<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="61"><p rend="indent"><label>(58)</label> τέλεσον οὖν εἰς ἡμᾶς ταῦτα ἕως τέλους, ἵνα ἔχωμεν παρρησίαν τὴν ἐν σοί· ἔπιδε εἰς ἡμᾶς, ὅτι διὰ σὲ κατελείψαμεν τοὺς οἴκους ἡμῶν καὶ τὰ γονικὰ ἡμῶν, καὶ διὰ σὲ ξένοι γεγόναμεν ἡδέως καὶ ἑκόντες· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, <pb facs="actaphilippietac00bonnuoft_0226"/> ὅτιτὴν ἰδίαν κτῆσιν κατελείψαμεν διὰ σέ, ἵνα σὲ τὴν ἀναφαίρετον κτῆσιν κτησώμεθα· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, ὅτι τοὺς διαφέροντας ἡμῖν κατὰ γένος καταλείψαμεν, ἵνα τῇ σῇ συγγενείᾳ καταμιγῶμεν· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε τοὺς καταλείψαντας τοὺς πατέρας ἑαυτῶν καὶ τὰς μητέρας καὶ τοὺς τροφέας, ἵνα τὸν σὸν πατέρα θεασώμεθα καὶ κορεσθῶμεν τῆς αὐτοῦ τροφῆς τῆς θεϊκῆς· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, διὰ σὲ γὰρ τὰς συζύγους ἡμῶν τὰς σωματικὰς κατελείψαμεν καὶ τοὺς καρποὺς ἡμῶν τοὺς ἐπιγείους, ἵνα κοινωνήσωμεν ἐκείνῃ τῇ κοινωνίᾳ τῇ παραμόνῳ καὶ ἀληθινῇ, καὶ καρποὺς ἀληθινοὺς ἀποκυήσωμεν, ὧν ἡ φύσις ἄνωθεν ὑπάρχει, ὧν οὐδεὶς ἀφελέσθαι ἐξ ἡμῶν δύνάται, οἷς παραμένομεν καὶ αὐτοὶ ἡμῖν παραμένουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="62"><head rend="center">Πρᾶξις ζ᾽ περὶ τοῦ στρατηλάτου.</head><p rend="indent">Τοῦ δὲ ἀποστόλου Ἰούδα Θωμᾶ καταγγέλλοντος ἐν πάσῃ τῇ Ἰνδίᾳ τὸν λόγον τοῦ θεοῦ στρατηλάτης τις τοῦ βασιλέως Μισδαίου ἦλθεν πρὸς αὐτόν, καὶ ἔλεγεν αὐτῷ· Ἀκήκοα περὶ σοῦ ὅτι μισθὸν παρά τινος οὐ λαμβάνεις, ἀλλ᾽ ὅπερ καὶ ἔχεις τοῖς δεομένοις παρέχεις· εἰ γὰρ μισθοὺς ἐλάμβανες, ἀπέστειλα ἂν χρῆμα ἱκανόν, καὶ αὐτὸς ἐνθάδε οὐ παρεγενόμην· ὁ γὰρ βασιλεὺς ἐκτὸς ἐμοῦ οὐδὲν διαπράττεται· πολλὰ γὰρ ὑπάρχοντά μοί εἰσιν καὶ πλούσιός εἰμι, εἷς τῶν <pb facs="actaphilippietac00bonnuoft_0227"/> ἐντῇ Ἰνδίᾳ· καὶ οὐδ᾽ ὅλως ἠδίκησά ποτέ τινα· τὸ δὲ ἐναντίον μοι συνέβη· γαμετὴν ἔχω, καὶ ἔσχον ἐξ αὐτῆς θυγατέρα, καὶ πάνυ διάκειμαι πρὸς αὐτήν, ὡς καὶ ἡ φύσις ἀπαιτεῖ, ἄλλης δὲ γυναικὸς οὐ πεπείραμαι. ἔτυχεν δὲ γάμον γενέσθαι ἐν τῇ ἡμετέρᾳ πόλει, καὶ πάνυ μοι προσφιλεῖς ἦσαν οἱ τὸν γάμον ποιοῦντες· εἰσελθόντες οὖν ἠξίουν με καλοῦντες αὐτὴν καὶ τὴν θυγατέρα αὐτῆς. ἐπεὶ οὖν πάνυ μοι φίλοι ἦσαν, οὐκ ἠδυνήθην παραιτήσασθαι· ἀπέστειλα οὖν αὐτὴν καίπερ μὴ βουλομένην ἀπελθεῖν, πολλοὺς δὲ καὶ οἰκέτας συναπέστειλα αὐταῖς. ἀπῄεσαν οὖν κόσμον πολὺν κεκοσμημέναι αὐτὴ καὶ ἡ θυγάτηρ αὐτῆς· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="63"><p rend="indent">ἐσπέρας δὲ γενομένης καὶ καιροῦ ἐστάντος ἀναλῦσαι ἀπὸ τῶν γάμων λαμπάδας καὶ δᾷδας ἔπεμψα εἰς ἀπάντησιν αὐτῶν· κἀγὼ ἐν τῇ ὁδῷ εἱστήκειν κατοπτεύων πότε ἔλθῃ καὶ θεάσομαι αὐτὴν σὺν τῇ θυγατρί μου. καὶ ἑστὼς φωνὴν ὀλολυγμοῦ ἤκουον· Οὐαὶ αὐτῇ ἐκ παντὸς στόματος ἠκούετο· οἱ δὲ δοῦλοι τὴν ἐσθῆτα ἔχοντες περιερρηγμένην ἤρχοντο πρός με ἀναγγέλλοντες τὰ γενόμενα. Εἴδομέν φησιν ἄνθρωπόν τινα καὶ παῖδα σὺν αὐτῷ· καὶ ὁ μὲν ἄνθρωπος ἐπέβαλεν αὐτοῦ τὴν χεῖρα ἐπὶ τὴν γυναῖκά σου καὶ <pb facs="actaphilippietac00bonnuoft_0228"/> ὁπαῖς ἐπὶ τὴν θυγατέρα σου, αἳ δὲ ἔφυγον ἀπ᾽ αὐτῶν· ἡμεῖς δὲ τοῖς ξίφεσιν ἐτρώσαμεν αὐτούς· τὰ δὲ ξίφη ἡμῶν εἰς γῆν ἔπεσον. καὶ αὐτῇ τῇ ὥρᾳ κατέπεσον αὐταὶ ταῖς ὀδοῦσι τρίζουσαι καὶ τὰς κεφαλὰς εἰς γῆν κρούουσαι· καὶ ταῦτα εἰδότες ἤλθομεν ἀναγγεῖλαί σοι. Ταῦτα δὲ παρὰ τῶν δούλων ἀκούσας ἐγὼ τὴν ἐσθῆτα περιέρρηξα, καὶ τὰς χεῖρας ἐπὶ τὴν ὄψιν ἐπάταξα, καὶ ὥσπερ ἐμμανὴς γενόμενος ἔτρεχον τὴν ὁδόν· καὶ ἀπελθὼν εὗρον αὐτὰς ἐρριμμένας ἐν τῇ ἀγορᾷ· καὶ λαβών αὐτὰς ἤγαγον εἰς τὴν οἰκίαν μου, καὶ μετὰ πολλὴν ὥραν ἔνηψαν, καὶ κατασταθεῖσαι ἐκαθέσθησαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="64"><p rend="indent">ἠρξάμην οὖν ἐξετάζειν τὴν γυναῖκά μου· Τί ἐστιν τὸ συμβάν σοι; Ἣ δέ μοι ἔφη· Οὐκ ἔγνως ἃ διεπράξω ἐν ἐμοί; ἐδεόμην γάρ σου μὴ ἀπιέναι εἰς τὸν γάμον, ἐπειδὴ ἀνωμάλως εἶχον τῷ σώματί μου· καὶ ἀπιοῦσα κατὰ τὴν ὁδόν, ἐγγὺς γενομένη τοῦ ἀγωγοῦ ἐν ᾧ τὸ ὕδωρ ἔρρεεν, ἔβλεπον ἄνδρα μέλανα ἑστῶτα ἀντικρύς μου, τῇ κεφαλῇ αὐτοῦ ὑπογρυλίζοντά με, καὶ παῖδα ὅμοιον αὐτοῦ παρεστῶτα. καὶ εἶπον τῇ θυγατρί μου· Ἄπιδε εἰς τοὺς ἄνδρας τούτους τοὺς δύο τοὺς δυσειδεῖς, ὧν οἱ ὀδόντες αὐτῶν ὥσπερ γάλα, τὰ δὲ χείλη αὐτῶν ὡς ἀσβόλη. Καὶ καταλείψασαι αὐτοὺς πρὸς τὸν ἀγωγὸν ἀπήλθομεν. δύσεως δὲ γενομένης καὶ ἀπὸ τῶν γάμων ἀναλύσασαι, <pb facs="actaphilippietac00bonnuoft_0229"/> διερχομένων ἡμῶν σὺν τοῖς νεανίσκοις, ἔγγιστα γενομένων τοῦ ἀγωγοῦ, ἡ θυγάτηρ μου πρότερον εἶδεν αὐτούς · καὶ διαλαθοῦσα προσέφυγέν μοι· καὶ μετὰ ταύτην κἀγὼ αὐτοὺς ἐθεασάμην ἐρχομένους κατέναντι ἡμῶν, καὶ ἐφχύγαμεν ἀπ᾽ αὐτῶν· οἱ δὲ παῖδες οἱ ὄντες μεθ᾽ ἡμῶν κρούσαντες ἡμᾶς κατέβαλον ἐμέ τε καὶ τὴν θυγατέρα μου. Καὶ ταῦτα αὐτῆς διηγησαμένης μοι ἐπῆλθον αὐταῖς πάλιν οἱ δαίμονες καὶ κατέβαλον αὐτάς· καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας προελθεῖν οὐ δύνανται ἔξω, ἐγκεκλεισμέναι οὖσαι ἐν ἑνὶ οἴκῳ ἢ δευτέρῳ. καὶ διὰ ταύτας πολλὰ ἐγὼ πάσχω καὶ ἀνιῶμαι· καταβάλλουσιν γὰρ αὐτὰς ὅπου ἐὰν εὕρωσιν καὶ ἀπογυμνοῦσιν. δέομαί σου καὶ ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ, βοήθησον καὶ ἐλέησόν με. τρία γὰρ ἔτη εἰσὶν ἀφ᾽ οὗ τράπεζα ἐν τῇ οἰκίᾳ μου οὐκ ἐτέθη καὶ ἡ γυνή μου καὶ ἡ θυγάτηρ μου εἰς τράπεζαν οὐκ ἐκάθισαν· καὶ μάλιστα διὰ τὴν θυγατέρα μου τὴν ἀθλίαν, ἣ οὐδ᾽ ὅλως τι ἀγαθὸν εἶδεν ἐν τῷ κόσμῳ τούτῳ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="65"><p rend="indent">Ταῦτα ἀκούσας ὁ ἀπόστολος παρὰ τοῦ στρατηλάτου <pb facs="actaphilippietac00bonnuoft_0230"/> πάνυἐλυπήθη περὶ αὐτοῦ· εἶπεν δὲ προς αὐτόν· Πιστεύεις ὅτι θεραπεύει αὐτὰς ὁ Ἰησοῦς; Ὁ δὲ στρατηλάτης Ναί φησιν· καὶ ὁ ἀπόστολος· Παράθου οὖν τῷ Ἰησοῦ σεαυτόν, καὶ αὐτὸς αὐτὰς θεραπεύει, ποιούμενος αὐτῶν βοήθειαν. Εἶπεν δὲ ὁ στρατηλάτης· Δεῖξόν μοι αὐτόν, ἵνα δεηθῶ αὐτοῦ καὶ πιστεύσω εἰς αὐτόν. Εἶπεν δὲ ὁ ἀπόστολος· Οὐ φαίνεται τούτοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς, ἀλλ᾽ ἐν τοῖς ὀφθαλτων  μοῖς τῆς ἐννοίας εὑρίσκεται. Ἐπάρας οὖν τὴν φωνὴν αὐτοῦ ὁ στρατηλάτης εἶπεν· Πιστεύω σοι Ἰησοῦ, καὶ δέομαί σου καὶ ἱκετεύω, βοήθησον τῇ ὀλιγοπιστίᾳ μου ᾗ εἰς σὲ ἔχω. Παρεκελεύσατο δὲ ὁ ἀπόστολος Ξενοφῶντι τῷ διακόνῳ συναγαγεῖν πάντας εἰς ἕν· συναθροισθέντος δὲ παντὸς τοῦ ὄχλου ὁ ἀπόστολος ἑστὼς ἐν μέσῳ ἔλεγεν· </p></div></div></body></text></TEI>