Ταῦτα ἀκούσας ἀπελθὼν εἰς ἄλλην κλίνην ἐκοιμήθη· ἐγερθεὶς δὲ ἐκ τοῦ ὕπνου εἶπεν· Κυρία μου Μυγδονία ἄκουσον τοῦ ὀνείρου τοῦ ὀφθέντος μοι. εἶδον ἐμαυτὸν ἀνακεκλιμένον ἐγγὺς Μισδαίου τοῦ βασιλέως, καὶ παρέκειτο ἡμῖν πανδέκτης· καὶ εἶδον ἀετὸν κατελθόντα ἀπ᾽ οὐρανοῦ καὶ ἁρπάσαντα ἀπ᾽ ἔμπροσθεν ἐμοῦ τε καὶ τοῦ βασιλέως δύο πέρδικας, οὓς εἰσήνεγκεν εἰς τὴν ἑαυτοῦ καρδίαν· καὶ πάλιν ἐπέστη ἡμῖν περιιπτάμενος ἐπάνω ἡμῶν· ὁ δὲ βασιλεὺς παρεκελεύσατο τόξον αὐτῷ ἀφεθῆναι· ὁ δὲ ἀετὸς πάλιν ἥρπαξεν ἀπ᾽ ἔμπροσθεν ἡμῶν περιστερὰν καὶ τρυγόνα. ὁ δὲ βασιλεὺς ἐξέπεμψεν κατ αὐτοῦ βέλος· καὶ διῆλθεν αὐτοῦ ἀπὸ πλευρᾶς εἰς πλευράν, καὶ οὐκ ἠδίκησεν αὐτόν· ὃ δὲ μηδὲν ἀδικηθεὶς ὑψοῦτο εἰς τὴν ἰδίαν καλιάν. καὶ διυπνισθεὶς ἐγὼ ἔμφοβός εἰμι καὶ περίλυπος, διότι γευσάμενος ἤμην τοῦ πέρδικος, καὶ οὐ συνεχωρησέν μοι ἔτι προσαγαγεῖν τῷ στόματί μου. Ἡ δὲ Μυγδονία ἔφη πρὸς αὐτόν· Ὁ ὄνειρός σου καλός ἐστιν· σὺ γὰρ καθ᾽ ἡμέραν πέρδικας ἐσθίεις, ὁ δὲ ἀετὸς οὗτος οὐκ ἦν γευσάμενος πέρδικος ἕως τοῦ νῦν. Ὄρθρου δὲ γενομένου ἀπελθὼν ὁ Χαρίσιος ἐνεδύσατο, καὶ τὸ ἀριστερὸν ὑπόδημα εἰς τὸν δεξιὸν πόδα ὑπεδήσατο. καὶ ἐπισχὼν εἶπεν πρὸς τὴν Μυγδονίαν· Τί ἄρα ἐστὶν τοῦτον τὸ πρᾶγμα; ἰδοὺ γὰρ ὁ ὄνειρος καὶ ἡ τούτου πρᾶξις. Ἡ δὲ Μυγδονία πρὸς αὐτὸν ἔφη· Καὶ τοῦτο αὐτὸ οὐκ ἐστὶν φαῦλον, ἀλλὰ κάλλιστόν μοι δοκεῖ· ἀπὸ γὰρ φαύλου πράγματος εἰς τὸ κρεῖττον γενήσεται. Ὃ δὲ νιψάμενος τὰς χεῖρας εἰς ἀσπασμὸν Μισδαίου τοῦ βασιλέως ἀπῄει. Ὁμοίως δὲ καὶ ἡ Μυγδονία ὀρθρίσασα ἀπῄει εἰς ἀσπασμὸν Ἰούδα Θωμᾶ τοῦ ἀποστόλου. κατέλαβεν δὲ αὐτὸν ὁμιλοῦντα μετὰ τοῦ στρατηλάτου καὶ τοῦ παντὸς ὄχλου· καὶ παρῄνει αὐτοῖς λέγων περὶ τῆς γυναικὸς τῆς δεξαμένης τὸν κύριον ἐν τῇ αὐτῆς ψυχῇ, τίνος εἴη σύνοικος. τοῦ ἀρχιστρατηλάτου εἰπόντος ὅτι Γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς Μισδαίου τοῦ βασιλέως, Καὶ ὅτι Ἐστὶν ἀνὴρ ἀπόσκληρος καὶ πᾶν ὅ τι τῷ βασιλεῖ εἴπῃ τούτῳ πείθεται, Καὶ ὅτι Οὐ συγχωρεῖ αὐτὴν παραμεῖναι τῇ γνώμῃ ταύτῃ ᾗ ὡμολόγησεν· καὶ γὰρ πολλάκις ἐπὶ τοῦ βασιλέως ἐνεγκωμίασεν αὐτήν, λέγων μὴ εἶναι ἄλλην τοιαύτην εἰς ἀγάπην. πάντα οὖν ὅσα ἂν διαλεχθῇς αὐτῇ ξένα αὐτῆς τυγχάνει. Εἶπεν δὲ ὁ ἀπόστολος· Εἰ ἀληθῶς καὶ βεβαίως ἀνέτειλεν ὁ κύριος εἰς τὴν ταύτης ψυχήν, καὶ προσεδέξατο τὸν καταβληθέντα σπόρον, οὔτε τῆς προσκαίρου ζωῆς φροντίδα ποιήσεται οὔτε τὸν θάνατον φοβηθήσεται, ούτε Χαρίσιός τι ταύτην καταβλάψαι δυνήσηται· μείζων γάρ ἐστιν ἐκεῖνος ὃν ὑπεδέξατο εἰς τὴν ἰδίαν ψυχήν, εἰ ἀληθῶς αὐτὸν ὑπεδέξατο. Ταῦτα δὲ ἀκούσασα Μυγδονία εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς κύριέ μου ἐδεξάμην τῶν σῶν λόγων τὸν σπόρον, καὶ καρποὺς ἐοικότας τοῦ τοιούτου σπόρου ἀποκυήσω. Λέγει ὁ ἀπόστολος· Ἐξομολογοῦνταί σοι κύριε καὶ εὐχαριστοῦσιν αἱ ψυχαί· γὰρ αὗται σοὶ ὑπάρχουσιν· εὐχαριστοῦσίν σοι τὰ σώματα ἃ κατηξίωσας γενέσθαι οἰκητήρια τῆς δωρεᾶς σου τῆς ἐπουρανίου. Εἶπτεν δὲ καὶ πᾶσιν τοῖς παρεστῶσιν· Μακάριοι οἱ ἅγιοι ὧν αἱ ψυχαὶ οὐδέποτε ἑαυτῶν κατέγνωσαν· ταύτα γὰρ κτησάμενοι οὐ διαιροῦνται καθ᾽ ἑαυτῶν· μακάρια τὰ πνεύματα τῶν ἁγίων τὰ καὶ ὁλόκληρον τὸν ἐπουράνιον δεξάμενα στέφανον ἀπὸ τοῦ προσταχθέντος αὐτοῖς αἰῶνος· μακάρια τὰ σώματα τῶν ἀγίων, ὅτι κατηξιώθησαν ναοὶ θεοῦ γενέσθαι, ἵνα Χριστὸς ἐνοικήσῃ ἐν αὐτοῖς· μακάριοί ἐστε ὅτι ἐξουσίαν ἔχετε ἀφιέναι ἁμαρτίας· μακάριοί ἐστε ἐὰν τὸ παραδοθὲν ὑμῖν μὴ ἀπολέσητε ἀλλὰ χαίροντες καὶ ἀπιόντες συναναφέρητε ἑαυτοῖς τοῦτο. μακάριοί ἐστε οἱ ἅγιοι, ὅτι ὑμῖν δέδοται αἰτῆσαι καὶ λαβεῖν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμᾶς κατηξίωσεν ὁ θεὸς κληρονόμους γενέσθαι τῆς βασιλείας τῆς ἐπουρανίου. μακάριοί ἐστε οἱ πραεῖς· ὑμεῖς γάρ ἐστε οἱ νικήσαντεςτὸν πονηρόν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμεῖς ὄψεσθε τὸ πρόσωπον τοῦ κυρίου. μακάριοί ἐστε οἱ πεινῶντες ἕνεκεν κυρίου, ὅτι ὑμῖν τετήρηται ἡ ἀνάπαυσις· ὧν καὶ αἱ ψυχαὶ ἀπὸ νῦν ἀγαλλιῶνται. μακάριοί ἐστε οἱ ἡσύχιοι τῆς ἁμαρτίας καὶ τῆς ἀμοιβῆς τῶν ζώντων καθαρῶν καὶ τῶν ἀκαθάρτων ἀπαλλαγῆναι. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἡ Μυγδονία μᾶλλον ἐστηρίζετο τῇ πίστει καὶ τῇ δόξῃ καὶ τῇ μεγαλειότητι τοῦ Χριστοῦ. Χαρίσιος δὲ ὁ τοῦ βασιλέως συγγενής τε καὶ φίλος ἦλθεν ἐπὶ τὸ ἄριστον καὶ οὐχ εὗρεν αὐτοῦ τὴν γαμετὴν ἐν τῇ οἰκίᾳ· καὶ ἐξήταζεν πάντας ἐν τῷ οἴκῳ αὐτοῦ· Ποῦ ἀπῆλθεν ἡ δέσποινα ὑμῶν; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν εἶπεν ὅτι Πρὸς τὸν ξένον ἐκεῖνον ἀπῆλθεν. Ὃ δὲ ταῦτα ἀκούσας παρὰ τοῦ δούλου αὐτοῦ ἠγανάκτησεν πρὸς τοὺς λοιποὺς αὐτοῦ οἰκείους, ὅτι οὐκ εὐθὺς αὐτῷ ἀνήγγειλαν τὸ γεγονός· καὶ καθεσθεὶς ταύτην ἐξεδέχετο. ἐσπέρας δὲ γενομένης εἰσιούσης αὐτῆς ἐν τῷ οἴκῳ εἶπεν αὐτῇ· Ποῦ ἦς; Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Εἰς τὸν ἰατρόν. Ὃ δὲ εἶπεν· Ἐκεῖνος ὁ ξένος ἰατρός ἐστιν; Ἣ δὲ εἶπεν· Ναί, ἰατρός ἐστιν ψυχῶν· οἱ γὰρ πολλοὶ τῶν ἰατρῶν σώματα ἰατρεύουσιν τὰ λυόμενα, οὗτος δὲ ψυχὰς τὰς μὴ φθειρομένας. Ταῦτα ἀκούσας ὁ Χαρίσιος πάνυ ἐν ἑαυτῷ ἐχαλέπαινεν πρὸς τὴν Μυγδονίαν διὰ τὸν ἀπόστολον· οὐδὲν δὲ ἀπεκρίνατο αὐτῇ φοβούμενος· βελτίω γὰρ αὐτοῦ ὑπῆρχεν καὶ τῷ πλούτῳ καὶ τῇ γνώμῃ· ἀπῆλθεν δὲ ἐπὶ τὸ δεῖπνον, αὐτὴ δὲ εἰς τὸν κοιτῶνα αὐτῆς εἰσῄει. ὃ δὲ εἶπεν τοῖς οἰκέταις· Καλέσατε αὐτὴν ἐπὶ τὸ δεῖπνον. Ἣ δὲ οὐκ ἐβούλετο.