<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="71"><p rend="indent">Ἀπερχομένου οὖν τοῦ τε ἀποστόλου καὶ τοῦ στρατηλάτου καὶ τοῦ ἡνιόχου εἷλκον ἐν ἡσυχίᾳ οἱ ὄναγροι ὁμαλῶς, ἵνα μὴ ταράξωσιν τὸν ἀπόστολον τοῦ θεοῦ. ἐγγὺς δὲ γεναμένων τῆς πύλης τῆς πόλεως παραστρέψαντες ἔστησαν πρὸ τῶν θυρῶν τῆς οἰκίας τοῦ στρατηλάτου. ὁ δὲ στρατηλάτης εἶπεν· Ἀσυγχώρητόν μοί ἐστιν ἐξηγήσασθαι τὰ γεγονότα, ἀλλὰ τὸ τέλος ἰδὼν τότε λέξω. Ἡ οὖν πόλις πᾶσα ἤρχετο ἰδοῦσα τοὺς ὀνάγρους ἐζευγμένους· ἤκουσαν δὲ καὶ τὴν φήμην τοῦ ἀποστόλου μέλλοντος ἐκεῖ ἐπιδημεῖν. ὁ δὲ ἀπόστολος ἐπυνθάνετο τοῦ στρατηλάτου· Ποῦ ἐστίν σου ἡ οἴκησις καὶ ποῦ ἡμᾶς ἀπάγεις; Ὃ δὲ εἶπεν αὐτῷ· Σὺ αὐτὸς ἐπίστασαι ὅτι πρὸ τῶν θυρῶν ἑστήκαμεν, καὶ οὗτοι οἱ διὰ τῆς σῆς ἐντολῆς ἐλθόντες σὺν σοὶ μᾶλλον ἐμοῦ ἐπίστανται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="72"><p rend="indent">Ταῦτα δὲ εἰπὼν καθῆκεν ἑαυτὸν ἀπὸ τοῦ ὀχήματος. ἤρξατο οὖν ὁ ἀπόστολος λέγειν· Ἰησοῦ Χριστὲ ὁ βλασφημούμενος διὰ τὴν σὴν ἐπίγνωσιν ἐν τῇ χώρᾳ ταύτῃ· Ἰησοῦ οὗ ἡ φήμη ξένη ἐν τῇ πόλει ταύτῃ· Ἰησοῦ ὁ παραλαμβάνων πάντας <pb facs="actaphilippietac00bonnuoft_0236"/> τοὺςἀποστόλους ἐν πάσῃ χώρᾳ καὶ ἐν πάσῃ πόλει, καὶ πάντες οἱ σοὶ ἄξιοι ἐν σοὶ δοξάζονται· Ἰησοῦ ὁ τύπον λαβὼν καὶ γενόμενος ὡς ἄνθρωπος καὶ πᾶσιν ἡμῖν φανεὶς ἵνα μὴ ἡμᾶς ἀποχωρίσῃς τῆς ἰδίας ἀγάπης· σὺ εἶ κύριε ὁ ἑαυτὸν δοὺς ὑπὲρ ἡμῶν καὶ τῷ αἵματί σου ἡμᾶς ἐξαγοράσας καὶ κτησάμενος ἡμᾶς κτῆμα πολυτίμητον· τί δὲ ἔχομέν σοι δοῦναι κύριε ἀντικατάλλαγμα τῆς σῆς ψυχῆς ἧς ἔδωκας ὑπὲρ ἡμῶν; ὃ γὰρ θέλομεν ἐκεῖνο ἡμῖν δίδως· τοῦτο δέ ἐστιν ἵνα δεηθῶμέν σου καὶ ζήσωμεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="73"><p rend="indent">Ταῦτα δὲ εἰπόντος αὐτοῦ πολλοὶ πανταχόθεν συνηθροίζοντο ἰδεῖν τὸν ἀπόστολον τοῦ νέου θεοῦ. εἶπεν δὲ πάλιν ὁ ἀπόστολος· Τί ἑστήκαμεν ἀεργεῖς; Ἰησοῦ κύριε, ἡ ὥρα πάρεστιν· τί ἀπαιτεῖ γενέσθαι; κέλευσον οὖν ἐκπληρωθῆναι ὃ δὴ γενέσθαι ὀφείλει. Ἡ δὲ γυνὴ τοῦ στρατηλάτου καὶ ἡ τούτου θυγάτηρ ἐβαρήθησαν σφόδρα ὑπὸ τῶν δαιμόνων οὕτως ὡς νομίζειν τοὺς οἰκείους ὅτι οὐκέτι ἀνίστανται· οὐδ᾽ ὅλως γὰρ συνεχώρησάν τινος μεταλαβεῖν αὐτάς, ἀλλὰ κατέβαλον αὐτὰς ἐπὶ ταῖς κλίναις αὐτῶν μηδ᾽ ὅλως τινὰς ἐπιγινωσκούσας ἕως ἐκείνης τῆς ἡμέρας ἐν ᾗ ὁ ἀπόστολος ἐκεῖσε ἦλθεν. εἶπεν δὲ ὁ ἀπόστολος ἐνὶ τῶν ὀνάγρων τῶν ἐν τῷ δεξιῷ μέρει ἐζευγμένων· Εἴσελθε ἐντὸς τῆς αὐλῆς· καὶ ἑστὼς ἐκεῖσε κάλεσον τοὺς δαίμονας καὶ εἰπὲ αὐτοῖς· Λέγει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος καὶ μαθητὴς Ἰησοῦ Χριστοῦ· Ἔλθετε ὧδε ἔξω · <pb facs="actaphilippietac00bonnuoft_0237"/> δι᾽ὑμᾶς γὰρ ἀπεστάλην καὶ εἰς τοὺς διαφέροντας ὑμῖν κατὰ γένος, ἵνα ὑμᾶς ἀπολέσω καὶ διώξω εἰς τὸν ὑμέτερον χῶρον, ἕως ὅτε καιρὸς γένηται συντελείας καὶ εἰς τὸ ὑμέτερον βάθος τοῦ σκότους κατέλθητε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="74"><p rend="indent">Εἰσῄει δὲ ὁ ὄναγρος ἐκεῖνος πολλοῦ ὄχλου συνόντος αὐτῷ καὶ ἔλεγεν· Ὑμῖν λέγω τοῖς ἐχθροῖς τοῦ Ἰησοῦ τοῦ καλουμένου Χριστοῦ· ὑμῖν λέγω τοῖς τοὺς ὀφθαλμοὺς καμμύουσιν τοῦ μὴ ὁρᾶν τὸ φῶς· οὐ γὰρ δύναται ἡ κακίστη φύσις μεταβληθῆναι εἰς τὸ ἀγαθόν· ὑμῖν λέγω τοῖς τέκνοις τῆς γεέννης καὶ τῆς ἀπωλείας, ἐκείνου τοῦ ἀπαύστου εἰς τὸ κακὸν ἕως τοῦ νῦν, ὃς ἀεὶ ἀνακαινίζει αὐτοῦ τὰ ἐνεργήματα καὶ τὰ πρέποντα τῇ ἑαυτοῦ οὐσίᾳ· ὑμῖν λέγω τοῖς ἀναιδεστάτοις, τοῖς δι᾽ ἑαυτῶν ἀπολλυμένοις· τί δὲ εἴπω περὶ τῆς ὑμῶν ἀπωλείας τε καὶ τέλους, τί δὲ καὶ ὑφηγήσωμαι, οὐκ οἶδα· πολλὰ γάρ ἐστιν καὶ πρὸς τὴν ἀκρόασιν ἀναρίθμητα ὑπάρχοντα. μείζονα δέ εἰσιν αἱ ὑμέτεραι πράξεις ἀπὸ τῆς κολάσεως τῆς ὑμῖν τετηρημένης. σοὶ δὲ λέγω τῷ δαίμονι καὶ τῷ σῷ υἱῷ τῷ συνεπομένῳ σοι· νυνὶ γὰρ ἐφ᾽ ὑμᾶς ἀπέσταλμαι· τίνος δὲ ἕνεκα πολλοὺς λόγους ποιοῦμαι τῆς ὑμῶν φύσεώς τε καὶ ῥίζης, ἣν ὑμεῖς αὐτοὶ οἴδατε καὶ ἀναιδεύεσθε; λέγει δὲ ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος Χριστοῦ τοῦ Ἰησοῦ, ὃς διὰ πολλῆς ἀγάπης καὶ διαθέσεως ἐνθάδε ἀπεστάλη· Ἐπὶ <pb facs="actaphilippietac00bonnuoft_0238"/> τοῦἐνθάδε ἑστῶτος ὄχλου ἐξελθόντες εἴπατέ μοι ποίου γένους ἐστέ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="75"><p rend="indent">Καὶ εὐθέως ἐξῆλθεν ἡ γυνὴ σὺν τῇ θυγατρὶ αὐτῆς, νενεκρωμέναι καὶ ἠτιμασμέναι· θεασάμενος δὲ αὐτὰς ὁ ἀπόστόλος ἐλυπήθη, μάλιστα διὰ τὴν παῖδα, καὶ λέγει τοῖς δαίμοσιν· Μὴ γένοιτο ἱλασμὸν γενέσθαι καὶ φειδὼ εἰς ὑμᾶς· οὐδὲ γὰρ τὸ φείδεσθαι ἢ τὸ ἐλεεῖν ἐπίστασθε· πλὴν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ ἀπόστητε ἀπ᾽ αὐτῶν καὶ ἐκ πλευρᾶς στῆτε. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου πεσοῦσαι αἰ γυναῖκες ἀπενεκρώθησαν· οὔτε γὰρ πνεῦμα εἶχον οὔτε φωνὴν ἐδίδουν· ὁ δὲ δαίμων ἀποκριθεὶς φωνῇ μεγάλῃ εἶπεν· Πάλιν ἥκεις ἐνθάδε ὁ τὴν φύσιν ἡμῶν διαγελῶν καὶ τὴν γενεάν; ἥκεις πάλιν ὁ τὴν τέχνην ἡμῶν ἀπαλείφων; καὶ ὡς νομίζω οὐ συγχωρεῖς ἡμῖν ὅλως ἐπὶ τῆς γῆς εἶναι· τοῦτο δὲ νῦν ἐν τῷ καιρῷ τούτῳ ποιῆσαι οὐ δύνασαι. Ἐστοχάσατο δὲ ὁ ἀπόστολος ὅτι ὁ δαίμων οὗτος ἐκεῖνός ἐστιν ὁ ἀπελαθεὶς ἀπ᾽ ἐκείνης τῆς γυναικός. </p></div></div></body></text></TEI>