Ὁ δὲ δαίμων εἶπεν· Δέομαί σου, ἐπίτρεψόν με καὶ ὅπου βούλει με ἀπελθόντα οἰκῆσαι καὶ παρὰ σοῦ ἐντολὴν δέξασθαι, καὶ οὐ φοβοῦμαι τὸν ἐξουσιαστὴν τὸν κατ᾽ ἐμοῦ ἔχοντα τὴν ἐξουσίαν. ὥσπερ γὰρ σὺ ἦλθες εὐαγγελίσασθαι, οὕτως κἀγὼ ἦλθον ἀφανίσαι· καὶ ὥσπερ σὺ ἐὰν μὴ τελέσῃς τὸθέλημα τοῦ πέμψαντός σε, κατὰ κεφαλῆς δίδωσίν σοι τὴν τιμωρίαν, οὕτως κἀγώ, ἐὰν μὴ ποιήσω τὸ θέλημα τοῦ ἀποστείλαντός με πρὸ καιροῦ καὶ τῆς προθεσμίας, εἰς τὴν ἐμαυτοῦ φύσιν ἀποστέλλομαι· καὶ ὥσπερ σοὶ βοηθεῖ ὁ Χριστός σου ἐν οἷς διαπράττῃ, οὕτως καὶ ἐμοὶ βοηθεῖ ὁ πατήρ μου ἐν οἷς διαπράττομαι· καὶ ἅσπερ σοὶ κατασκευάζει σκεύη τοὺς ἀξίους τῆς σῆς οἰκήσεως, οὕτως καὶ ἐμοὶ ἐπιζητεῖ σκεύη δι᾽ ὧν τὰς αὐτοῦ πράξεις τελίσκω· καὶ ὥσπερ τρέφει καὶ οἰκονομεῖ τοὺς ὑπηκόους, οὕτως κἀμοὶ κολάσεις καὶ βασάνους σὺν τοῖς ὀκητηρίοις μοι γενομένοις παρασκευάζει· καὶ ὥσπερ σοὶ τὴν ἀντιμισθίαν τῆς σῆς ἐνεργείας δίδωσιν τὴν αἰώνιον ζωήν, οὕτως κἀμοὶ παρέχει τὰς ἀμοιβὰς τῶν ἔργων μου τὴν αἰωνίαν ἀπώλειαν· καὶ ὥσπερ σὺ τῇ εὐχῇ σου καὶ τοῖς ἀγαθοῖς ἔργοις ἐπαναπαύῃ ἐν ταῖς πνευματικαῖς σου δοξολογίαις, οὕτως κἀγὼ ἐπαναπαύομαι φόνοις τε καὶ μοιχείαις καὶ θυσίαις ταῖς διὰ οἴνου γινομέναις ἐν τοῖς βωμοῖς· καὶ ὥσπερ σὺ ἐπιστρέφεις τοὺς ἀνθρώπους εἰς ζωὴν αἰώνιον, οὕτως κἀγὼ ἀποστρέφω τοὺς ὑπακούοντάς μοι εἰς ἀπώλειαν καὶ κόλασιν αἰωνίαν· καὶ σὺ τοὺς ἰδίους δέχῃ κἀγὼ τοὺς ἐμούς. Τοιαῦτα καὶ ἕτερα πλείονα εἰπόντος του δαίμονος ὁἀπόστολος εἶπεν· Κελεύει σοι Ἰησοῦς καὶ τῷ σῷ παιδὶ δι᾽ ἐμοῦ ἵνα μηκέτι εἰσέλθῃς εἰς κατοίκησιν ἀνθρώπου· ἀλλ᾽ ἐξέλθετε καὶ ἀπέλθετε καὶ οἰκήσατε ἔξω παντελῶς τῆς οἰκήσεως τῶν ἀνθρώπων. Οἱ δὲ δαίμονες εἶπον αὐτῷ· Ἀπηνῶς προσέταξας ἡμῖν· τί δὲ καὶ πρὸς τούτους πράξεις τοὺς νῦν ἀποκεκρυμμένους ἀπὸ σοῦ; οἱ γὰρ κατασκευάσαντες τὰ πάντα ξόανα ἐν αὐτοῖς χαίρουσιν μᾶλλον σοῦ· οὓς οἱ πολλοὶ πολλοὺς προσκυνοῦσιν καὶ τὰ θελήματα αὐτῶν διαπράττονται, θύοντες αὐτοῖς καὶ τὰς τροφὰς προσάγοντες ἐν σπονδαῖς καὶ διὰ οἴνου καὶ ὕδατος προσφέροντες καὶ ἀναθήμασιν. Καὶ ὁ ἀπόστολος εἶπεν· Καὶ αὐτοὶ νῦν καταργηθήσονται σὺν ταῖς πράξεσιν αὐτῶν. Καὶ αἰφνιδίως ἄφαντοι γεγόνασιν οἱ δαίμονες· αἱ δὲ γυναῖκες ὡς εἰς τύπον νεκρῶν ἐρριμμέναι ἔκειντο ἐπὶ γῆς, μὴ ἔχουσαι φωνήν. Καὶ οἱ ὄναγροι πρὸς ἀλλήλους ἔστησαν καὶ οὐκ ἀφίσταντο ἀπ᾽ ἀλλήλων, ἀλλ᾽ ἐκεῖνος ᾧ ὁ λόγος ἐδόθη ἐν δυνάμει τοῦ κυρίου, πάντων σιγώντων καὶ ἀφορώντων τί ἄρα διαπράξονται, εἶπεν τῷ ἀποστόλῳ ὁ ὄναγρος· Τί ἔστηκας ἀεργὴς ἀπόστολε Χριστοῦ τοῦ ὑψίστου, ἀφορῶντος ἵνα αὐτὸν αἰτήσῃς τὰ κάλλιστα μαθήματα; τί οὖν βραδύνεις; ὁ γὰρ σὸς διδάσκαλος βούλεται τὰ μεγαλεῖα αὐτοῦ διὰ τῶν σῶν χειρῶν δεῖξαι· τί στήκεις ὁ κῆρυξ τοῦ ἀποκρύφου; ὁ γὰρ σὸς βούλεται διὰ σοῦ τὰ ἀπόρρητα ἐκφᾶναι διατηρῶν αὐτὰ τοῖς ἀξίοις αὐτοῦ ταῦτα ἀκούειν. τί ἡσυχάζεις ὁ τὰ μεγαλεῖα διαπραττόμενος εἰς ὄνομα τοῦ κυρίου; ὁ γὰρ σὸς δεσπότης προτρέπεταί σε θάρσος σοι ἐγγεννῶν. μὴ τοίνυν φοβοῦ· οὐ γὰρ ἀφήσει ψυχὴν τὴν προσήκουσάν σοι κατὰ γένος. ἄρξαι οὖν τοῦ ἐπικαλεῖσθαι αὐτὸν καὶ αὐτός σου ἑτοίμως ἀκούσῃ. τί ἕστηκας θαυμάζων πάσας αὐτοῦ τὰς πράξεις καὶ τὰς ἐνεργείας; μικρὰ γάρ ἐστιν ταῦτα ἃ δι᾽ αὐτῶν ἔδειξεν. τί δὲ καὶ ὑφηγήσῃ περὶ τῶν μεγάλων αὐτοῦ δωρημάτων; οὐ γὰρ ἐξαρκέσεις ἐξειπεῖν. τί δὲ καὶ θαυμάζεις περὶ τῶν σωματικῶν αὐτοῦ ἰάσεων ἅτινα ἐνεργεῖται; καὶ μάλιστα ἐπιστάμενος ἐκείνην αὐτοῦ τὴν ἴασιν τὴν βεβαίαν καὶ παραμονὴν τῇ ἰδίᾳ φύσει προφέρει. τί δὲ καὶ ἀποβλέπεις εἰς ταύτην τὴν πρόσκαιρον ζωὴν καὶ περὶ τῆς αἰωνίας οὐδὲν ἐνθυμεῖσαι; ὑμῖν δὲ τοῖς παρεστῶσιν ὄχλοις καὶ προσδοκῶσιν τὰς καταβεβλημένας ἐγερθῆναι λέγω, πιστεύσατε τῷ ἀποστόλῳ Ἰησοῦ Χριστοῦ· πιστεύσατε τῷ διδασκάλῳ τῆς ἀληθείας· πιστεύσατε τῷ τὴν ἀλήθειαν ὑμῖν ὑποδεικνύοντι· πιστεύσατε Ἰησοῦ· πιστεύσατε ἐπὶ τῷ γεννηθέντι Χριστῷ ἵνα οἱ γεννηθέντες διὰ τῆς αὐτοῦ ζωῆς ζήσωσιν· ὃς καὶ ἀνετράφη διὰ νηπίου, ἵνα ἡ τελειότης διὰ τοῦ ἀνθρώπου αὐτοῦ φανῇ. ἐδίδαξεν τοὺς ἰδίους αὐτοῦ μαθητάς· τῆς γὰρ ἀληθείας διδάσκαλος αὐτός ἐστιν καὶ τῶν σοφῶν ὁ σοφιστὴς· ὃς καὶ ἐν ναῷ τὸ δῶρον προσήνεγκεν ἵνα δείξῃ πᾶσαν τὴν προσφορὰν ἁγιάζεσθαι. οὗτος ὁ ἀπόστολος ἐκείνου ἐστίν, ἐνδείκτης τῆς ἀληθείας. οὗτός ἐστιν ὁ τὸ θέλημα διαπραττόμενος ἐκείνου τοῦ ἀποστείλαντος αὐτόν. ἐλεύσονται δὲ ἀπόστολοι ψευδεῖς καὶ προφῆται τῆς ἀνομίας, ὧν τὸ τέλος ἔσται πρὸς τὰς αὐτῶν πράξεις, κηρύσσοντες μὲν καὶ νομοθετοῦντες φυγεῖν ἀπὸ τῶν ἀσεβειῶν, αὐτοὶ δὲ πάντοτε ἐν ἁμαρτίαις ἐξεταζόμενοι· ἠμφιεσμένοι μὲν ἐνδύματα προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες· οἵτινες μιᾷ γυναικὶ οὐκ ἀρκούμενοι πολλὰς γυναῖκας ἐξαφανίζουσιν· οἳ τέκνων λέγοντες καταφρονεῖν πολλοὺς παῖδας ἀπόλλουσιν, ὧν τὴν τιμωρίαν διδόασιν· οἱ μὴ ἐπαρκούμενοι τῇ ἑαυτῶν κτήσει ἀλλὰ θέλοντες πάντα τὰ ἀχρειώδη αὐτοῖς ἐξυπηρετεῖσθαι μόνοις, ἐπαγγελλόμενοι ὡς μαθηταὶ αὐτοῦ. καὶ ἐν μὲν τῷ στόματι αὐτῶν ἄλλα φθέγγονται, τῇ δὲ καρδίᾳ αὐτῶν ἄλλα ἐνθυμοῦνται· τοῖς ἄλλοις μὲν παρακελευόμενοι ἀσφαλίζεσθαι ἀπὸ τῶν πονηρῶν, αὐτοὶ δὲ οὐδὲν ἀγαθὸν διαπράττονται. οἳ σώφρονες νομίζονται εἶναι καὶ τοῖς μὲν ἄλλοις παρακελεύονται ἀπέχεσθαι πορνείας, κλοπῆς καὶ πλεονεξίας, ταῦτα δὲ πάντα ἐν αὐτοῖς ἀποκρύφως πολιτεύονται, διδάσκοντες τοὺς ἄλλους ταῦτα μὴ διαπράττεσθαι. Ταῦτα ἐκφάναντος τοῦ ὀνάγρου πάντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ σιγήσαντος αὐτοῦ εἶπεν ὁ ἀπόστολος· Τίνα ἐνθυμηθῶ περὶ τῆς σῆς εὐπρεπείας Ἰησοῦ, τίνα δὲ καὶ περὶ σοῦ ἐξηγήσωμαι οὐκ ἔχω. μᾶλλον δὲ οὐ δύναμαι· οὐ γὰρ χωρῶ ἐξειπεῖν αὐτὰ ὦ Χριστὲ ἀναπεπαυμένε καὶ μόνε σοφέ, ὁ τὰ ἐγκάρδια γινώσκων μόνος καὶ ἐπιστάμενος τὰ τοῦ λογισμοῦ· σοὶ δόξα ἐλεῆμον καὶ ἤρεμε· σοὶ δόξα λόγε σοφέ· δόξα τῇ εὐσπλαγχνίᾳ σου τῇ ἐπικυηθείσῃ ἡμῖν· δόξα τῷ ἐλέει σου τῷ ἐφ᾽ ἡμᾶς ἁπλωθέντι· δόξα τῇ μεγαλωσύνῃ σου τῇ δι᾽ ἡμᾶς σμικρυνθείσῃ· δόξα τῇ ὑψίστῳ σου βασιλείᾳ ἥτις δι᾽ἡμᾶς ἐταπεινώθη· δόξα τῇ ἰσχύι σου ἣ δι᾽ ἡμᾶς ἠλαττώθη· δόξα τῇ θεότητί σου ἣ δι᾽ ἡμᾶς εἰς ἀπεικασίαν ἀνθῶσιν, θρώπων ὤφθη· δόξα τῇ ἀνθρωπότητί σου, ἥτις δι᾽ ἡμᾶς ἀπέθανεν, ἵνα ἡμᾶς ζωοποιήσῃ· δόξα τῇ ἀναστάσει σου τῇ ἀπὸ τῶν νεκρῶν· διὰ γὰρ ταύτης ἔγερσις καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ἡμῶν γίνεται· δόξα καὶ εὐφημία τῇ ἀνόδῳ σου τῇ ἐπὶ τοὺς οὐρανούς· δι᾽ αὐτῆς γὰρ ἡμῖν ὑπέδειξας τὴν ἄνοδον τοῦ ὕψους ἐπαγγειλάμενος ἡμῖν ἐκ δεξιῶν σου καθεσθῆναι καὶ συγκρῖναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. σὺ εἶ ὁ ἐπουράνιος λόγος τοῦ πατρός· σὺ εἶ τὸ ἀπόκρυφον φῶς τοῦ λογισμοῦ, ὁ τὴν ὁδὸν ὑποδεικνύων τῆς ἀληθείας, διῶκτα τοῦ σκότους καὶ τῆς πλάνης ἐξαλειπτά.