Πρᾶξις ς´ περὶ τοῦ νεανίσκου τοῦ φονεύσαντος τὴν κόρην. (48) Ἦν δέ τις νεανίσκος διαπραξάμενος πρᾶγμα ἀθέμιτον, προσελθὼν δὲ ἔλαβεν τῆς εὐχαριστίας τῷ ἰδίῳ στόματι, αἱ δὲ δύο χεῖρες αὐτοῖ ἐξηράνθησαν, ὡς μὴ δύνασθαι μηκέτι προσαγαγεῖν τῷ ἰδίῳ στόματι. οἱ δὲ παρόντες ἰδόντες αὐτὸν ἀνήγγειλαν τῷ ἀποστόλῳ τὸ συμβάν· καλέσας δέ ὁ ἀπόστολος εἶπεν αὐτῷ· Λέξον μοι τέκνον καὶ μὴ αἰδεσθῇς, τί ὃ διεπράξω καὶ ὧδε ἦλθες· ἡ γὰρ εὐχαριστία τοῦ κυρίου ἤλεγξέν σε. τοῦτο γὰρ τὸ χάρισμα εἰς πολλοὺς διερχόμενον μάλιστα μὲν τοὺς διὰ πίστεως καὶ ἀγάπης προσιόντας ἰᾶται, σὲ δὲ ἀπεξήρανεν, καὶ τὸ γενόμενον οὐ χωρὶς ἐνεργείας τινὸς γέγονεν. Ὁ δὲ νέος ἐλεγχθεὶς ὑπὸ τῆς εὐχαριστίας τοῦ κυρίου προσελθὼν προσέπεσεν τοῖς ποσὶν τοῦ ἀποστόλου καὶ ἐδέετο λέγων· Κακὸν πρᾶγμα πέπρακταί μοι· ἐνόμιζον γὰρ τι καλὸν διαπράττεσθαι. γυναικός τινος ἤρων οἰκούσης ἔξω τῆς πόλεως ἐν πανδοχείῳ, καὶ αὐτὴ δ᾽ ἐμὲ ἐφίλει. ἀκούσας δὲ ἐγὼ παρὰ σοῦκαὶ πιστεύσας ὅτι θεὸν ζῶντα καταγγέλλεις προσῆλθον καὶ τὴν σφραγῖδα ἐδεξάμην παρὰ σοῦ σὺν τοῖς ἄλλοις· ἔλεγες δὲ· Ὅς ἐὰν κοινωνήσῃ τῇ μιαρᾷ μείξει, μάλιστα καὶ ἐν μοιχεία, οὗτος οὐχ ἕξει ζωὴν παρὰ τῷ θεῷ ᾧ κηρύσσω. Ἐπεὶ οὖν πάνυ αὐτὴν ἠγάπουν, ἐδεόμην αὐτῆς καὶ ἔπειθον ἵνα σύνοικός μοι γένηται ἐν ἁγνείᾳ καὶ πολιτείᾳ καθαρᾷ, ἣν σὺ αὐτὸς διδάσκεις· ἣ δὲ οὐκ ἐβούλετο. μὴ βουλομένης οὖν αὐτῆς λαβὼν ξίφος ἐθανάτωσα αὐτήν· οὐ γὰρ ἠδυνάμην αὐτὴν ὁρᾶν μετ᾽ ἄλλου μοιχευομένην. (49) Ταῦτα ὁ ἀπόστολος ἀκούσας εἶπεν· Ὦ μανιώδης μεῖξις, πῶς εἰς ἀναισχυντίας χωρεῖς; ὦ ἐπιθυμία ἀκατάσχετε, πῶς τοῦτον ἐκίνησας ταῦτα ποιῆσαι; ὦ ἔργον ὄφεως, πῶς ἐν τοῖς σοῖς ὀργίζῃ; Ἐκέλευσεν δὲ ὁ ἀπόστολος ὕδωρ αὐτῷ προσενεχθῆναι ἐν λεκάνῃ. τοῦ δὲ ὕδατος προσενεχθέντος εἶπεν· Ἔλθετε τὰ ὕδατα ἀπὸ τῶν ὑδάτων τῶν ζώντων, τὰ ὄντα ἀπὸ τῶν ὄντων καὶ ἀποσταλέντα ἡμῖν· ἡ ἀνάπαυσις ἡ ἀπὸ τῆς ἀναπαύσεως ἀποσταλεῖσα ἡμῖν, ἡ δύναμις τῆς σωτηρίας ἡ ἀπὸ τῆς δυνάμεως ἐκείνης ἐρχομένη τῆς τὰ πάντα νικώσης καὶ ὑποτασσούσης τῷ ἰδίῳ θελήματι, ἐλθὲ καὶ σκήνωσον ἐν τοῖς ὕδασι τούτοις, ἵνα τὸ χάρισμα τοῦ ἁγίου πνεύματος τελείως ἐν αὐτοῖς τελειωθῇ. Καὶ εἶπεν τῷ νεωτέρῳ· Ἄπελθε, νίψαι σου τὰς χεῖρας ἐν τοῖς ὕδασι τούτοις. Καὶ νιψαμένου αὐτοῦκατεστάθησαν, καὶ εἶπεν αὐτῷ ὁ ἀπόστολος· Πιστεύεις εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅτι πάντα δύναται ποῆσαι; Ὃ δὲ εἶπεν· Εἰ καὶ ἐλάχιστος τυγχάνω, πιστεύω. ἀλλὰ τοῦτο διεπραξάμην οἰόμενός τι καλὸν ποιεῖν· ἐδεόμην γὰρ αὐτῆς, ὥσπερ καὶ εἶπόν σοι, ἣ δὲ οὐκ ἠβουλήθη πεισθῆναί μοι ἵνα ἑαυτὴν φυλάξῃ ἁγνήν. (50) Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῦρο ἀπελθωμεν εἰς τὸ πανδοχεῖον ὅπου τοῦτο τὸ ἔργον διεπράξω, καὶ ἴδωμεν τὸ γεγονός. Προηγεῖτο δὲ ὁ νεώτερος τοῦ ἀποστόλου εἰς τὴν ὁδόν· γενόμενοι δὲ ἐν τῷ πανδοχείῳ εὗρον αὐτὴν κειμένην. ἰδὼν δὲ αὐτὴν ὁ ἀπόστολος ἠθύμησεν· κόρη γὰρ ἦν εὔμορφος. καὶ ἐκέλευσεν αὐτὴν ἐνεχθῆναι ἐν τῷ μέσῳ τοῦ ξενοδοχείου. ἐπιθέντες δὲ αὐτὴν εἰς κράββατον ἐξήνεγκαν καὶ ἔθηκαν εἰς τὸ μέσον τῆς αὐλῆς τοῦ πανδοχείου. ἐπέθηκεν δὲ αὐτῇ τὴν χεῖρα αὐτοῦ ὁ ἀπόστολος καὶ ἤρξατο λέγειν· Ἰησοῦ, ὃς πάντοτε φαίνῃ ἡμῖν, τοῦτο γὰρ βούλει, ἡμᾶς πάντοτε σὲ ἐπιζητεῖν, καὶ αὐτὸς ἡμῖν ἔδωκας ταύτην τὴν ἐξουσίαν τοῦ αἰτεῖσθαι καὶ λαμβάνειν, καὶ οὐ μόνον τοῦτο ἐπέτρεψας, ἀλλὰ καὶ τὸ εὔξασθαι ἡμᾶς ἐδίδαξας· ὁ οὐχ ὁρώμενος παρὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς, τοῖς δὲ τῆς ψυχῆς ἡμῶν οὐδ᾽ ὅλως ἀποχρυπτόμενος, καὶ τῇ μὲν ἰδέᾳ ἀπόκρυφος, τοῖς δὲ ἔργοις φανερούμενος ἡμῖν· καὶ ταῖς μὲν πράξεσί σου ταῖς πολλαῖς καθὼς χωροῦμεν ἐπεγνώκαμέν σε, αὐτὸς δὲ ἀμέτρως δέδωκας ἡμῖν τὰ δόματά σου εἰπών· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· Δεόμεθα οὖν ὑποψίαν ἔχοντες τῶν ἁμαρτημάτων ἡμῶν· αἰτοῦμεν δέ σε οὐ πλοῦτον, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐκ ἄλλο τι τῶν ἀπὸ τῆς γῆς γινομένων καὶ πάλιν εἰς τὴν γῆν χωρούντων, ἀλλὰ τοῦτο δεόμεθά σου καὶ παρακαλοῦμεν, ἵνα ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ ἐγείρῃς ταύτην τὴν κειμένην ἐν τῇ σῇ δυνάμει εἰς δόξαν καὶ πίστιν τῶν παρεστώτων. (51) Καὶ εἶπεν τῷ νεωτέρῳ σφραγίσας αὐτόν· Ἄπελθε καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς εἰπὲ αὐτῇ· Ἐγὼ διὰ τῶν ἐμῶν χειρῶν σιδήρῳ σε ἐφόνευσα, καὶ ἐν ταῖς ἐμαῖς χερσὶν ἐπὶ τῇ πίστει Ἰησοῦ ἐγείρω σε. Προσελθὼν οὖν ὁ νέος παβλέπουσα ῥέστη αὐτῇ λέγων· Ἐπίστευσα ἐπὶ σὲ Χριστὲ Ἰησοῦ. Καὶ ἀπιδὼν εἰς Ἰούδαν θωμᾶν τὸν ἀπόστολον εἶπεν αὐτῷ· Ἔπευξαί μοι ἵνα ὁ κύριός μου εἰς τὴν βοήθειάν μου ἔλθῃ, ὃν καὶ ἐπιλειωθῇ καλοῦμαι. Καὶ ἐπιθεὶς τὴν χεῖρα αὐτοῦ τῇ αὐτῆς χειρὶ εἶπεν· Ἐλθὲκύριε Ἰησοῦ Χριστέ· ταύτῃ μὲν παράσχου τὴν ζωήν, ἐμοὶ δὲ τῆς πίστεώς σου τὸν ἀρραβῶνα. Καὶ εὐθέως ἑλκύσαντος αὐτοῦ τὴν χεῖρα αὐτῆς ἀναπηδήσασα ἐκαθέσθη, ἀποβλέπουσα εἰς τὸν πολὺν ὄχλον τὸν παρεστῶτα· εἶδεν δὲ καὶ τὸν ἀπόστολον ἄντικρυς αὐτῆς ἑστῶτα, καὶ καταλιποῦσα τὸν κράββατον ἐκπηδήσασα πρὸς τοῖς ποσὶν αὐτοῦ ἔπεσεν καὶ τῶν ἐνδυμάτων αὐτοῦ ἥπτετο λέγουσα· Δέομαί σου κύριέ μου, ποῦ ἐστιν ἐκεῖνος ὁ ἄλλος ὁ συνών σοι, ὸς οὐκ ἐγκατέλιπέν με παραμεῖναι εἰς ἐκεῖνον τὸν χῶρον τὸν δεινὸν καὶ χαλεπόν, ἀλλὰ σοί με παρέδωκεν εἰπών· Σὺ ταύτην παράλαβε ἵνα τελειωθῇ καὶ μετὰ ταῦτα εἰς τὸν αὐτῆς χῶρον συναχθῇ; (52) Ὁ δὲ ἀπόστολός φησιν πρὸς αὐτήν· Ἐξήγησαι ἡμῖν ποῦ παρεγένου. Ἣ δὲ ἀπεκρίνατο· Σὺ ὁ σὺν ἐμοὶ ὤν, ᾧ καὶ παρεδόθην, βούλει ἀκοῦσαι; Καὶ ἤρξατο λέγειν· Ἄνθρωπός τις παρέλαβέν με ἀπεχθὴς τῇ ἰδέᾳ, μέλας ὅλος, ἡ δὲ τούτου ἐσθὴς πάνυ ῥερυπωμένη· ἀπήγαγεν δέ με εἴς τινα τόπον ἐν ᾧ πολλὰ χάσματα ὑπῆρχεν, καὶ πολλὴ δυσωδία καὶ ἀποφορὰ ἐχθίστη ἐκεῖθεν ἀπεδίδετο, ἐποίει δέ με εἰς ἕκαστον χάσμα παρακύψαι, καὶ εἶδον ἐν τῷ χάσματι πῦρ φλεγόμενον, καὶ τροχοὶ πυρὸς ἐκεῖσε ἔτρεχον, ψυχαὶ δὲ ἐνεκρέμαντο ἐν τοῖς τροχοῖς ἐκείνοις, ἀλλήλαις προσρηγνύμεναι· βοὴ δὲ καὶ ὀλολυγμὸς πλεῖστος ὑπῆρχεν ἐκεῖ, οὐδεὶς δὲ ἦν ὁ λυτρούμενος. ἔλεγεν δέ μοι ὁ ἀνὴρ ἐκεῖνος· Αὗται αἱ ψυχαὶ ὁμόφυλοί σού εἰσιν, καὶ ἐν ἡμέραις ἀριθμοῦ παρεδόθησαν εἰς κόλασιν καὶ ἔκτριψιν, καὶ τότε ἄλλαι εἰσάγονται ἀντ᾽ αὐτῶν, ὁμοίως δὲ πάλιν καὶ αὐταὶ ἐν ἄλλῳ· αὗταί εἰσιν αἱ μεταλλάξασαι ἀνδρὸς καὶ γυναικὸς τὴν συνουσίαν. Καὶ κατοπτεύσασα εἶδον βρέφη ἐπ᾽ ἄλληλα σεσωρευμένα καὶ παλαίοντα ἀλλήλοις ἐπικείμενα. ὃ δὲ ἀποκριθεὶς εἶπέν μοι· Ταῦτά ἐστιν τὰ τούτων βρέφη, καὶ διὰ τοῦτο ἐνθάδε ἐτέθησαν εἰς μαρτύριον αὐτῶν.