Τοῦ δὲ ἀποστόλου εἰς τὴν γῆν ἀφορῶντος εἷς τις τῶν οἰνοχόων ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐράπισεν αὐτόν. ἐπάρας δὲ ὁ ἀπόστολος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσσχὼν τῷ τύψαντι αὐτὸν εἶπεν· Ὁ θεός μου ἀφήσει σοι εἰς τὸν μέλλοντα αἰῶνα τὴν ἀδικίαν ταύτην, εἰς δὲ τὸν κόσμον τοῦτον δείξει αὐτοῦ τὰ θαυμάσια, καὶ θεάσομαι ἤδη τὴν χεῖρα ἐκείνην τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην. Καὶ εἰπὼν ταῦτα ἤρξατο ψάλλειν καὶ λέγειν τὴν ᾠδὴν ταύτην·| Η κόρη τοῦ φωτὸς θυγάτηρ, ᾗ ἐνέστηκε καὶ ἔγκειται τὸ ἀπαύγασμα τῶν βασιλέων τὸ γαῦρον, καὶ ἐπιτερπὲς ταύτης τὸ θέαμα, φαιδρῷ κάλλει καταυγάζουσα· ἧς τὰ ἐνδύματα ἔοικεν ἐαρινοῖς ἄνθεσιν, ἀποφορὰ δὲ εὐωδίας ἐξ αὐτῶν διαδίδοται· καὶ ἐν τῇ κορυφῇ ἵδρυται ὁ βασιλεύς, τρέφων τῇ ἑαυτοῦ ἀμβροσίᾳ τοὺς ἐπ᾽ αὐτὸν ἱδρυμένους· ἔγκειται δὲ ταύτης τῇ κεφαλῇ ἀλήθεια, χαρὰν δὲ τοῖς ποσὶν αὐτῆς ἐμφαίνει· ἧς τὸ στόμα ἀνέῳκται καὶ πρεπόντως αὐτῇ· τριάκοντα καὶ δύο εἰσὶν οἱ ταύτην ὑμνολογοῦντες· ἧς ἡ γλῶττα παραπετάσματι ἔοικεν τῆς θύρας ὃ ἐκτινάσσεται τοῖς εἰσιοῦσιν· ἧς ὁ αὐχὴν εἰς τύπον βαθμῶν ἔγκειται ὧν ὁ πρῶτος δημιουργὸς ἐδημιούργησεν, αἱ δὲ δύο αὐτῆς χεῖρες σημαίνουσιν καὶ ὑποδεικνύουσιν τὸν χορὸν τῶν εὐδαιμόνων αἰώνων κηρύσσοντες, οἱ δὲ δάκτυλοι αὐτῆς τὰς πύλας τῆς πόλεως ὑποδεικνύουσιν· ἧς ὁ παστὸς φωτεινός, ἀποφορὰν ἀπὸ βαλσάμου καὶ παντὸς ἀρώματος διαπνέων, ἀναδιδούςτε ὀσμὴν ἡδεῖαν σμύρνης τε καὶ φύλλου, ὑπέστρωνται δὲ ἐντὸς μυρσίναι καὶ ἀνθέων παμπόλλων ἡδυπνόων, αἱ δὲ κλειστάδες ἐν καλάμοις κεκόσμηνται. περιεστοιχισμένην δὲ αὐτὴν ἔχουσιν οἱ ταύτης νυμφίοι, ὧν ὁ ἀριθμὸς ἕβδομός ἐστιν, οὓς αὐτὴ ἐξελέξατο· αἱ δὲ ταύτης παράνυμφοί εἰσιν ἑπτά, οἳ ἔμπροσθεν αὐτῆς χορεύουσιν· δώδεκα δέ εἰσιν τὸν ἀριθμὸν οἱ ἔμπροσθεν αὐτῆς ὑπηρετοῦντες καὶ αὐτῇ ὑποκείμενοι, τὸν σκοπὸν καὶ τὸ θέαμα εἰς τὸν νυμφίον ἔχοντες, ἵνα διὰ τοῦ θεάματος αὐτοῦ φωτισθῶσιν· καὶ εἰς τὸν αἰῶνα σὺν αὐτῷ ἔσονται εἰς ἐκείνην τὴν χαρὰν τὴν αἰώνιον, καὶ ἔσονται ἐν τῷ γάμῳ ἐκείνῳ ἐν ᾧ οἱ μεγιστᾶνες συναθροίζονται, καὶ παραμενοῦσιν τῇ εὐωχίᾳ ἧς οἱ αἰώνιοι καταξιοῦνται, καὶ ἐνδύσονται βασιλικὰ ἐνδύματα καὶ ἀμφιάσονται στολὰς λαμπράς, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἔσονται ἀμφότεροι, καὶ δοξάσουσι τὸν πατέρα τῶν ὅλων· οὗ τὸ φῶς τὸ γαῦρον ἐδέξαντο, καὶ ἐφωτίσθησαν ἐν τῇ θέα τοῦ δεσπότου αὐτῶν, οὗ τὴν ἀμβροσίαν βρῶσιν ἐδέξαντο μηδὲν ὅλως ἀπουσίαν ἔχουσαν, ἔπιον δὲ καὶ ἀπὸ | τοῦ οἴνου τοῦ μὴ δίψαν αὐτοῖς παρέχοντος καὶ ἐπιθυμίαν· ἐδόξασαν δὲ καὶ ὕμνησαν σὺν τῷ ζῶντι πνεύματι τὸν πατέρα τῆς ἀληθείας καὶ τὴν μητέρα τῆς σοφίας. Καὶ ὅτε ὕμνησεν καὶ ἐτέλεσεν τὴν ᾠδὴν ταύτην, πάντες οἱ ἐκεῖ παρόντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ ἡσύχαζεν· ἀπέβλεπον δὲ καὶ τὸ εἶδος αὐτοῦ ἐναλλαγέν, τὰ δὲ ὑπ᾽ αὐτοῦ λεχθέντα οὐκ ἐνόουν, ἐπειδὴ αὐτὸς Ἑβραῖος ἦν καὶ τὰ λεχθέντα ὑπ᾽ αὐτοῦ ἑβραϊστὶ ἐλέχθη· ἡ δὲ αὐλήτρια πάντα ἤκουσεν μόνη, Ἑβραία γὰρ ἦν τῷ γένει· καὶ ἀποστᾶσα ἀπ᾽ αὐτοῦ ηὔλει τοῖς ἄλλοις, εἰς αὐτὸν δὲ τὰ πολλὰ ἀφεώρα καὶ ἀπέβλεπεν· πάνυ γὰρ ἠγάπησεν αὐτὸν ὡς ἄνθρωπον ὁμόεθνον αὐτῆς· ἦν δὲ καὶ τῇ ἰδέᾳ ὡραῖος ὑπὲρ πάντας τοὺς ἐκεῖσε ὄντας. καὶ ὅτε ἐτέλεσεν ἡ αὐλήτρια πάντας καὶ αὐλήσασα, ἄντικρυς αὐτοῦ ἐκαθέσθη, ἀφορῶσα καὶ ἀτενίζουσα εἰς αὐτόν· αὐτὸς δὲ ὅλως εἰς οὐδένα ἀφεώρα οὐδὲ προσεῖχέν τινι, εἰ μὴ μόνον εἰς τὴν γῆν ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ προσεῖχεν, προσδεχόμενος πότε ἀναλύσῃ ἐκεῖθεν. ὁ δὲ οἰνοχόος ἐκεῖνος ὁ ῥαπίσας αὐτὸν κατῆλθεν εἰς τὴν πηγὴν ἀντλῆσαι ὕδωρ· ἔτυχεν δὲ ἐκεῖ εἶναι λέοντα, καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφῆκεν κεῖσθαι ἐν τῷ τόπῳ κατακόψας τὰ μέλη αὐτοῦ· κύνες δὲ εὐθὺς ἔλαβον τὰ μέλη αὐτοῦ, ἐν οἷς καὶ εἷς μέλας κύων τὴν δεξιὰν αὐτοῦ χεῖρα τῷ στόματι κρατῶν εἰς τὸν τόπον τοῦ συμποσίου εἰσήνεγκεν. Ἰδόντες δὲ ἐξεπλάγησαν πάντες, ἐξετάζοντες ὅτι τίς ἐστιν ὁ ἐξ αὐτῶν ἀπολειφθείς. ὡς δὲ φανερὸν ἐγένετο ὅτι τοῦ οἰνοχόου ἐστὶν ἡ χεὶρ τοῦ πατάξαντος τὸν ἀπόστολον, ἡ αὐλήτριατοὺς αὐλοὺς αὐτῆς κατεάξασα ἔρριψεν, καὶ πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἀπελθοῦσα ἐκαθέσθη λέγουσα ὅτι Οὗτος ὁ ἄνθρωπος ἢ θεός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ· ἐγὼ γὰρ ἤκουσα ἑβραϊστὶ εἰπόντος τῷ οἰνοχόῳ ὅτι Ἤδη θεάσομαι τὴν χεῖρα τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην· Ὅπερ καὶ ὑμεῖς ἐθεάσασθε νῦν· ὡς γὰρ εἶπεν οὕτως καὶ συνέβη. Καὶ τινὲς μὲν ἐπίστευον αὐτῇ, τινὲς δὲ οὔ. ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα προσελθὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀναστὰς ἐλθὲ μετ᾽ ἐμοῦ καὶ εὖξαι ὑπὲρ τῆς θυγατρὸς μου· μονογενῆ γὰρ αὐτὴν ἔχω, καὶ σήμερον αὐτὴν ἐκδίδωμι. Ὁ δὲ ἀπόστολος οὐκ ἐβούλετο συναπελθεῖναὐτῷ· οὐδέπω γὰρ ἦν ἐκεῖ αὐτῷ ὁ κύριος ἀποκαλυφθείς· ὁ δὲ βασιλεὺς ἄκοντα αὐτὸν ἀπήγαγεν εἰς τὸν νυμφῶνα, ὅπως εὔξηται ὑπὲρ αὐτῶν. Στὰς δὲ ὁ ἀπόστολος ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ κύριός μου καὶ ὁ θεός μου, ὁ συνοδοιπόρος τῶν αὐτοῦ δούλων, ὁ ὁδηγῶν καὶ εὐθύνων τοὺς εἰς αὐτὸν πιστεύοντας, ἡ καταφυγὴ καὶ ἡ ἀνάπαυσις τῶν τεθλιμμένων, ἡ ἐλπὶς τῶν πενήτων καὶ λυτρωτὴς τῶν αἰχμαλώτων, ὁ ἰατρὸς τῶν ἐν νόσῳ κατακειμένων ψυχῶν καὶ σωτὴρ πάσης κτίσεως, ὁ τὸν κόσμον ζωοποιῶν καὶ τὰς ψυχὰς ἐνδυναμῶν, σὺ ἐπίπλήσσομαι, στασαι τὰ μέλλοντα, ὃς καὶ δι᾽ ἡμῶν τελειοῖς αὐτά· σὺ κύριε ὁ ἀποκαλύπτων μυστήρια ἀπόκρυφα καὶ ἐκφαίνων λόγους ἀπορρήτους ὄντας· σὺ εἶ κύριε ὁ φυτουργὸς τοῦ ἀγαθοῦ δένδρου, καὶ διὰ τῶν σῶν χειρῶν πάντα τὰ ἀγαθὰ ἔργα ἀπογεννᾶται· σὺ εἶ κύριε ὁ ἐν πᾶσιν ὢν καὶ διερχόμενος διὰ πάντων καὶ ἐγκείμενος πᾶσι τοῖς ἔργοις σου καὶ διὰ τῆς πάντων ἐνεργείας φανερούμενος· Ἰησοῦ Χριστὲ ὁ τῆς εὐσπλαγχνίας υἱὸς καὶ τέλειοςσωτήρ, Χριστὲ υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἡ δύναμις ἡ ἀπτόητος ἡ τὸν ἐχθρὸν καταστρέψασα, καὶ ἡ φωνὴ ἡ ἀκουσθεῖσα τοῖς ἄρχουσιν, ἡ σαλεύσασα τὰς ἐξουσίας αὐτῶν ἁπάσας, ὁ πρεσβευτὴς ὁ ἀπὸ τοῦ ὕψους ἀποσταλεὶς καὶ ἕως τοῦ ᾅδου καταντήσας, ὃς καὶ τὰς θύρας ἀνοίξας ἀνήγαγες ἐκεῖθεν τοὺς ἐγκεκλεισμένους πολλοῖς χρόνοις ἐν τῷ τοῦ σκότους ταμιείῳ, καὶ τούτοις τὴν ἄνοδον ὑποδείξας τὴν εἰς τὸ ὕψος ἀνάγουσαν· δέομαί σου κύριε Ἰησοῦ, ἱκετηρίαν σοι προσφέρων ὑπὲρ τῶν νεωτέρων τούτων, ἵνα τὰ βοηθοῦντα αὐτοῖς καὶ συμβαλλόμενα καὶ συμφέροντα ποιήσῃς. Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας αὐτοῦ καὶ εἰπὼν Ὁ κύριος ἔσται μεθ᾽ ὑμῶν, κατέλιπεν αὐτοὺς ἐν τῷ τόπῳ καὶ ἀπῆλθεν.