<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="41"><p rend="indent">Ὅτε δὲ ἦλθεν ἐγγὺς τῶν πυλῶν τῆς πόλεως, κατῆλθεν ἀπ᾽ αὐτοῦ λέγων· Ἄπελθε καὶ διαφυλάχθητι ὅπου ἦς. Εὐθέως δὲ ὁ πῶλος πεσὼν εἰς τὸ ἔδαφος παρὰ τοὺς πόδας τοῦ ἀποστόλου ἀπέθανεν. πάντες δὲ οἱ παρόντες ἠθύμησαν λέγοντες τῷ ἀποστόλῳ· Ζωοποίησον αὐτὸν καὶ ἀνέγειρον. Ὃ δὲ ἀποκριθεὶς <pb facs="actaphilippietac00bonnuoft_0207"/> εἶπεν αὐτοῖς· Ἐγὼ μὲν ἠδυνάμην ἐγεῖραι αὐτὸν διὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ· ἀλλὰ πάντως τοῦτο συμφέρει· ὁ γὰρ αὐτῷ δοὺς λόγον ἵνα λαλήσῃ ἠδύνατο αὐτὸν ποιῆσαι μηδὲ ἀποθανεῖν· οὐκ ἐγείρω δὲ αὐτὸν οὐχ ὡς μὴ δυνάμενος, ἀλλ᾽ ὅτι τοῦτό ἐστιν τὸ συμβαλλόμενον αὐτῷ καὶ συμφέρον. Τοῖς δὲ παροῦσιν παρεκελεύσατο ὀρύξαι σκάμμα καὶ θάψαι αὐτοῦ τὸ σῶμα· καὶ ἐποίησαν ὡς ἐκέλευσεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="42"><head rend="center">Πρᾶξις ε´ περὶ τοῦ δαίμονος τοῦ ἐνοικήσαντος εἰς τὴν γυναῖκα.</head><p rend="indent"><label>(39)</label> Εἰσῆλθεν δὲ ὁ ἀπόστολος εἰς τὴν πόλιν τοῦ παντὸς ὄχλου ἀκολουθοῦντος αὐτῷ· ἐσκέπτετο δὲ ἀπελθεῖν πρὸς τοὺς γονεῖς τοῦ νεωτέρου ὃν ἐζωοποίησεν θανόντα ὑπὸ τοῦ δράκοντος· πάνυ γὰρ ἐδέοντο αὐτοῦ παραγενέσθαι πρὸς αὐτοὺς καὶ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῶν. γυνὴ δέ τις πάνυ ὡραία αἰφνιδίως φωνὴν ἀφῆκε μεγίστην λέγουσα· </p><p rend="indent">Ἀπόστολε τοῦ νέου θεοῦ ὁ ἐλθὼν εἰς τὴν Ἰνδίαν, καὶ δοῦλε τοῦ ἁγίου ἐκείνου καὶ μόνου ἀγαθοῦ θεοῦ· διὰ σοῦ γὰρ οὗτος κηρύσσεται ὁ σωτὴρ τῶν ψυχῶν τῶν πρὸς αὐτὸν ἐρχομένων, καὶ διὰ σοῦ ἰατρεύεται τὰ σώματα τῶν ὑπὸ τοῦ ἐχθροῦ κολαζομένων, καὶ σὺ εἶ ὁ γεγονὼς πρόφασις τῆς ζωῆς πάντων τῶν ἐπ᾽ αὐτὸν ἐπιστρεφόντων· κέλευσόν με ἀχθῆναι ἔμπροσθέν σου ἵνα σοι ἀφηγήσωμαι τὰ συμβάντα μοι καὶ τάχα ἐκ σοῦ γένηταί μοι ἐλπίς, καὶ οὗτοι δὲ οἱ παρεστῶτές <pb facs="actaphilippietac00bonnuoft_0208"/> σοιεὐέλπιδες γένωνται μᾶλλον εἰς τὸν θεὸν ὅν κηρύσσεις. οὐ μικρῶς γὰρ βασανίζομαι ὑπὸ τοῦ ἐναντίου ἤδη χρόνου πενταχρᾶτό ετοῦς ἐνεστῶτος. ὡς γυνὴ ἐκαθεζόμην ἐν ἡσυχίᾳ τὸ πρότερον, καὶ πανταχόθεν με εἰρήνη περιεῖχεν, καὶ οὐδενὸς μέριμναν ἐποιούμην· οὐδὲ γὰρ ἄλλου τινὸς φροντίδα εἶχον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="43"><p><label>(40)</label> ἔτυχεν δὲ ἐν μιᾷ τῶν ἡμερῶν, ἐξιούσης μου ἀπὸ τοῦ λουτροῦ ἀπήντησέν μοι ὡς ἄνθρωπός τις τεθορυβημένος καὶ ἐντάραχος ὤν· ἡ δὲ τούτου φωνὴ καὶ ἀπόκρισις ἐδόκει μοι εἶναι ἀμυδρὰ καὶ λεπτὴ πάνυ· καὶ εἶπεν στὰς ἄντικρύς μου· Ἐγώ τε καὶ σὺ ἐν μιᾷ ἀγάπῃ ἐσόμεθα, καὶ κοινωνήσωμεν ἀλλήλοις ὡς ἀνὴρ γυναικὶ συμμείγνυται. Κἀγὼ ἀπεκρινάμην αὐτῷ λέγουσα· Τῷ ὁρμαστῷ μου οὐ συνεγενόμην, παραιτουμένη τοῦ μὴ γῆμαι, καὶ σοὶ ὡς ἐν μοιχείᾳ θέλοντί μοι κοινωνῆσαι πῶς ἐμαυτὴν ἐκδώσω; Καὶ εἰποῦσα ταῦτα διῆλθον· τῇ δὲ παιδίσκῃ τῇ σὺν ἐμοὶ οὔσῃ εἶπον· Ἐθεάσω τὸν νέον καὶ τὴν ἀναίδειαν αὐτοῦ, πῶς μὴ αἰδεσθεὶς παρρησίᾳ μοι διελέχθη; Ἣ δὲ εἶπέν μοι· Ἐγὼ πρεσβύτην εἶδον ὁμιλήσαντά σοι. Γενομένης δέ μου ἐν τῇ οἰκίᾳ καὶ δειπνησάσης ἡ ψυχή μου εἰς ὑποψίαν τινὰ ὑπέβαλέν μοι, καὶ μάλιστα ὅτι δυσὶ μορφαῖς ὤφθη μοι· τοῦτο αὐτὸ κατὰ νοῦν ἔχουσα ὕπνωσα. ἐλθὼν <pb facs="actaphilippietac00bonnuoft_0209"/> ουνἐν τῇ νυκτὶ ἐκείνῃ ἐκοινώνησέν μοι τῇ ῥυπαρᾷ μείξει αὐτοῦ. ἔβλεπον δὲ αὐτὸν καὶ ἡμέρας οὔσης, καὶ ἔφευγον ἀπ᾽ αὐτοῦ· ἐν δὲ τῇ συγγενίδι αὐτοῦ νυκτὶ ἐρχόμενος παρεχρᾶτό μοι. καὶ νῦν ὡς ὁρᾷς με πέντε ἔτη ἔχω ὑπ᾽ αὐτοῦ ἐνοχλουμένη, καὶ οὐκ ἀπέστη ἀπ᾽ ἐμοῦ. ἀλλ᾽ ἐγὼ οἶδα καὶ πέπεισμαι ὅτι καὶ δαίμονες καὶ πνεύματα καὶ ἀλάστορες ὑποτάσσονταί σοι καὶ σύντρομοι γίνονται ἀπὸ τῆς εὐχῆς σου· εὖξαι οὖν ὑπὲρ ἐμοῦ καὶ ἀπέλασον ἀπ᾽ ἐμοῦ τὸν διενοχλοῦντά μοι δαίμονα, γένωμαι κἀγὼ ἐλευθέρα, καὶ συναθροισθῶ εἰς τὴν ἀρχαιόγονόν μου φύσιν, καὶ δέξωμαι τὸ χάρισμα τὸ τοῖς συγγενεῦσί μου δεδωρημένον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="44"><p rend="indent"><label>(41)</label> Εἶπεν δὲ ὁ ἀπόστολος· Ὤ πονηρία ἀκατάσχετος· ὢ ἀναίδεια τοῦ ἐχθροῦ· ὢ ὁ βάσκανος ὁ μηδέποτε ἠρεμῶν· ὢ ὁ δυσειδὴς ὁ τοὺς εὐειδεῖς ὑποτάσσων· ὢ ὁ πολύμορφος· ὡς ἂν βουληθῇ φαίνεται, ἡ δὲ τούτου οὐσία μεταβληθῆναι οὐ δύναται· ὢ ἀπὸ τοῦ δολίου καὶ ἀπίστου· ὢ τὸ δένδρον τὸ πικρόν, οὖ οἱ καρποὶ αὐτοῦ ἐοίκασιν· οὖ ἀπὸ τοῦ διαβόλου τοῦ ὑπερμαχοῦντος τῶν ἀλλοτρίων· οὖ ἀπὸ τῆς πλάνης τῆς χρωμένης τῇ ἀναιδείᾳ· οὖ ἀπὸ τῆς πονηρίας τῆς ἑρπούσης ὡς ὄφις καὶ τούτου συγγενοῦς αὐτοῦ ὑπάρχοντος. </p><p rend="indent"><pb facs="actaphilippietac00bonnuoft_0210"/>Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐλθὼν ὁ δυσμενὴς ἔστη ἔμπροσθεν αὐτοῦ, μηδενὸς ὁρῶντος αὐτὸν εἰ μὴ τῆς γυναικὸς καὶ τοῦ ἀποστόλου, καὶ φωνῇ μεγίστῃ χρησάμενος εἶπεν πάντων ἀκουόντων· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="45"><p><label>(42)</label> Τί ἡμῖν καὶ σοὶ ἀπόστολε τοῦ ὑψίστου; τί ἡμῖν καὶ σοὶ δοῦλε Ἰησοῦ Χριστοῦ; τί ἡμῖν καὶ σοὶ σύμβουλε τοῦ ἁγίου υἱοῦ τοῦ θεοῦ; διὰ τί βούλει ἡμᾶς ἀπολέσαι τοῦ καιροῦ ἡμῶν μηδέπω ἐνεστῶτος; τίνος ἕνεκα βούλει λαβεῖν ἡμῶν τὴν ἐξουσίαν; ἕως γὰρ τῆς νῦν ὥρας εἴχομεν ἐλπίδα καὶ καιρὸν περιλειπόμενον. τί ἡμῖν καὶ σοί; σὺ ἔχεις ἐξουσίαν ἐν τοῖς σοῖς, καὶ ἡμεῖς ἐν τοῖς ἡμετέροις τίνος ἕνεκα βούλει τυραννίδι καθ᾽ ἡμῶν χρήσασθαι, καὶ μάλιστα αὐτὸς ἄλλους διδάσκων μὴ χρήσασθαι τυραννίδι; τίνος ἕνεκα σὺ τῶν ἀλλοτρίων δέει ὡς τοῖς ἰδίοις μὴ ἀρκούμενος; τίνος ἕνεκα ἐξομοιοῦσαι τῷ υἱῷ τοῦ θεοῦ τῷ ἀδικήσαντι ἡμᾶς; ἔοικας γὰρ αὐτῷ πάνυ ὡς ἐξ αὐτοῦ ἀποκυηθείς. ἐνομίσαμεν γὰρ κἀκεῖνον ὑπὸ ζυγὸν ποιῆσαι ὡς καὶ τοὺς λοιπούς· ὃ δὲ στραφεὶς ἔσχεν ἡμᾶς ὑποχειρίους. οὐ γὰρ ᾔδειμεν αὐτόν· ἠπάτησεν δὲ ἡμᾶς τῇ μορφῇ αὐτοῦ τῇ δυσειδεστάτῃ καὶ τῇ πενίᾳ αὐτοῦ καὶ τῇ ἐνδείᾳ· θεασάμενοι γὰρ αὐτὸν τοιοῦτον ἐνομίσαμεν αὐτὸν σαρκοφόρον ἄνδρα εἶναι, μὴ εἰδότες ὅτι αὐτός ἐστιν ὁ ζωοποιῶν τοὺς ἀνθρώπους. ἔδωκεν δὲ ἡμῖν ἐξουσίαν ἐν τοῖς ἡμετέροις, καὶ ἐν ᾧ ἐσμεν χρόνῳ τὰ ἡμέτερα μὴ ἐᾶσαι ἀλλ᾽ ἐν αὐτοῖς ἀναστρέφεσθαι· σὺ δὲ βούλει ὑπὲρ τὸ δέον καὶ τὸ δεδομένον σοι κτήσασθαι καὶ ἡμᾶς καταπονῆσαι. </p></div></div></body></text></TEI>