<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="86"><p rend="indent">ἡ δὲ πρᾳότης τόν θάνατον ὑπέταξεν, ὑπ᾽ ἐξουσίαν αὐτὸν ποιήσασα· ἡ πρᾳότης <pb facs="actaphilippietac00bonnuoft_0250"/> τὸνἐχθρὸν κατεδουλώσατο· τὸν ἡ πρᾳότης ζυγός ἐστιν ἀγαθός· ἡ πρᾳότης οὐδένα φοβεῖται καὶ τοῖς πολλοῖς οὐκ ἐναντιοιῦται· ἡ πρᾳότης εἰρήνη ἐστὶν καὶ χαρὰ καὶ ἀγαλλίασις τῆς ἀναπαύσεως· μείνατε οὖν ἐν τῇ ἁγιωσύνῃ καὶ δέξασθε τὴν ἀμεριμνίαν καὶ ἐγγὺς γίνεσθε τῆς πρᾳότητος· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις εἰκονογραφεῖται ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. ἡ ἁγιωσύνη ναός ἐστιν τοῦ Χριστοῦ, καὶ ὁ οἰκῶν ἐν αὐτῇ οἰκητήριον αὐτὴν κτᾶται· τεσσαράκοντα γὰρ ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐνήστευσεν οὐδενὸς γευσάμενος· καὶ ὁ ταύτην φυλάττων ἐν αὐτῇ οἰκήσει ὡς ἐν ὄρει. ἡ δὲ πρᾳότης καύχημα αὐτοῦ ἐστιν· εἶπεν γὰρ Πέτρῳ τῷ συναποστόλῳ ἡμῶν· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὰ ὀπίσω καὶ ἀποκατάστησον εἰς τὴν θήκην αὐτῆς· εἰ γὰρ ἤθελον τοῦτο ποιῆσαι, μὴ οὐκ ἠδυνάμην πλέον ἣ δώδεκα λεγεῶνας παρὰ τοῦ πατρός μου παραστῆσαι ἀγγέλων; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="87"><p rend="indent">Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἀλλήλους συνεπάτουν θλίβοντες· ἡ δὲ γυνὴ Χαρισίου τοῦ συγγενοῦς τοῦ βασιλέως ἐκπηδήσασα ἐκ τοῦ δίφρου καὶ ἑαυτὴν ῥίψασα ἐπὶ τῆς γῆς ἔμπροσθεν τοῦ ἀποστόλου καὶ τῶν ποδῶν αὐτοῦ ἁπτομένη καὶ δεομένη ἔλεγεν· Μαθητὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰσῆλθες εἰς χώραν ἔρημον· ἐν ἐρημίᾳ γὰρ οἰκοῦμεν, ἐοικότες ζῴοις ἀλόγοις ἐν τῇ ἀναστροφῇ ἡμῶν· νῦν δὲ διὰ τῶν σῶν χειρῶν σωθησόμεθα· δέομαι οὖν σου, φρόντισόν μου καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ἡ εὐσπλαγχνία τοῦ ὑπὸ σοῦ καταγγελλομένου θεοῦ γένηται ἐπ᾽ ἐμέ, κἀγὼ γένωμαι <pb facs="actaphilippietac00bonnuoft_0251"/> αὐτοῦοἰκητήριον, καὶ καταλλαγῶ ἐν τῇ εὐχῇ καὶ τῇ ἐλπίδι καὶ τῇ πίστει αὐτοῦ, καὶ δέξωμαι κἀγὼ σφραγῖδα, καὶ γένωμαι ναὸς ἅγιος, καὶ κατοικήσῃ ἐν ἐμοὶ αὐτός. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="88"><p rend="indent">Καὶ ὁ ἀπόστολος εἶπεν· Εὔχομαι καὶ δέομαι ὑπὲρ ὑμῶν πάντων ἀδελφοὶ τῶν εἰς τὸν κύριον πιστευόντων καὶ ὑμῶν τῶν ἀδελφιδῶν τῶν εἰς τὸν Χριστὸν ἐλπιζουσῶν ἵνα εἰς πάντας κατασκηνώσῃ ὁ λόγος τοῦ θεοῦ καὶ ἐν αὐτοῖς ἐνσκηνώσῃ· ἡμεῖς γὰρ αὐτῶν ἐξουσίαν οὐκ ἔχομεν. Καὶ ἤρξατο λέγειν πρὸς τὴν γυναῖκα Μυγδονίαν· Ἀνάστα ἀπὸ τῆς γῆς καὶ ἀναπόλησον σεαυτήν· οὐδὲν γάρ σε ὠφελήσει ὁ ἐπίθετος κόσμος οὗτος, οὐδὲ τὸ κάλλος τοῦ σώματός σου, οὐδὲ τὰ ἀμφιάσματά σου· ἀλλ᾽ οὔτε ἡ φήμη τοῦ περὶ σὲ ἀξιώματος, οὔτε ἡ ἐξουσία τοῦ κόσμου τούτου, οὔτε ἡ κοινωνία ἡ ῥυπαρὰ ἡ πρὸς τὸν ἄνδρα σου αὕτη ὀνήσει σε στερηθεῖσαν ἀπὸ τῆς κοινωνίας τῆς ἀληθινῆς· ἡ γὰρ φαντασία τοῦ καλλωπισμοῦ καταργεῖται, καὶ τὸ σῶμα γηράσκει καὶ ἀλλάσσεται, καὶ τὰ ἐνδύματα παλαιοῦται, καὶ ἡ ἐξουσία καὶ ἡ δεσποτεία παρέρχεται μετ᾽ αὐτῶν καὶ ὑπόδικον εἶναι, ἐν ᾧ ἤδη πολλοὶ ἐπολιτεύσαντο. παρέρχεται δὲ καὶ ἡ κοινωνία τῆς παιδοποιίας ὡς δὴ κατάγνωσις οὖσα. Ἰησοῦς μόνος μένει ἀεὶ καὶ οἱ εἰς αὐτὸν ἐλπίζοντες. Ταῦτα εἰπὼν λέγει πρὸς τὴν γυναῖκα · <pb facs="actaphilippietac00bonnuoft_0252"/> Ἄπελθεμετ᾽ εἰρήνης, καὶ ὁ κύριος τῶν ἰδίων μυστηρίων ἀξίαν σε ποιήσει. Ἣ δὲ εἶπεν· Φοβοῦμαι ἀπελθεῖν, μή με ἄρα καταλείψας ἀπέλθῃς εἰς ἄλλο ἔθνος. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Κὰν ἐγὼ πορευθῶ, οὐ καταλείψω σε μόνην, ἀλλὰ Ἰησοῦς διὰ τὴν εὐσπλαγχνίαν αὐτοῦ μετὰ σοῦ. Ἣ δὲ πεσοῦσα προσεκύνησεν αὐτὸν καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="89"><p rend="indent">Χαρίσιος δὲ ὁ συγγενὴς Μισδαίου τοῦ βασιλέως λουσάμενος ἀνῆλθεν καὶ ἀνεκλίθη δειπνῆσαι. ἐξήταζεν δὲ περὶ τῆς ἰδίας γαμετῆς ποῦ ἐστιν· οὐ γὰρ ἐληλύθει εἰς άπάντησιν αὐτοῦ ἀπὸ τοῦ ἰδίου κοιτῶνος ὡς ἔθος εἶχεν· αἱ δὲ θεραπαινίδαι αὐτῆς εἶπον αὐτῷ· Ἀνωμάλως ἔχει. Ὃ δὲ εἰσπηδήσας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὴν κατακειμένην εἰς τὴν κοίτην καὶ ἐσκεπασμένην· καὶ ἀνακαλύψας αὐτὴν κατεφίλησεν αὐτὴν λέγων· Τίνος ἕνεκεν σήμερον περίλυπος εἶ; Ἣ δὲ εἶπεν· Ἀνωμάλως ἔχω. Ὃ δὲ λέγει πρὸς αὐτήν· Διὰ τί γάρ σχῆμα οὐκ ἐποίησας τῆς σῆς ἐλευθερίας καὶ ἔμεινας ἐν τῷ οἴκῳ σου, ἀλλ᾽ ἀπελθοῦσα κατήκουσας λόγων ματαίων καὶ ἔργα μαγικὰ ἐθεάσω; ἀλλὰ ἀνάστα, συνδείπνησόν μοι· ἄνευ γὰρ σοῦ οὐ δύναμαι δειπνῆσαι. Ἣ δὲ εἶπεν πρὸς αὐτόν · Σήμερον παραιτοῦμαι· πάνυ γὰρ πεφόβημαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="90"><p rend="indent">Ταῦτα ἀκούσας ὁ Χαρίσιος παρὰ τῆς Μυγδονίας οὐκ ἠβουλήθη ἐξελθεῖν ἐπὶ τὸ δεῖπνον, ἀλλὰ παρεκελεύσατο τοῖς οἰκείοις αὐτοῦ ἵνα προσαγάγωσιν αὐτὴν συνδειπνῆσαι <pb facs="actaphilippietac00bonnuoft_0253"/>αὐτῷ· εἰσαγαγόντων οὖν ἠξίουν αὐτὴν συνδειπνῆσαι αὐτῷ· ἣ δὲ παρῃτεῖτο. μὴ βουληθείσης οὖν αὐτῆς μόνος ἐδείπνησεν λέγων αὐτῇ· Διὰ σὲ παρῃτησάμην δειπνῆσαι παρὰ τῷ βασιλεῖ Μισδαίῳ, καὶ σὺ οὐκ ἠβουλήθης συνδειπνῆσαί μοι; Ἣ δὲ ἔφη· Διὰ τὸ ἀνωμάλως με ἔχειν. Ἀναστὰς οὖν ὁ Χαρίσιος κατὰ τὸ εἰωθὸς ἐβούλετο συγκαθεύδειν αὐτῇ· ἣ δὲ ἔφη· Οὐκ εἶπόν σοι τὴν σήμερον παραιτήσασθαι; </p></div></div></body></text></TEI>