<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="81"><p rend="indent">Ταῦτα εἰπὼν ὁ ἀπόστολος ἐπέστη ταῖς γυναιξὶ λέγων· Κύριέ μου καὶ θεέ μου, οὐ διαιροῦμαι ἀπὸ σοῦ οὐδὲ ἀπιστῶν ἐπικαλοῦμαί σε, πάντοτε ὄντα ἡμῶν βοηθὸν καὶ ἐπίκουρον καὶ ἐπανορθωτήν· ὁ τὴν ἑαυτοῦ δύναμιν ἐμπνέων ἡμῖν καὶ παραθαρσύνων ἡμᾶς καὶ παρέχων παρρησίαν ἐν ἀγάπῃ τοῖς ἰδίοις σου δούλοις· δέομαί σου, ἰαθεῖσαι αἱ ψυχαὶ ἀναστήτωσαν καὶ γενέσθωσαν οἷαι ἦσαν πρὸ τοῦ πληγῆναι ὑπὸ τῶν δαιμόνων. Ταῦτα δὲ αὐτοῦ εἰπόντος στραφεῖσαι αἱ γυναῖκες <pb facs="actaphilippietac00bonnuoft_0245"/>ἐκαθέσθησαν. καὶ παρεκελεύσατο τῷ στρατηλάτῃ ὁ ἀπόστολος ἵνα οἱ τούτου θεράποντες λαβόντες αὐτὰς εἰσαγάγωσιν. αὐτῶν δὲ εἰσελθόντων εἶπεν τοῖς ὀνάγροις ὁ ἀπόστολος· Ἀκολουθήσατέ μοι. Καὶ εἰπόντος αὐτοὶ ἕως ἔξω τῶν πυλῶν· ἐξελθόντων δὲ αὐτῶν εἶπεν αὐτοῖς· Ἀπέλθετε μετ᾽ εἰρήνης ἐπὶ τὰς νομὰς ὑμῶν. Ἀπῄεσαν οὖν οἱ ὄναγροι προθύμως· ἑστὼς δὲ ὁ ἀπόστολος προσεῖχεν αὐτοῖς ἵνα μὴ ὑπό τινος ἀδικηθῶσιν, ἕως ὅτε πόρρω γενόμενοι ἀφανεῖς ἐγένοντο· ὑπέστρεψεν δὲ ὁ ἀπόστολος σὺν τῷ ὄχλῳ εἰς τὴν οἰκίαν τοῦ στρατηλάτου.  </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="82"><head rend="center">Περὶ τῆς γυναικὸς Χαρισίου πρᾶξις θ´.</head><p rend="indent">Ἔτυχεν δὲ γυναῖκά τινα, Χαρισίου τοῦ ἔγγιστα τοῦ βασιλέως, ᾗ ὄνομα Μυγδονία, ἐλθεῖν ἐπὶ τὸ θεάσασθαι καὶ ἰδεῖν ὄνομα νέον καὶ θεὸν νέον καταγγελλόμενον καὶ νέον ἀπόστολον ἐπιδημήσαντα τῇ αὐτῶν χώρᾳ· ἐφέρετο δὲ ὑπὸ τῶν ἰδίων δούλων· καὶ διὰ τὸν πολὺν ὄχλον καὶ τὴν στενοχωρίαν οὐκ ἠδύναντο αὐτὴν εἰσαγαγεῖν πρὸς αὐτόν. ἔπεμψεν δὲ πρὸς τὸν ἴδιον ἄνδρα ἵνα πέμψῃ αὐτῇ πλείονας τοὺς αὐτῇ ἐξυπηρετουμένους· ἦλθον δὲ καὶ προσῆλθον αὐτῇ θλίβοντες <pb facs="actaphilippietac00bonnuoft_0246"/> καὶδέροντες τοὺς ἀνθρώπους. ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Τίνος ἕνεκεν καταστρέφετε τοὺς ἐρχομένους ἀκοῦσαι τὸν λόγον, οἳ καὶ προθυμίαν ἔχουσιν; ὑμεῖς δὲ βούλεσθε παρ᾽ ἐμοὶ μὲν εἶναι, πόρρω τυγχάνοντες· καθὼς εἴρηται ἐπὶ τοῦ ὄχλου τοῦ ἐρχομένου πρὸς τὸν κύριον, ὅτι Ὀφθαλμοὺς μὲν ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε. Καὶ ἔλεγεν πρὸς τοὺς ὄχλους· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω · Καί· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="83"><p rend="indent">Ἀπιδὼν δὲ πρὸς τοὺς βαστάζοντας αὐτὴν εἶπεν αὐτοῖς· Οὗτος ὁ μακαρισμὸς καὶ ἡ παραίνεσις<note resp="OGL" place="inline">Text follows sources used in M. R. James translation.</note> ὁ ἐκείνοις ἐπαγγελθεὶς ὑμῖν περὶ ὑμῶν εἴρηται, οἵτινες αὐτοῖς ἐστιν τοῖς ἐπιφορτισμένοις νῦν. ὑμεῖς ἐστε οἱ τὰ δυσβάστακτα φορτία βαστάζοντες καὶ αὐτῆς κελεύσει, παραφερόμενοι· καὶ ἀνθρώποις ὑμῖν οὖσιν  ὡσπερ τοῖς ἀλόγοις ζῴοις ἐπιτιθέασιν ὑμῖν φόρτους, τοῦτο νομίζοντες οἱ <pb facs="actaphilippietac00bonnuoft_0247"/> τὴν ἐξουσίαν καθ᾽ ὑμῶν ἔχοντες ὅτι οὐκ ἐστὲ ἄνθρωποι οἷοι καὶ αὐτοί εἰσιν, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· οὔτε γὰρ τοὺς πλουσίους ἡ κτῆσις ὀφειλήσει τι, οὔτε τοὺς πένητας ἡ πενία ῥύσεται ἀπὸ τῆς δίκης· οὔτε εἰλήφαμεν ἐντολὴν ἣν οὐ δυνάμεθα ποιῆσαι· οὔτε φορτία δυσβάστακτα ἡμῖν ἐπέθηκεν ἃ οὐ δυνάμεθα βαστάσαι· οὔτε οἰκοδομὴν τοιαύτην ἣν οἱ ἄνθρωποι κτίζουσιν· οὔτε λίθους λατομῆσαι καὶ οἴκους κατασκευάσαι ὡς οἱ τεχνῖται ὑμῶν διὰ τῆς ἰδίας ἐπιστήμης ποιοῦσιν. ταύτην δὲ τὴν ἐντολὴν εἰλήφαμεν παρὰ τοῦ κυρίου ἵνα ὃ οὐκ ἀρέσκει ἡμῖν ὑπὸ ἄλλου γινόμενον τοῦτο ἄλλῳ τινὶ μὴ ποιοῦμεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="84"><p rend="indent">ἀπέχεσθε οὖν πρῶτον τῆς μοιχείας· πάντων γὰρ τῶν κακῶν αὕτη ἐστὶν ἀφορμή· <pb facs="actaphilippietac00bonnuoft_0248"/> ἔπειτακαὶ κλοπῆς, ἥτις Ἰούδαν Ἰσκαριώτην δελεάσασα εἰς ἀγχόνην ἤγαγεν· ὅσοι γὰρ τῇ πλεονεξίᾳ οἰκοῦσιν οὐχ ὁρῶσιν τὰ ὑπ᾽ αὐτῶν γινόμενα· καὶ ἀπὸ τῆς ἀλαζονείας καὶ ἀπὸ πάντων τῶν αἰσχρῶν πράξεων, μάλιστα τῶν σωματικῶν, ἐν ᾧ κατάκρισις αἰωνία γίνεται. ἔστιν γὰρ αὕτη ἡ μητρόπολις τῶν κακῶν ἁπάντων· ὁμοίως δὲ καὶ τοὺς ὑψαυχενοῦντας ἄγει εἰς τυραννίδα, κατασπῶσα αὐτοὺς εἰς βάθος καὶ χειρουμένη αὐτοὺς ὑπὸ τὰς αὐτῆς χεῖρας, ἵνα μὴ θεάσωνται ἃ πράττουσιν· ὅθεν τὰ διαπραττόμενα ὑπ᾽ αὐτῶν ἄδηλα αὐτοῖς ἐστιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="85"><p rend="indent">ἀλλ᾽ ὑμεῖς πάντων τῶν ἀγαθῶν εὐάρεστοι γίνεσθε τῷ θεῷ ἐν πρᾳότητι καὶ ἡσυχίᾳ· τούτων γὰρ φείδεται ὁ θεός, καὶ ζωὴν αἰωνίαν παρέχει καὶ τὸν θάνατον ἐξουθενεῖ· καὶ ἐν ἐπιεικείᾳ, πᾶσιν τοῖς ἀγαθοῖς ἐπακολουθεῖ, ἡ πάντας τοὺς ἐχθροὺς καταγωνιζομένη καὶ τὸν στέφανον τῆς νίκης μόνη λαβοῦσα· ἐν ἡσυχίᾳ καὶ τῷ <pb facs="actaphilippietac00bonnuoft_0249"/> διὰχειρὸς ὀρέγοντι τοῖς πένησιν καὶ πληροῦντι τὸ ἐνδεὲς τῶν λειπομένων, κομίζουσα καὶ μεταδιδοῦσα τοῖς δεομένοις· μάλιστα τοῖς ἐν ἁγιωσύνῃ πολιτευομένοις· αὕτη γὰρ ἐπίλεκτός ἐστιν παρὰ τῷ θεῷ καὶ εἰσάγουσα εἰς τὴν αἰώνιον ζωήν· αὕτη γὰρ μητρόπολίς ἐστιν παρὰ τῷ θεῷ τῶν ἀγαθῶν ἁπάντων· οἱ γὰρ μὴ ἀγωνιζόμενοι ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὐ μὴ τύχωσιν τῆς ἁγιωσύνης. ἡ δὲ ἁγιωσύνη ὤφθη ἐκ τοῦ θεοῦ, καταργοῦσα τὴν πορνείαν, καταστρέφουσα τὸν ἐχθρόν, εὐαρεστοῦσα τῷ θεῷ. ἀθλητὴς γὰρ ἀήττητός ἐστιν, ἔχουσα ἀξίωμα τοῦ θεοῦ, παρὰ πολλῶν δοξαζομένη. πρεσβευτής ἐστιν εἰρήνης, καταγγέλλουσα εἰρήνην. εἴ τις κτήσεται αὐτήν, ἀφορόντιστος μένει, τῷ κυρίῳ εὐαρεστῶν, προσδεχόμενος τὸν καιρὸν τῆς ἀπολυτρώσεως. οὐδὲν γὰρ παράτοπον διαπράττεται, παρέχουσα ζωὴν καὶ ἀνάπαυσιν καὶ χαρὰν πᾶσιν τοῖς αὐτὴν κτωμένοις. </p></div></div></body></text></TEI>