<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="56"><p rend="indent"><label>(53)</label> Ἀπήγαγεν δέ με εἰς ἄλλο χάσμα, καὶ παρακύψασα εἶδον βόρβορον καὶ σκώληκας ἀναβρύοντας, καὶ ψυχὰς ἐκεῖ κυλιομένας, καὶ βρυγμὸν μέγαν ἐκεῖθεν ἐξ αὐτῶν ἀκουόμενον. καὶ εἶπεν πρός με ὁ ἄνθρωπος ἐκεῖνος· Αὗται αἱ ψυχαὶ γυναικῶν εἰσιν αἱ καταλείψασαι τοὺς ἄνδρας αὐτῶν καὶ εἰς ἄλλους μοιχεύσασαι καὶ εἰς ταύτην τὴν βάσανον ἐνεχθεῖσαι. Ἄλλο μοι χάσμα ἔδειξεν, εἰς ὃ παρακύψασα εἶδον ψυχὰς τὰς μὲν κρεμαμένας διὰ τῆς γλώττης, τὰς δὲ διὰ τῶν πλοκάμων, τὰς δὲ διὰ τῶν χειρῶν, τὰς δὲ διὰ τῶν ποδῶν κατὰ κεφαλῆς, καὶ καπνὸν καὶ θεῖον καπνιζομένας· περὶ ὧν ἀπεκρίνατό μοι ὁ ἀνὴρ ἐκεῖνος ὁ σὺν ἐμοὶ ὤν· Αἱ μὲν ψυχαὶ αὗται αἱ κρεμασθεῖσαι διὰ τῆς γλώσσης διάβολοί εἰσιν, καὶ ψευδεῖς λόγους καὶ αἰσχροὺς φθεγγόμεναι, καὶ μὴ αἰδούμεναι· αἱ δὲ διὰ τῶν τριχῶν κρεμάμεναι ἄχρωμοί εἰσιν αἱ μηδ᾽ ὅλως αἰδούμεναι <pb facs="actaphilippietac00bonnuoft_0221"/> καὶγυμνοκέφαλοι ἐν τῷ κόσμῳ περιάγουσαι· αἱ δὲ δια τῶν χειρῶν κρεμασθεῖσαι αὗταί εἰσιν αἱ τὰ ἀλλότρια ἀφελόμεναι καὶ κλέψασαι, καὶ μετρίοις μὴ ἐπιδοῦσαι μηδέποτε μηδέν, μηδὲ ἐπαρκήσασαι τοῖς τεθλιμμένοις, ἀλλὰ τοῦτο ἐποίουν τὰ πάντα λαμβάνειν θέλουσαι, καὶ μηδὲ ὅλως τῆς δίκης καὶ τῆς νομοθεσίας φροντίδα ποιησάμεναι· αἱ δὲ διὰ τῶν ποδῶν διάστροφοι κρεμάμεναι αὗταί εἰσιν αἱ κούφως μὲν καὶ προθύμως τρέχουσαι ὁδοῖς πονηραῖς καὶ πορείαις ἀτάκτοις, νοσοῦντας μὴ ἐπισκεπτόμεναι καὶ τοὺς ἐξιόντας τοῦ βίου μὴ προκομίζουσαι, καὶ διὰ τοῦτο μία καὶ ἑκάστη ψυχὴ ἀπολαμβάνει τὰ πεπραγμένα αὐτῇ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="57"><p rend="indent"><label>(54)</label> Πάλιν ἀπαγαγών με ὑπέδειξέν μοι ἄντρον πάνυ σκοτεινόν, δυσωδίαν πολλὴν ἀποπνέον, πολλαὶ δὲ ψυχαὶ ἐκεῖθεν παρέκυπτον βουλόμεναι τοῦ ἀέρος τι μεταλαμβάνειν, οἱ δὲ τούτων φύλακες οὐκ εἴων αὐτὰς παρακύπτειν. ὁ δὲ συνών μοι εἶπε· Tοῦτό ἐστιν τὸ δεσμωτήριον τούτων τῶν ψυχῶν ὧν εἶδες· ἐπὰν γὰρ πληρώσωσι τὰς κολάσεις αὐτῶν ὧν μία ἑκάστη ἔπραξεν, ὕστερον ἄλλαι αὐτὰς διαδέχονται· εἰσὶν δὲ καί τινες τελείως καταναλισκόμεναι, καὶ εἰς ἄλλας κολάσεις παραδίδονται. Ἔλεγον δὲ τῷ ἀνδρὶ τῷ παραλαβόντι με ἐκεῖνοι οἱ τὰς ψυχὰς φρουροῦντες τὰς οὔσας ἐν τῷ σκοτεινῷ ἄντρῳ· Δὸς ἡμῖν αὐτήν, ἵνα εἰσαγάγωμεν αὐτὴν πρὸς τὰς ἄλλας, ἕως <pb facs="actaphilippietac00bonnuoft_0222"/> ὅτεκαιρὸς ἐφίσταται εἰς κόλασιν αὐτὴν παραδοθῆναι. Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς· Οὐ δίδωμι αὐτὴν ὑμῖν, ἐπειδὴ γὰρ φοβοῦμαι τὸν παραδόντα μοι αὐτήν· οὐ γὰρ ἐκελεύσθην ἐνθάδε αὐτὴν καταλεῖψαι· σὺν ἐμοὶ δέ ἀνάγω αὐτήν, ἕως ἂν ἐντολὴν περὶ ταύτης δέξωμαι. Καὶ παραλαβών με ἀνήγαγέν με εἰς ἄλλον χῶρον, ἐν ᾧ ἦσαν ἄνθρωποι οἳ ἐβασανίζοντο πικρῶς. ὁ δέ σοι ὅμοιος λαβών μέ σοι παρέδωκεν, λέξας σοι ταῦτα· Παράλαβε ταύτην, ἐπειδὴ μία ἐστὶν τῶν θρεμμάτων τῶν πλανηθέντων. Καὶ ληφθεῖσα ὑπὸ σοῦ νῦν ἔμπροσθέν σού εἰμι. δέομαί σου οὖν καὶ ἱκετεύω ἵνα μὴ ἀπέλθω εἰς ἐκείνους τοὺς τόπους τοὺς κολαστηρίους οὓς εἶδον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="58"><p rend="indent"><label>(55)</label> Ὁ δὲ ἀπόστολος εἶπεν· Ἠκούσατε ἃ διηγήσατο ἡ γυνὴ αὕτη· οὐκ εἰσὶν δὲ μόνον αὗται αἱ κολάσεις, ἀλλὰ καὶ ἄλλαι χείρονες τούτων· καὶ ὑμεῖς δὲ ἐὰν μὴ ἐπιστραφῆτε ἐπὶ τὸν θεὸν τοῦτον ὃν κηρύσσω, καὶ ἀπόσχησθε ἀπὸ τῶν προτέρων ἔργων ὑμῶν καὶ τῶν πράξεων ὧν διεπράξασθε χωρὶς γνώσεως, εἰς ταύτας τὰς κολάσεις τὸ τέλος ὑμῶν ἕξετε. πιστεύσατε οὖν εἰς Χριστὸν Ἰησοῦν, καὶ ἀφίησιν ὑμῖν τὰ πρὸ τούτου πεπραγμένα ἁμαρτήματα, καὶ καθαρίσει ὑμᾶς ἀπὸ <pb facs="actaphilippietac00bonnuoft_0223"/> πασῶντῶν ἐπιθυμήσεων ὑμῶν τῶν σωματικῶν τῶν ἐν τῇ γῇ μενουσῶν, καὶ ἰάσεται ὑμᾶς ἀπὸ τῶν σφαλμάτων τῶν παρεπομένων καὶ σὺν ὑμῖν ἀπιόντων καὶ πρὸ ὑμῶν εὑρισκομένων. εἷς ἕκαστος οὖν ὑμῶν ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσασθε τὸν νέον, τὴν δὲ πρώτην ὑμῶν ἀναστροφὴν καὶ πολιτείαν καταλείψατε· καὶ οἰ κλέπτοντες μηκέτι κλεπτέτωσαν, ἀλλὰ κάμνοντες καὶ ἐργαζόμενοι ζήτωσαν· οἱ δὲ μοιχοὶ μηκέτι πορνευέτωσαν, ἵνα μὴ ἐκδότους ἑαυτοὺς τῇ αἰωνίᾳ κολάσει παραδώσωσιν· ἡ γὰρ μοιχεία παρὰ τῷ θεῷ πάνυ χαλεπόν ἐστιν παρὰ τὰ ἄλλα κακά. ἀπόθεσθε δὲ καὶ τὴν πλεονεξίαν καὶ τὸ ψεῦδος καὶ τὴν μέθην καὶ τὴν διαβολὴν καὶ κακὸν ἀντὶ κακοῦ μὴ ἀποδίδετε. ταῦτα γὰρ πάντα ξένα εἰσὶν τῷ θεῷ τῷ ὑπ᾽ ἐμοῦ κηρυσσομένῳ καὶ ἀλλότρια· ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πίστει πολιτεύσασθε καὶ τῇ πρᾳότητι καὶ τῇ ἁγιωσύνῃ καὶ τῇ ἐλπίδι, ἐν ᾗ ὁ θεὸς χαίρει, ὅπως γένησθε αὐτοῦ οἰκεῖοι, προσδεξάμενοι παρ᾽ αὐτοῦ τὰ χαρίσματα ἃ ὀλίγοι καὶ ἔνιοι δέχονται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="59"><p rend="indent"><label>(56)</label> Πᾶς οὖν ὁ λαὸς ἐπίστευσεν, καὶ τὰς ἑαυτῶν ψυχὰς πειθηνίους παρέσχον τῷ θεῷ τῷ ζῶντι καὶ τῷ Χριστῷ Ἰησοῦ, εὐωχούμενοι ἐν τοῖς ἔργοις αὐτοῦ τοῖς εὐλογημένοις <pb facs="actaphilippietac00bonnuoft_0224"/> τοῦὑψίστου καὶ τῇ διακονίᾳ αὐτοῦ τῇ ἁγία. ἐκόμιζον δὲ χρήματα πολλὰ εἰς διακονίαν τῶν χηρῶν· εἶχεν γὰρ ἐν ταῖς πόλεσιν συνηθροισμένας, καὶ πάσας αὐτὰς διὰ τῶν ἰδίων διακόνων ἀπέστελλεν τὰ ἐπιτήδεια, τά τε ἐνδύματα καὶ τὰ πρὸς τὴν τροφήν. αὐτὸς δὲ οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων αὐτοῖς καὶ ὑποδεικνύων ὅτι οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς περὶ οὗ αἱ γραφαὶ ἐκήρυξαν, ὃς ἐλθὼν σταυροῦται καὶ ἐγείρεται διὰ τριῶν ἡμερῶν ἐκ νεκρῶν. ὑπεδείκνυεν δὲ αὐτοῖς δεύτερον σαφηνίζων ἀπὸ τῶν προφητῶν ἀρξάμενος τὰ περὶ τοῦ Χριστοῦ, ὅτι ἔδει αὐτὸν ἐλθεῖν καὶ ἐν αὐτῷ τελεσθῆναι πάντα τὰ προριστοῦμεν λεχθέντα περὶ αὐτοῦ. διέδραμεν δὲ ἡ τούτου φήμη εἰς πάσας τὰς πόλεις καὶ χώρας, καὶ πάντες οἱ ἔχοντες νοσοῦντας ἢ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων προσέφερον, οὓς δὲ καὶ ἐν τῇ ὁδῷ ἐτίθουν ἐν ᾗ ἔμελλεν διελθεῖν, καὶ πάντας ἐν τῇ δυνάμει τοῦ κυρίου ἐθεράπευεν. τότε εἶπον πάντες ὁμοθυμαδὸν οἱ δι᾽ αὐτοῦ ἰαθέντες μίᾷ φωνῇ· Δόξα σοι Ἰησοῦ τῷ τὴν θεραπείαν ἐξ ἴσου παρασχόντι διὰ τοῦ σοῦ δούλου <pb facs="actaphilippietac00bonnuoft_0225"/> καὶἀποστόλου Θωμᾶ. καὶ ὑγιαίνοντες καὶ χαίροντες δεόμεθά σου γενέσθαι τῆς σῆς ἀγέλης καὶ ἐναριθμηθῆναι εἰς τὰ σὰ πρόβατα· δέξαι οὖν ἡμᾶς κύριε καὶ μὴ λογίσῃ ἡμῶν τὰ παραπτώματα ἡμῶν καὶ τὰ πρῶτα σφάλματα ἃ διεπραξαμεθα ἐν ἀγνοίᾳ ὄντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="60"><p rend="indent"><label>(57)</label> Ὁ δὲ ἀπόστολος εἶπεν· Δόξα τῷ μονογενεῖ τῷ ἀπο τοῦ πατρός, δόξα τῷ πρωτοτόκῳ τῶν πολλῶν ἀδελφῶν, δόξα σοι τῷ ἐπαμύντορι καὶ βοηθῷ τῶν εἰς τὸ καταφύγιόν σου ἐρχομένων· ὁ ἄυπνος καὶ τοὺς ἐν ὕπνῳ διεγείρων, ὁ ζῶν καὶ ζωοποιῶν τοὺς ἐν τῷ θανάτῳ κατακειμένους· θεὲ Ἰησοῦ Χριστέ, τοῦ θεοῦ τοῦ ζῶντος υἱέ, ὁ λυτρωτὴς καὶ βοηθός, ἡ καταφυγὴ καὶ ἀνάπαυσις πάντων τῶν καμνόντων ἐν τῇ σῇ ἐργασίᾳ, ἴασιν δὲ παρέχων ἐκείνοις τοῖς διὰ τὸ σὸν ὄνομα ὑποφέρουσιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα· εὐχαριστοῦμεν τοῖς παρὰ σοῦ χαρίσμασιν δοθεῖσιν ἡμῖν καὶ τῇ παρὰ σοῦ βοηθείᾳ χαρισθεῖσιν ἡμῖν καὶ τῇ οἰκονομίᾳ σου τῇ ἐλθούσῃ ἀπὸ σοῦ εἰς ἡμᾶς. </p></div></div></body></text></TEI>