<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="46"><p rend="indent"><label>(43)</label> Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἔκλαιεν λέγων· Ἀφίημί <pb facs="actaphilippietac00bonnuoft_0211"/> σετὴν καλλίστην μου σύζυγον, ἣν πρώην πολλῷ χρόνῳ εὗρον καὶ ἀνεπάην· καταλιμπάνω σε τὴν βεβαίαν μου ἀδελφὴν τὴν ἀγαπητὴν ἐν ᾗ ηὐδόκησα. τί ποιήσω οὐκ οἶδα, ἢ τίνα ἐπικαλέσομαι ἵνα μοι ἐπακούσας ἐπαμύνῃ. οἶδα τί ποιήσω· ἀπελεύσομαι εἴς τινας τόπους ἔνθα ἡ φήμη τοῦ ἀνδρὸς τούτου οὐκ ἠκούσθη, καὶ τάχα σε τὴν ἐμὴν ἀγαπητὴν ἀντονομάσω. Καὶ ἐπάρας αὐτοῦ τὴν φωνὴν εἶπεν· Μένε ἐν εἰρήνῃ, τὸ καταφύγιον λαβοῦσα εἰς τὸν μείζονά μου· ἐγὼ δὲ ἀπελεύσομαι καὶ ζητήσω σου ὁμοίαν, καὶ ἐὰν μὴ εὕρω, πάλιν ἐπὶ σὲ ἐπιστρέφω· οἶδα γὰρ ὅτι τούτου τοῦ ἀνδρὸς ἔγγιστα ὑπάρχουσα εἰς αὐτὸν τὸ καταφύγιον ἔχεις, αὐτοῦ δὲ ἀποστάντος ἔσῃ ὁποία καὶ ἦς πρὸ τοῦ αὐτὸν ἐπιφανῆναι, καὶ αὐτὸν μὲν ἐπιλήσῃ, ἐμοὶ δὲ καιρὸς καὶ παρρησία γενήσεται· νῦν δὲ τὸ ὄνομα τοῦ σὲ ῥυσαμένου φοβοῦμαι. Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἀφανὴς ἐγένετο, μόνον δὲ ἀποστάντος αὐτοῦ πῦρ καὶ καπνὸς ὤφθη ἐκεῖ· καὶ πάντες οἱ ἐκεῖσε παρεστῶτες ἔκπληκτοι γεγόνασιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="47"><p rend="indent"><label>(44)</label> Ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Οὐδὲν ξένον οὐδὲ ἀλλότριον ἔδειξεν ὁ δαίμων ἐκεῖνος ἀλλὰ τὴν φύσιν αὐτοῦ, ἐν ᾗ καὶ κατακαυθήσεται· καὶ γὰρ τὸ πῦρ αὐτὸν καταναλώσει, καὶ ὁ τούτου καπνὸς διασκεδασθήσεται. Καὶ ἤρξατο λέγειν· Ἰησοῦ τὸ μυστήριον τὸ ἀπόκρυφον ὃ ἡμῖν <pb facs="actaphilippietac00bonnuoft_0212"/>ἀπεκαλύφθη, σὺ εἶ ὁ ἐκφάνας ἡμῖν μυστήρια πάμπολλα, ὁ ἀφορίσας με κατ᾽ ἰδίαν ἐκ τῶν ἑταίρων μου πάντων, καὶ εἰπών μοι τρεῖς λόγους ἐν οἷς ἐγὼ ἐκπυροῦμαι, καὶ ἄλλοις εἰπεῖν αὐτὰ οὐ δύναμαι· Ἰησοῦ ἄνθρωπε πεφονευμένε νεκρὲ τεθαμμένε· Ἰησοῦ θεὲ ἐκ θεοῦ, σωτὴρ ὁ τοὺς νεκροὺς ζωοποιῶν καὶ τοὺς νοσοῦντας ἰώμενος· Ἰησοῦ ὁ ἐπιδεόμενος ὥσπερ καὶ σῴζων ὡς ἀνενδεής, ὁ τοὺς ἰχθύας θηρεύων εἰς τὸ ἄριστον καὶ εἰς τὸ δεῖπνον, ὁ πάντας ἐν πλησμονῇ καθιστῶν ἐν μικρῷ ἄρτῳ· Ἰησοῦ ὁ ἐπαναπαυόμενος ἀπὸ τῆς ὁδοιπορίας τοῦ καμάτου ὡς ἄνθρωπος καὶ ἐπὶ τοῖς κύμασι περιπατῶν ὡς θεός· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="48"><p><label>(45)</label> Ἰησοῦ ὕψιστε, φωνὴ ἀνατείλασα ἀπὸ τῶν σπλάγχνων τῶν τελείων, πάντων σωτήρ, ἡ δεξιὰ τοῦ φωτὸς ἡ καταστρέφουσα τὸν πονηρὸν ἐν τῇ ἰδίᾳ φύσει, καὶ πᾶσαν αὐτοῦ τὴν φύσιν συναθροίζων εἰς ἕνα τόπον, ὁ πολύμορφος, ὁ μονογενὴς ὑπάρχων, ὁ πρωτότοκος πολλῶν ἀδελφῶν, θεὲ ἐκ θεοῦ ὑψίστου, ὁ ἄνθρωπος ὁ καταφρονούμενος ἕως ἄρτι· Ἰησοῦ Χριστέ, ὁ μὴ παραβλέπων ἡμᾶς ἐν οἷς σε ἐπικαλούμεθα, ὁ γενόμενος πρόφασις πᾶσι ζωῇ τῇ ἀνθρωπίνῃ, ὁ δι᾽ ἡμᾶς κρινόμενος καὶ φυλακιζόμενος ἐν δεσμωτηρίῳ καὶ λύων πάντας τοὺς ἐν δεσμῷ ὄντας, ὁ καλούμενος πλάνος καὶ τοὺς ἰδίους λυτρούμενος ἀπὸ τῆς πλάνης· δέομαί σου ὑπὲρ <pb facs="actaphilippietac00bonnuoft_0213"/> τῶνἑστώτων καὶ πιστευόντων σοι τούτων· δέονται γαρ τῶν σῶν δωρημάτων τυχεῖν, εὐέλπιδες ὄντες εἰς τὴν σὴν βοήθειαν, τὸ καταφύγιόν σου κατέχοντες ἐν τῇ σῇ μεγαλωσύνῃ· τὰς ἀκροάσεις αὐτῶν ὑπέχουσιν ἀκοῦσαι παρ᾽ ἡμῶν τοὺς λόγους τοὺς λαλουμένους αὐτοῖς. ἐλθέτω ἡ εἰρήνη σου καὶ σκηνωσάτω ἐν αὐτοῖς, καὶ ἀνακαινισάτω αὐτοὺς ἀπὸ τῶν προτέρων αὐτῶν πράξεων, καὶ ἀποδύσωνται τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδύσωνται τὸν νέον τὸν νῦν ἐξ ἐμοῦ καταγγελλόμενον αὐτοῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="49"><p rend="indent">(46) Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας εὐλόγησεν αὐτοὺς εἰπών· Ἔσται ἐφ᾽ ὑμᾶς ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ εἰς τοὺς αἰῶνας. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Ἑδεήθη δὲ αὐτοῦ ἡ γυνὴ λέγουσα· Ἀπόστολε τοῦ ὑψίστου δός μοι τὴν σφραγῖδα, ἵνα μὴ ὑποστρέψῃ εἰς ἐμὲ πάλιν ὁ ἐχθρὸς ἐκεῖνος. Τότε ἐποίησεν αὐτὴν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτῇ τὰς χεῖρας αὐτοῦ ἐσφράγισεν αὐτὴν εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. πολλοὶ δὲ καὶ ἄλλοι ἐσφραγίσθησαν μετ᾽ αὐτῆς. ἐκέλευσεν δὲ ὁ ἀπόστολος τῷ διακόνῳ αὐτοῦ παραθεῖναι τράπεζαν· παρέθηκαν δὲ συμψέλλιον ὃ εὗρον ἐκεῖ, <pb facs="actaphilippietac00bonnuoft_0214"/> καὶ ἁπλώσας σινδόνα ἐπ᾽ αὐτὸ ἐπέθηκεν ἄρτον τῆς εὐλογίας. καὶ παραστὰς ὁ ἀπόστολος εἶπεν· Ἰησοῦ ὁ καταξιώσας ἡμᾶς τῆς εὐχαριστίας τοῦ σώματός σου τοῦ ἁγίου καὶ τοῦ αἵματος κοινωνῆσαι, ἰδοὺ τολμῶμεν προσέρχεσθαι τῇ σῇ εὐχαριστίᾳ καὶ ἐπικαλεῖσθαί σου τὸ ἅγιον ὄνομα· ἐλθὲ καὶ κοινώνησον ἡμῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="50"><p rend="indent"><label>(47)</label> Καὶ ἤρξατο λέγειν· Ἐλθὲ τὰ σπλάγχνα τὰ τέλεια, ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος, ἐλθὲ ἡ ἐπισταμένη τὰ μυστήρια τοῦ ἐπιλέκτου, ἐλθὲ ἡ κοινωνοῦσα ἐν πᾶσι τοῖς ἄθλοις τοῦ γενναίου ἀθλητοῦ, ἐλθὲ ἡ ἡσυχία ἡ ἀποκαλύπτουσα τὰ μεγαλεῖα τοῦ παντὸς μεγέθους, ἐλθὲ ἡ τὰ ἀπόκρυφα ἐκφαίνουσα καὶ τὰ ἀπόρρητα φανερὰ καθιστῶσα, ἡ ἱερὰ περιστερὰ ἡ τοὺς διδύμους νεοσσοὺς γεννῶσα, ἐλθὲ ἡ ἀπόκρυφος μήτηρ, ἐλθὲ ἡ φανερὰ ἐν ταῖς πράξεσιν αὐτῆς καὶ παρέχουσα χαρὰν καὶ ἀνάπαυσιν τοῖς συνημμένοις αὐτῇ· ἐλθὲ καὶ κοινώνησον ἡμῖν ἐν ταύτῃ τῇ εὐχαριστίᾳ ἥν ποιοῦμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ τῇ ἀγάπῃ ᾗ συνήγμεθα ἐπὶ τῇ κλήσει σου. Καὶ εἰπὼν ταῦτα διεχάραξεν τῷ ἄρτῳ τὸν σταυρόν, καὶ κλάσας ἤρξατο διαδιδόναι. καὶ πρῶτον τῇ γυναικὶ ἔδωκεν εἰπών· Ἔσται σοι τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν καὶ αἰωνίων παραπτωμάτων· Καὶ <pb facs="actaphilippietac00bonnuoft_0215"/> μετ᾽αὐτὴν ἔδωκεν καὶ τοῖς ἄλλοις πᾶσιν τοῖς τὴν σφραγῖδα δεξαμένοις. </p></div></div></body></text></TEI>