<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="66"><p rend="indent">Τέκνα μου καὶ ἀδελφοὶ οἱ εἰς τὸν κύριον πιστεύσαντες, παραμείνατε ἐν ταύτῃ τῇ πίστει, εὐαγγελιζόμενοι Ἰησοῦν τὸν ἐξ ἐμοῦ ὑμῖν καταγγελθέντα, ἔχοντες ἐν αὐτῷ τὰς ἐλπίδας· καὶ μὴ ἀπολειφθῆτε αὐτοῦ, καὶ οὐ καταλιμπάνει ὑμᾶς. καθευδόντων ὑμῶν ἐν τῷ ὕπνῳ τούτῳ τῷ καταβαροῦντι τοὺς καθεύδοντας <pb facs="actaphilippietac00bonnuoft_0231"/> αὐτὸς ἄυπνος ὢν διαφυλάσσει· καὶ ἐν θαλάσσῃ πλεόντων ὑμῶν καὶ ἐν κινδύνῳ ὄντων καὶ οὐδενὸς βοηθεῖν δυναμένου αὐτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων ὑπορθοῖ βοηθῶν. ἐγὼ γὰρ ἤδη ἄπειμι ἐξ ὑμῶν, καὶ ἄδηλόν ἐστιν εἰ ἔτι ὄψομαι ὑμᾶς κατὰ σάρκα. μὴ οὖν καὶ ὑμεῖς ἐξομοιωθῆτε τῷ λαῷ Ἰσραήλ, οἵτινες ἀπιδόντες τοὺς ποιμένας πρὸς ὥρας καιρὸν ἐσκανδαλίσθησαν. Ξενοφῶντα δὲ τὸν διάκονον καταλιμπάνω πρὸς ὑμᾶς εἰς τὸν τόπον μου· καὶ γὰρ καὶ αὐτὸς ὥσπερ κἀγὼ καταγγέλλει τὸν Ἰησοῦν· οὔτε γὰρ ἐγώ εἰμί τι οὔτε αὐτός, ἀλλὰ Ἰησοῦς· καὶ γὰρ κἀγὼ ἄνθρωπός εἰμι σῶμα ἐνδεδυμένος, υἱὸς ἀνθρώπου ὡς εἷς ἐξ ὑμῶν· οὔτε γὰρ πλοῦτον ἔχω ὡς ἐνίοις εὑρίσκεται, ὂς καὶ τοὺς κεκτημένους ἐλέγχει ἀποίητος παντάπασιν ὑπάρχων καὶ καταλιμπανόμενος ἐπὶ τῆς γῆς ἀφ᾽ ἧς καὶ ἐγένετο· τὰ δὲ ἐκ τούτου τοῖς ἀνθρώποις συμβαίνοντα παραπτώματα καὶ τὰς κηλῖδας τῶν ἁμαρτιῶν συναποφέρεται. σπανίως δὲ πλούσιοι εὑρίσκονται ἐν ἐλεημοσύναις· οἱ δὲ ἐλεήμονες <pb facs="actaphilippietac00bonnuoft_0231_gray"/><pb facs="actaphilippietac00bonnuoft_0232"/> καὶ ταπεινοὶ τῇ καρδίᾳ αὐτοὶ κληρονομήσουσιν τὴν βασιλείαν τοῦ θεοῦ. οὐ γὰρ τὸ κάλλος τοῖς ἀνθρώποις παράμονόν ἐστιν· οἱ γὰρ τούτῳ θαρροῦντες τοῦ γήρους καταλαμβάνοντος αἰφνιδίως καταισχυνθήσονται. πάντα οὖν καιρὸν ἔχει· καιρῷ οὖν φιλεῖται καὶ καιρῷ μισεῖται. ἔστω οὖν ἡ ἐλπὶς εἰς Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἀεὶ φιλούμενον καὶ ἀεὶ ποθούμενον. καὶ μέμνησθε ἡμῶν ὡς καὶ ἡμεῖς ὑμῶν. ἡμεῖς γὰρ αὐτοῖς ἐὰν μὴ τὸ τῶν ἐντολῶν φορτίον τελέσωμεν, οὐκ ἄξιοί ἐσμεν κήρυκες εἶναι τοῦ ὀνόματος τούτου, καὶ ὕστερον τιμωρίαν ἀποτίσομεν τῆς ἑαυτῶν κεφαλῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="67"><p rend="indent">Καὶ συνευξάμενος αὐτοῖς, πολλὴν ὥραν παραμείνας τῇ εὐχῇ καὶ τῇ δεήσει, παραθέμενος αὐτοὺς τῷ κυρίῳ εἶπεν· Κύριε ὁ δεσπόζων πάσης ψυχῆς τῆς ἐν σώματι οὔσης· κύριε πάτερ τῶν ψυχῶν τῶν εἰς σὲ τὰς ἐλπίδας ἐχουσῶν καὶ προσδεχομένων τὰ ἐλέη σου· ὁ λυτρούμενος ἀπὸ τῆς πλάνης τοὺς ἰδίους ἀνθρώπους καὶ ἐλευθερῶν ἀπὸ τῆς δουλείας καὶ φθορᾶς τοὺς ὑπηκόους καὶ ἐρχομένους εἰς τὸ καταφύγιόν σου· σὺ γενοῦ ἐν τῇ ποίμνῃ τοῦ Ξενοφῶντος, καὶ ἀλείψας αὐτὴν ἐλαίῳ ἁγίῳ θεράπευσον ἀπὸ τῶν ἑλκῶν καὶ διατήρησον <pb facs="actaphilippietac00bonnuoft_0233"/> αὐτὴνἀπὸ τῶν λύκων τῶν διαρπαζόντων. Καὶ ἐπιθεὶς αὐτοῖς τὴν χεῖρα εἶπεν· Ἔσται ἐφ᾽ ὑμᾶς ἡ εἰρήνη τοῦ κυρίου καὶ ἡμῖν συνοδεύσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="68"><head rend="center">Πρᾶξις η´ περὶ τῶν ὀνάγρων.</head><p rend="indent">Ἐξῆλθεν οὖν ὁ ἀπόστολος ἀπιέναι κατὰ τὴν ὁδόν· καὶ πάντες δακρύοντες προέπεμπον αὐτὸν ἐνορκίζοντες αὐτὸν μνήμην αὐτῶν ἔχειν ἐν ταῖς δεήσεσιν αὐτοῦ καὶ μὴ ἐπιλανθάνειν αὐτῶν. ἀνελθὼν οὖν καὶ καθεσθεὶς ἐπὶ τοῦ ὀχήματος, πάντων τῶν ἀδελφῶν ἀπολειφθέντων, προσελθὼν ὁ στρατηλάτης διήγειρεν τὸν ἡνίοχον λέγων· Ἐγὼ δέομαι καὶ εὔχομαι ἄξιος γενέσθαι ὑπὸ τοὺς πόδας αὐτοῦ καθεσθῆναι, καὶ γενήσομαι αὐτοῦ ἡνίοχος κατὰ τὴν ὁδὸν ταύτην, ἵνα καὶ αὐτὸς γένηταί μου παραπομπὸς εἰς ἐκείνην τὴν ὁδὸν δι᾽ ἧς ὀλίγοι πορεύονται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="69"><p rend="indent">Ὁδευσάντων οὖν αὐτῶν ὡσεὶ μίλια δύο ἐδεήθη ὁ  ἀπόστολος τοῦ στρατηλάτου, καὶ ἀναστήσας αὐτὸν συγκαθεσθῆναι ἐποίησεν αὐτῷ, ἐπιτρέψας τῷ ἡνιόχῳ εἰς τὸν ἴδιον τόπον καθεσθῆναι. ἡνίκα δὲ ἀπῄεσαν κατὰ τὴν ὁδόν, συνέβη ἐκ τοῦ πολλοῦ καύσωνος κεκοπιακέναι τὰ ὑποζύγια καὶ μὴ δυνάμενα ὅλως σαλευθῆναι. ὁ δὲ στρατηλάτης περίλυπος γενόμενος πάνυ ἠθύμει, ἐνθυμούμενος τοῖς ἰδίοις ποσὶν δρόμῳ <pb facs="actaphilippietac00bonnuoft_0234"/> χρήσασθαικαὶ ἕτερα ὑποζύγια ἀγαγεῖν πρὸς τὴν τοῦ ὀχήματος χρείαν· ὁ δὲ ἀπόστολος εἶπεν· Μὴ ταρασσέσθω σου ἡ καρδία μηδὲ δειλιάτω, ἀλλὰ πίστευσον εἰς Ἰησοῦν Χριστὸν ὃν κατήγγειλά σοι, καὶ θαυμάσια ὄψει μεγάλα. Ἀπιδὼν δὲ εἶδεν ἀγέλην ὀνάγρων νεμομένην παρὰ τὴν ὁδόν· καὶ εἶπεν τῷ στρατηλάτῃ· Εἰ ἐπίστευσας εἰς Χριστὸν Ἰησοῦν, πορευθεὶς εἰς τὴν ἀγέλην ἐκείνην τῶν ὀνάγρων εἰπέ· λέγει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος τοῦ Χριστοῦ τοῦ νέου θεοῦ· ᾽Ελθέτωσαν ἐξ ὑμῶν τέσσαρες ὧν ἂν χρείαν ἔχωμεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="70"><p rend="indent">Ἀπῆλθεν δὲ ὁ στρατηλάτης ἔμφοβος ὤν· πολλοὶ γὰρ ὑπῆρχον· καὶ ἀπιόντος αὐτοῦ αὐτοὶ εἰς ἀπάντησιν ἤρχοντο · ἐγγὺς δὲ γενομένων εἶπεν αὐτοῖς· Κελεύει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος τοῦ νέου θεοῦ· Ἐλθέτωσαν ἐξ ὑμῶν τέσσαρες ὧν χρείαν ἔχω. Ταῦτα ἀκούσαντες οἱ ὄναγροι ὁμοθυμαδὸν δρόμῳ χρησάμενοι πρὸς αὐτὸν ἤρχοντο, ἐλθόντες δὲ προσεμένων κύνησαν αὐτόν. εἶπεν δὲ αὐτοῖς ὁ ἀπόστολος· Εἰρήνη ὑμῖν. ὑποζεύξατε τέσσαρας ἀντὶ τῶν κτηνῶν τούτων τῶν ἀποσταθέντων. Καὶ προσῆλθον ἕκαστος αὐτῶν καὶ ὑπέθλιβον ὑποζευχθῆναι. ἦσαν οὖν ἐκεῖ τέσσαρες ἰσχυρότεροι, οἳ καὶ ἐζεύχθησαν· <pb facs="actaphilippietac00bonnuoft_0235"/> οἱ δὲ ἄλλοι οἳ μὲν προῆγον, οἳ δὲ ἠκολούθουν· ὀλίγον δὲ ὁδευσάντων ἀπέλυσεν τοὺς πώλους λέγων· Ὑμῖν λέγω τοῖς συνοίκοις τῆς ἐρήμου, εἰς τὰς νομὰς ὑμῶν ἀπέλθατε· εἰ γὰρ πάντων ἔχρῃζον, πάντες ἂν συναπῄειτέ μοι. νῦν δὲ ἄπιτε εἰς τὸν χῶρον ὑμῶν ἐν ᾧ διατρίβετε. Οἳ δὲ ἀπιῄεσαν ἐν ἡσυχίᾳ ἕως οὗ ἀφανεῖς ἐγένοντο. </p></div></div></body></text></TEI>