή· καὶ ἐξιοῦσα κατέσπασεν τὸ βῆλον τοῦ κοιτῶνος, καὶ τοῦτο περιβαλομένη ἀπῄει πρὸς τὴν ἑαυτῆς τροφόν, κἀκεῖ παρ᾽ αὐτῇ ὕπνωσεν. Ὁ δὲ Χαρίσιος δι᾽ ὅλης τῆς νυκτὸς ἐν ἀθυμίᾳ ὑπῆρχεν, τὰς χεῖρας αὐτοῦ πατάσσων κατὰ τῆς ὄψεως· ἐβούλετο δὲ αὐτῇ τῇ ὥρᾳ ἀπελθεῖν καὶ ἀνενέγκαι τῷ βασιλεῖ περὶ τῆς βίας τῆς περιστάσης αὐτῷ· ἐνεθυμεῖτο δὲ ἐν ἑαυτῷ λέγων· Ἐὰν ἡ πολλὴ ἀθυμία ἡ περὶ ἐμὲ οὖσα ἀναγκάσῃ με ἀπελθεῖν ἄρτι πρὸς τὸν βασιλέα, τίς εἰσφέρει με εἰς αὐτόν; ἐγὼ γὰρ ἐπίσταμαι ὅτι ἡ ἐμὴ κακηγορία κατέστρεψέν με τῆς ὑψαυχενίας μου καὶ τῆς ἀλαζονείας καὶ τῆς μεγαλωσύνης καὶ εἰς ταύτην με τὴν σμικρότητα κατέβαλεν καὶ τὴν ἀδελφήν μου Μυγδονίαν ἀπεχώρισεν ἀπ᾽ ἐμοῦ, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς πρὸ ἀπεχώρισεν ἀπ᾽ ἐμοῦ, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς πρὸ τῶν θυρῶν εἰστήκει τῇ ὥρᾳ ταύτῃ, οὐκ ἂν ἐξελθὼν ἀπόκρισιν αὐτῷ ἔδωκα. ἀλλ᾽ ἀναμείνω ἕως ὅτε διαφαύσει· οἶδα δὲ ὅτι εἴ τι ἂν αἰτήσω τὸν βασιλέα παρέχει μοι. ἐρῶ δὲ περὶ τῆς μανίας τοῦ ξένου ἐκείνου, ἥτις τυραννίδι χρησάμενος καταβάλλει τοὺς μεγάλους καὶ ἐπισήμους εἰς βάθος. οὐ γὰρ τοῦτό με λυπεῖ ὅτι ἐστερήθην τῆς κοινωνίας αὐτῆς, ἀλλὰ περὶ αὐτῆς λυποῦμαι, ὅτι ἡ παμμεγέθης ψυχὴ αὐτῆς ἠλαττώθη. γυνὴ εὐσχήμων οὖσα, ἣν οὐδείς ποτε τῶν οἰκείων κατέγνω, γυμνὴ ἔφυγεν ἀπὸ τοῦ ἰδίου κοιτῶνος ἔξω τρέχουσα· καὶ οὐκ οἶδα ποῦ ἀνεχώρησεν· καὶ τάχα ἐμμανὴς γενομένη ὑπὸ τοῦ φαρμακοῦ ἐκείνου μανεῖσα εἰς τὴν ἀγορὰν ἐξῆλθεν ζητοῦσα ἐκεῖνον· οὔτε γάρ τι ἐράσμιον αὐτῇ φαίνεται ἀλλ᾽ ἐκεῖνος καὶ τὰ ὑπ᾽ αὐτοῦ λεχθέντα. Καὶ ταῦτα εἴπων ἤρξατο ὀδυρόμενος λέγειν· Οὐαί μοι σύμβιε, ἔπειτα καὶ σοί· ἐστερήθην γάρ σου τάχιον. οὐαί μοι προσφιλεστάτη· παντος γὰρ τοῦ γένους μου βελτίων ὑπάρτον χεις· οὔτε υἱὸν οὔτε θυγατέρα ἐκ σοῦ ἔσχον ἵνα ἐπ᾽ αὐτοῖς ἐπαναπαύσωμαι· οὐδὲ πλήρης ἐνιαυτὸν συνῴκησάς μοι, βάσκανος δὲ ὀφθαλμὸς ἀφήρπασέν σε ἀπ᾽ ἐμοῦ· ὡς εἴθε ἡ τοῦ θανάτου βία εἰλήφει ἄν σε, καὶ κατεψηφισάμην βασιλεῦσιν καὶ ἐξάρχοις· ἀλλὰ ὑπὸ ξένου παθεῖν με τοιοῦτον· καὶ τάχα δοῦλος ὢν ἀπέδρα τῷ ἐμῷ κακῷ καὶ τῆς ψυχῆς μουτῆς κακίστης. μὴ γένοιτο δέ μοι ἐμπόδιον ἕως ἂν τοῦτον ἀπολέσω καὶ ἐκδικήσω τὴν νύκτα ταύτην· καὶ μηδὲ εὐάρεστος γένωμαι ἔμπροσθεν Μισδαίου τοῦ βασιλέως ἂν μὴ τὴν ἐκδίκησιν ποιήσῃ μοι διὰ τῆς τοῦ ξένου κεφαλῆς καὶ περὶ Σιφόρου τοῦ στρατηλάτου, ὃς καὶ πρόφασις γέγονεν. διὰ γὰρ τούτου ἐνθάδε ὤφθη, καὶ παρ᾽ αὐτῷ κατάγεται· καὶ πολλοί εἰσιν οἱ εἰσιόντες καὶ ἐξιόντες, οὓς διδάσκει νέαν διδαχήν, τοῦτο λέγων, ὅτι οὐδεὶς δύναται ζῆσαι ἐὰν μή τις ἀπαλλαγῇ πάντων τῶν ὑπαρχόντων καὶ γένηται ἀποτεταγμένος ὥσπερ καὶ αὐτός· καὶ σπουδάζει πολλοὺς κοινωνοὺς ἑαυτῷ ποιῆσαι.