Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἤρχετο εἰς τὴν πόλιν κατέχων τὴν χεῖρα ἐκείνου τοῦ νέου καὶ λέγων αὐτῷ· Ταῦτα ἅπερ ἐθεάσω τέκνον ὀλίγα ἐστὶν ἀπὸ τῶν πολλῶν ὧν ὁ θεὸς ἔχει· οὐ γὰρ περὶ τούτων τῶν φαινομένων εὐαγγελίζεται ἡμῖν, ἀλλὰ μείζονα τούτων ἐπαγγέλλεται ἡμῖν· ἐφ᾽ ὅσον δὲ ἐν σώματί ἐσμεν, οὐ δυνάμεθα λέξαι καὶ ἐκφᾶναι ἃ μέλλει ταῖς ψυχαῖς ἡμῶν διδόναι. ἐὰν εἴπωμεν ὅτι φῶς ἡμῖν παρέχεις, τοῦτο τὸ ὁρώμενόν ἐστιν καὶ ἔχομεν αὐτό· ἐὰν δὲ καὶ πλοῦτον, ὃς ἔστιν καὶ φαίνεται ἐν τῷ κόσμῳ τούτῳ, καὶ ὀνομάζομεν αὐτὸν καὶ οὐ χρῄζομεν αὐτοῦ, ἐπειδὴ εἴρηται ὅτι Δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· Εἰ δὲ καὶ ἀμπεχόνην ἐσθῆτος εἴπωμεν, ἥν οἱ τρυφῶντες ἐν τῷ βίῳ τούτῳ ἀμφιέννυνται, ὠνόμασται, καὶ εἴρηται ὅτι Οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· Εἰ δὲ καὶ δεῖπνα πολυτελῆ, περὶ τούτων ἐντολὴν εἰλήφαμεν προσέχειν ἀπ᾽ αὐτῶν, μὴ βαρηθῆναι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, λέγων ἃ ἔστιν, καὶ εἴρηται· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε, ὅτι ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος· Ἐὰν δὲ καὶ ἀνάπαυσιν τὴν πρόσκαιρον ταύτην εἴπωμεν, κρίσις καὶ ταύτης ὥρισται. ἀλλὰ λέγομεν περὶ τὸν ἄνω κόσμον, περὶθεοῦ καὶ ἀγγέλων, περὶ ἐγρηγόρων καὶ ἀγίων, περὶ τῆς ἀμβροσιώδους τροφῆς καὶ τοῦ ποτοῦ τῆς ἀμπέλου τῆς ἀληθινῆς, περὶ ἐνδυμάτων παραμόνων καὶ μὴ παλαιουμένων, περὶ ὧν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἁμαρτωλῶν ἀνέβη, ἃ ὁ θεὸς ἡτοίμασεν τοῖς ἀγαπῶσιν αὐτόν. περὶ τούτων διαλεγόμεθα καὶ περὶ τούτων εὐαγγελιζόμεθα. πίστευσον οὖν αὐτῷ καὶ σύ, ἵνα ζήσῃς, καὶ εἰς αὐτὸν ἔχε τὴν πεποίθησιν, καὶ οὐ μὴ ἀποθάνῃς. οὐδὲ γὰρ δώροις πείθεται ἵνα αὐτῷ προσενέγκῃς, οὐδὲ θυσιῶν ἐπιδέεται ἵνα αὐτῷ θύσῃς. ἀλλ᾽ ἄπιδε πρὸς αὐτόν, καὶ οὐ παραβλέψει σέ· καὶ πρὸς αὐτὸν ἐπίστρεψον καὶ οὐ καταλείψει σε. ἡ γὰρ τούτου εὐπρέπεια καὶ τὸ κάλλος κατεπιθύμιόν σε ποιήσει ἵνα αὐτὸν ἀγαπήσῃς· ἀλλὰ οὔτε συγχωρεῖ σοι ἀποστραφῆναι σεαυτόν. Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου τῷ νέῳ ἐκείνῳ πολὺς ὄχλος προσετίθετο. ἀπιδὼν δὲ ὁ ἀπόστολος εἶδεν αὐτοὺς ἐπαίροντας ἑαυτοὺς ἵνα αὐτὸν ἴδωσιν, καὶ εἰς ὑψηλοὺς τόπους ἀνήρχοντο, καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἀπόστολος· Ἄνδρες οἱ ἐλθόντες εἰς τὸ συνέδριον τοῦ Χριστοῦ καὶ θέλοντες εἰς τὸν Ἰησοῦν πιστεῦσαι, ἀπὸ τούτου τύπον λάβετε, καὶ ἴδετε ὅτι ἐὰν μὴ ὑψωθῆτε ἐμὲ τὸν μικρὸν θεάσασθαι οὐ δύνασθε, καὶ ὅμοιον ὄντα με ὑμῶν κατοπτεῦσαι οὐ δύνασθε· εἰ οὖν ἐμὲ τὸν ὑμῖν ὅμοιον ὄντα οὐ δύνασθε ἰδεῖν ἐὰν μὴ ἐπάρητε ἑαυτοὺς ὀλίγονἐκ τῆς γῆς, ἐκεῖνον τὸν ἐν ὕψει διατρίβοντα καὶ νῦν ἐν βάθει εὑρισκόμενον πῶς δύνασθε ἰδεῖν εἰ μὴ πρότερον ἐπάρητε ἑαυτοὺς ἐκ τῆς προτέρας πολιτείας ὑμῶν καὶ τῶν πράξεων τῶν ἀνωφελῶν καὶ τῶν ἐπιθυμιῶν τῶν μὴ παραμενουσῶν καὶ τοῦ πλούτου τοῦ ἐνθάδε καταλιμπανομένου καὶ τῆς κτήσεως τῆς ἐκ τῆς γῆς παλαιουμένης καὶ τῶν ἐνδυμάτων τῶν φθειρομένων καὶ τοῦ κάλλους τοῦ γηρῶντος καὶ ἀφανιζομένου, ἔτι δὲ καὶ τοῦ σώματος ὅλου ἐν ᾧ ταῦτα πάντα ἀποτεταμίευται, καὶ παλαιούμενον κόνις γίνεται, ὑποστρέφον εἰς τὴν ἑαυτοῦ φύσιν· πάντα γὰρ ταῦτα αὐτὸ τὸ σῶμα ὑπορθοῖ. ἀλλὰ μᾶλλον πιστεύσατε εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃν κηρύσσομεν ἡμεῖς, ἵνα ἡ ἐλπὶς ὑμῶν εἰς αὐτὸν ἔσται καὶ ἐν αὐτῷ τὴν ζωὴν ἔχητε εἰς αἰῶνας αἰώνων, ἵνα αὐτὸς ὑμῖν συνοδοιπόρος γένηται ἐν ταύτῃ τῇ χώρᾳ τῆς πλάνης, καὶ λιμὴν ὑμῖν γένηται εἰς ταύτην τὴν θορυβώδη θάλασσαν. ἔσται δὲ ὑμῖν καὶ πηγὴ βρύουσα ἐν ταύτῃ τῇ χώρᾳ τῇ διψαλέᾳ, καὶ σηκὸς πλήρης βρώσεως ἐν τῷ τῶν πεινώντων τόπῳ, καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ὑμῶν, ἰατρὸς δὲ καὶ τῶν σωμάτων. Τότε τὸ πλῆθος τῶν συναχθέντων ἀκοῦον ταῦτα ἐδάκρυεν καὶ ἔλεγεν τῷ ἀποστόλῳ· Ἄνθρωπε τοῦ θεοῦ, ὃν σὺ κηρύσσεις θεὸν ἡμεῖς οὐ τολμῶμεν λέγειν ὅτι αὐτοῦ ἐσμεν, ὅτι τὰ ἔργα ἡμῶν ἃ διεπραξάμεθα ἀλλότρια αὐτοῦ ἐστιν, μὴ ἀρέσκοντα αὐτῷ· εἰ δὲ σπλαγχνίζεται ἐφ᾽ ἡμᾶς καὶ ἐλεεῖ ἡμᾶς καὶ ῥύεται παριδὼν τὰς προτέρας ἡμῶν πράξεις, καὶ ἀπὸ τῶνκακῶν ὧν διεπραξάμεθα ἐν πλάνῃ ὄντες ἐλευθεροῖ ἡμᾶς, καὶ οὐχ ὑπολογίζεται ἡμῖν οὐδὲ ὑπόμνησιν ἡμῶν ποιεῖται τῶν προτέρων ἁμαρτημάτων, γινόμεθα αὐτοῦ θεράποντες, καὶ τὸ θέλημα αὐτοῦ εἰς τέλος ἄξομεν. Ὁ δὲ ἀπόστολος αὐτοῖς ἀπεκρίνατο λέγων· Οὐ καταψηφίζεται ὑμῶν οὐδὲ λογίζεται ὑμῖν τὰς ἁμαρτίας ἃς ἐν πλάνῃ ὄντες διεπράξασθε, ἀλλὰ παραβλέπει ὑμῶν τὰ παραπτώματα ἃ κατὰ ἀγνωσίαν ἦτε πεποιηκότες. Πρᾶξις δ´ περὶ τοῦ πώλου. Τοῦ δὲ ἀποστόλου ἔτι ἑστῶτος ἐν τῇ λεωφόρῳ καὶ διαλεγομένου τῷ πλήθει πῶλος ὀνάδος ἦλθεν καὶ ἔστη ἔμμένη προσθεν αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· Ὁ δίδυμος τοῦ Χριστοῦ, ὁ ἀπόστολος τοῦ ὑψίστου καὶ συμμύστης τοῦ λόγου τοῦ Χριστοῦ τοῦ ἀποκρύφου, ὁ δεχόμενος αὐτοῦ τὰ ἀπόκρυφα λόγια, ὁ συνεργὸς τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς ἐλεύθερος ὢν γέγονας δοῦλος καὶ πραθεὶς πολλοὺς εἰς ἐλευθερίαν εἰσήγαγες· ὁ συγγενὴς τοῦ μεγάλου γένους τοῦ τὸν ἐχθρὸν καταδικάσαντος καὶ τοὺς ἰδίους λυτρωσαμένου, ὁ πρόφασις τῆς ζωῆς πολλοῖς γενόμενος ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν· ἦλθες γὰρ πρὸς τοὺς πλανωμένους ἀνθρώπους, καὶ διὰ τῆς σῆς ἐπιφανείας καὶ τῶν λόγων σου τῶν θεϊκῶν νῦν ἐπιστρέφονται πρὸς τὸν ἀποστείλαντά σε θεὸν τῆς ἀληθείας· ἀνελθὼν ἐπικαθέσθητί μοι καὶ ἀναπάηθι ἕως ἂν εἰς τὴν πόλιν εἰσέλθῃς. Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ὠ Ἰησοῦ Χριστὲ νοερὲ τῆςεὐσπλαγχνίας τῆς τελείας· ὡ ἡ ἡσυχία καὶ ἡ ἠρεμία, καὶ ἐν τοῖς ἀλόγοις ζῴδοις νῦν λαλούμενε· ὦ ἀπόκρυφε ἀνάπαυσις καὶ διὰ τῆς ἐνεργείας φανερούμενε σωτὴρ ἡμῶν καὶ τροφεῦ, διαφυλάσσων ἡμᾶς καὶ ἀναπαύων ἐν σώμασιν ἀλλοτρίοις· ὁ σωτὴρ τῶν ἡμετέρων ψυχῶν· ἡ βρύσις ἡ γλυκεῖα καὶ ἄληκτος, ἡ πηγὴ ἡ εὐκατάστατος καὶ καθαρὰ καὶ μηδέποτε θολουμένη· ὁ ἐπαμύντωρ καὶ βοηθὸς ἐν ἀγῶνι τῶν ἰδίων δούλων, ὁ τὸν ἐχθρὸν ἀποστρέφων καὶ ἀποσοβῶν ἀφ᾽ ἡμῶν, ὁ εἰς πτολλοὺς ἀγῶνας ὑπὲρ ἡμῶν ἀγωνιζόμενος καὶ νικᾶν ποιῶν ἡμᾶς ἐν πᾶσι· ὁ ἀληθὴς ἀθλητὴς ἡμῶν καὶ ἀήττητος· ὁ στρατηλάτης ἡμῶν ὁ ἅγιος καὶ νικηφόρος· ὁ ἔνδοξος καὶ χαρὰν παρέχων τοῖς ἰδίοις τὴν μηδέποτε παρερχομένην, καὶ ἄνεσιν τὴν μηδ᾽ ὅλως θλῖψιν ἔχουσαν· ὁ ἀγαθὸς ποιμὴν ὁ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῶν ἰδίων προβάτων καὶ τὸν λύκον νικήσας καὶ λυτρωσάμενος τοὺς ἰδίους ἄρνας καὶ εἰς νομὴν ἀγαθὴν ἀγαγών· δοξάζομεν καὶ ὑμνοῦμεν σὲ καὶ τὸν ἀόρατόν σου πατέρα καὶ τὸ ἅγιόν σου πνεῦμα καὶ τὴν μητέρα πασῶν κτίσεων. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου τὸ παρὸν πᾶν πλῆθος εἰς αὐτὸν ἀπέβλεπεν προσδοκῶν κατακοῦσαι τί ἀποκρίνεται τῷ πώλῳ. πολλὴν δὲ ὥραν σταθεὶς ὁ ἀπόστολος ἔκπληκτος ὥσπερ γεγονὼς καὶ εἰς τὸν οὐρανὸν ἀπιδὼν εἶπεν τῷ πώλῳ· Τίνος εἶ καὶ τίνος ὑπάρχεις; ἔκπληκτα γάρ εἰσι τὰ διὰ τοῦ στόματόςσου ἐκφανθέντα καὶ παράδοξα ἅτινα ἀπόκρυφα τοῖς πολλοῖς ὑπάρχει. Ὁ δὲ πῶλος ἀποκριθεὶς εἶπεν· Τῆς γενεᾶς εἰμι ἐκείνης τῆς ἐξυπηρετησαμένης τῷ Βαλαάμ, ἧς καὶ ὁ κύριός σου καὶ διδάσκαλός σου εἰς τὸν καθήκοντά μοι κατὰ γένος ἐκάθισεν. κἀγὼ νῦν ἀπεστάλην σὲ ἀναπαῦσαι καθεσθέντα ἐπάνω μου· καὶ λάβω πίστιν, καὶ προστεθῇ μοι ἡ μερὶς ἐκείνη ἣν νῦν μέλλω κτᾶσθαι διὰ τῆς σῆς ὑπηρεσίας ἧς ἐξυπηρετησάμην σοι· καὶ ὅταν σοι διακονήσω, ἐξ ἐμοῦ λαμβάνεται. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δυνατός ἐστιν ἐκεῖνος ὁ τὴν δωρεάν σοι ταύτην χαρισάμενος ἵνα ἕως τέλους πληρωθῇ ἐν σοὶ καὶ τοῖς κατὰ γένος σοι διαφέρουσιν· τούτου γὰρ τοῦ μυστηρίου ἐγὼ ἀσθενὴς καὶ ἄτονος ὑπάρχω. Καὶ οὐκ ἐβούλετο ἐπικαθεσθῆναι αὐτῷ. ὁ δὲ πῶλος ἐδέετο καὶ ἱκέτευεν αὐτὸν ἵνα εὐλογηθῇ ὑπ᾽ αὐτοῦ ἐπορκούμενος αὐτῷ. Τότε ἀνελθὼν ὁ ἀπόστολος ἐκαθέσθη. καὶ εἵποντο σὺν αὐτῷ οἳ μὲν προάγοντες αὐτὸν οἳ δὲ ἀκολουθοῦντες· ἔτρεχον δὲ πάντες βουλόμενοι ἰδεῖν τὸ πέρας καὶ πῶς τὸν πῶλον ἀπολύει.