Καὶ ταῦτα εἰπόντος αὐτοῦ δράκων μέγας ἀπὸ φωλεοῦ ἐξελθών, τὴν κεφαλὴν αὐτοῦ κατακρούων καὶ τὴν οὐρὰν κατατινάσσων ἐπὶ τὴν γῆν καὶ φωνῇ μεγάλῃ χρησάμενος πρὸς τὸν ἀπόστολονεἶπεν· Ἐρῶ ἔμπροσθέν σου διὰ ποίαν αἰτίαν ἐθανάτωσα τοῦτον, ἐπειδὴ εἰς τοῦτο παρεγένου, ἐλέγξαι μου τὰ ἔργα. Καί φησιν ὁ ἀπόστολος· Ναί, εἰπέ. Καὶ ὁ δράκων· Γυνή τίς ἐστιν ὡραία ἐν τῷ χωρίῳ τούτῳ ἄντικρυς· καὶ διερχομένης αὐτῆς δι᾽ ἐμοῦ ἰδὼν αὐτὴν ἠράσθην αὐτῆς, καὶ ἀκολουθήσας αὐτῇ ἐπετήρουν· καὶ εὗρον τοῦτον τὸν νεανίαν καταφιλοῦντα αὐτήν, ὸς καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἄλλα αἰσχρὰ διεπράξατο μετ᾽ αὐτῆς· κἀμοὶ μὲν εὔκολα ἦν αὐτὰ ἐπὶ σοῦ ἐκφᾶναι, οἶδα γάρ σε δίδυμον ὄντα τοῦ Χριστοῦ τὸν τὴν φύσιν ἡμῶν ἀεὶ καταργοῦντα· ταράξαι δὲ ταύτην μὴ βουληθεὶς αὐτῇ τῇ ὥρᾳ οὐκ ἐθανάτωσα αὐτόν, ἀλλ᾽ ἐπιτηρησάμενος αὐτὸν ἐσπέρας διερχόμενον τύψας ἐθανάτωσα αὐτόν, καὶ μάλιστα κατατολμήσαντα αὐτὸν τῇ κυριακῇ ἡμέρᾳ τοῦτο διαπράξασθαι. Ὁ δὲ ἀπόστολος ἐξήταζεν αὐτὸν λέγων· Εἰπέ μοι ποίας σπορᾶς καὶ ποίου γένους ὑπάρχεις. Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἑρπυστὴς ἑρπυστοῦ φύσεως καὶ βλαπτικὸς βλαπτικοῦ· υἱός εἰμι ἐκείνου τοῦ βλάψαντος καὶ πλήξαντος τοὺς τέσσαρας ἀδελφοὺς τοὺς ἑστῶτας· υἱός εἰμι ἐκείνου τοῦ καθεζομένου ἐπὶ θρόνου εἰς τὴν ὑπ᾽ οὐρανόν, τοῦ τὰ ἴδια λαμβάνοντος ἀπὸτῶν δανειζομένων· υἱός εἰμι ἐκείνου τοῦ τὴν σφαῖραν ζωννύοντος· συγγενὴς δὲ εἰμι ἐκείνου τοῦ ἔξωθεν τοῦ ὠκεανοῦ ὄντος, οὗ ἡ οὐρὰ ἔγκειται τῷ ἰδίῳ στόματι· ἐγώ εἰμι ὁ διὰ τοῦ φραγμοῦ εἰσελθὼν ἐν τῷ παραδείσῳ καὶ μετὰ Εὔας λαλήσας ὅσα ὁ πατήρ μου ἐνετείλατό μοι λαλῆσαι αὐτῇ· ἐγώ εἰμι ὁ ἐξάψας καὶ πυρώσας Κάϊν ἵνα ἀποκτείνῃ τὸν ἴδιον ἀδελφόν, καὶ δι᾽ ἐμὲ ἄκανθαι καὶ τρίβολοι ἐφύησαν ἐν τῇ γῇ· ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ἄνωθεν κάτω ῥίψας καὶ ἐν ταῖς ἐπιθυμίαις τῶν γυναικῶν αὐτοὺς καταδήσας, ἵνα γηγενεῖς παῖδες ἐξ αὐτῶν γένωνται καὶ τὸ θέλημά μου ἐν αὐτοῖς διαπράξωμαι· ἐγώ εἰμι ὁ τὴν καρδίαν Φαραὼ σκληρύνας, ἵνα τὰ τέκνα τοῦ Ἰσραήλ φονεύσῃ καὶ ἐν ζυγῷ σκληρότητος καταδουλώσηται αὐτούς· ἐγώ εἰμι ὁ τὸ πλῆθος ἐν τῇ ἐρήμῳ πλανήσας, ὅτε τὸν μόσχον ἐποίησαν· ἐγώ εἰμι ὁ τὸν Ἡρώδην πυρώσας καὶ τὸν Καϊάφαν ἐξάψας ἐν τῇ ψευδηγορίᾳ τοῦ ψεύδους ἐπὶ Πιλάτου· τοῦτο γὰρ ἐμοὶ ἔπρεπεν· ἐγώ εἰμι ὁ τὸν Ἰούδαν ἐξάψας καὶ ἐξαγοράσας ἵνα τὸν Χριστὸν θανάτῳ παραδῷ· ἐγώ εἰμι ὁ τὴν ἄβυσσον τοῦ ταρτάρου οἰκῶν καὶ κατέχων, ὁ δὲ υἱὸς τοῦ θεοῦ ἄκοντά με ἠδίκησεν καὶ τοὺς ἰδίους ἐξ ἐμοῦ ἐξελέξατο· συγγενής εἰμι ἐκείνου τοῦ μέλλοντος ἀπὸ τῆς ἀνατολῆς ἔρχεσθαι, ᾧ καὶ ἐξουσία δίδοται ποιῆσαι ὅπερ αὐτὸς βούλεται ἐπὶ τῆς γῆς. Καὶ ταῦτα εἰπόντος τοῦ δράκοντος ἐκείνου παντὸς τοῦ ὄχλου κατακούοντος, ἐπάρας ὁ ἀπόστολος τὴν φωνὴν αὐτοῦ εἰς ὕψος εἶπεν· Παῦσαι λοιπὸν ἀναιδέστατε, καὶ αἰσχύνθητι νεκρούμενοςὅλος· ἔφθασεν γάρ σου τὸ τέλος τῆς ἀπωλείας· καὶ μὴ τόλμα λέγειν ἃ διεπράξω διὰ τῶν σοὶ ὑπηκόων γενολάγην μένων. κελεύω δέ σοι ἐν ὀνόματι τοῦ Ἰησοῦ ἐκείνου τοῦ μέχρι νῦν ἀγῶνα πρὸς ὑμᾶς ποιοῦντος διὰ τοὺς ἰδίους ἀνθρώπους, ἵνα τὸν ἰόν σου ὃν ἔβαλες εἰς τὸν ἄνδρα τοῦτον ἐκμυτάνειν ζήσῃς καὶ ἀνελκύσας λάβῃς ἐξ αὐτοῦ. Ὁ δὲ δράκων εἶπεν· Οὔπω ὁ καιρὸς ἔφθασεν τοῦ τέλους ἡμῶν, καθὼς εἶπας· τί με ἀναγκάζεις λαβεῖν ὃ εἰς τοῦτον κατέβαλον καὶ ἀποθανεῖν πρὸ καιροῦ; καὶ γὰρ ὁ ἐμὸς πατὴρ ἐπὰν ἀνιμήσηται καὶ ἐκμυζήσῃ ὃ ἐπέρριψεν τῇ κτίσει, τότε αὐτοῦ γίνεται τὸ τέλος. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῖξον οὖν ἤδη τὴν φύσιν τοῦ πατρός σου. Καὶ προσελθὼν ὁ δράκων ἐπέθηκεν τὸ στόμα ἐπὶ τὴν πληγὴν τοῦ νεανίσκου καὶ ἐξεμύζησεν τὴν χολὴν ἐξ αὐτοῦ. καὶ κατὰ βραχὺ μὲν ἡ χροιὰ τοῦ νεανίσκου, ὥσπερ πορφύρα οὖσα, ἐλευκαίνετο, ὁ δὲ δράκων ἐφυσᾶτο. ὅτε δὲ πᾶσαν τὴν χολὴν εἰς ἑαυτὸν ἀνέσπασεν ὁ δράκων, ὁ νεώτερος ἀναπηδήσας ἔστη, καὶ δραμὼν πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἔπεσεν. ὁ δὲ δράκων φυσηθεὶς ἐλάκησεν καὶ ἀπέθανεν, καὶ ἐξεχύθη αὐτοῦ ὁ ἰὸς καὶ ἡ χολή· ἐν δὲ τῷ τόπῳ οὗ ὁ ἰὸς αὐτοῦ ἐξεχύθη χάσμα ἐγένετο μέγα, καὶ κατεπόθη ὁ δράκων ἐκεῖνος. εἶπεν δὲ ὁ ἀπόστολος τῷ βασιλεῖ καὶ τῷ ἀδελφῷ αὐτοῦ· Βάλετε ἐργάτας καὶ ἀναπληρώσατε τὸν τόπον ἐκεῖνον, καὶ θέτε θεμελίους καὶ οἴκους οἰκοδομήσατε ἐπάνω, ἵνα οἴκησις γένηται τοῖς ξένοις. Ὁ δὲ νεανίσκος ἔλεγεν τῷ ἀποστόλῳ μετὰ πολλῶν δακρύων· Τί ἥμαρτον εἰς σέ; ἄνθρωπος γὰρ εἶ δύο μορφὰς ἔχων, καὶ ὅπου ἂν θέλῃς ἐκεῖ εὑρίσκῃ, καὶ ὑπ᾽ οὐδενὸς ἐπέχῃ, ὡς ἐγὼ ὁρῶ. ἐθεασάμην γὰρ τὸν ἄνδρα ἐκεῖνον, ὡς παρέστηκά σοι, ὃς καὶ ἔλεγέν σοι· Πολλὰ ἔχω δεῖξαι διὰ σοῦ θαυμάσια, καὶ ἔργα μεγάλα ἔχω διὰ σοῦ τελέσαι, δι᾽ ὧν μισθὸν λήψῃ· καὶ πολλοὺς ποιήσεις ζῆσαι, καὶ ἔσονται ἐν ἀναπαύσει ἐν φωτὶ αἰωνίῳ ὡς τέκνα θεοῦ· σὺ οὗν ζωοποίησόν φησιν περὶ ἐμοῦ σοι λέγων τοῦτον τὸν νεανίσκον καταβληθέντα ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἐν παντὶ καιρῷ ἔφορος αὐτοῦ γενοῦ. Καλῶς οὖν ἥκεις ἐνθάδε, καὶ πάλιν καλῶς πρὸς αὐτὸν ἀπελεύσῃ, καὶ αὐτοῦ ὅλως μὴ ἀπολειπομένου σου. ἐγὼ δὲ ἐγενόμην ἄνευ φροντίδος καὶ ὀνειδισμοῦ· καὶ ἐπέφαυσέν μοι ἀπὸ τῆς φροντίδος τῆς νυκτερινῆς καὶ ἀνεπάην ἀπὸ τῆς ἐργασίας τῆς ἡμερινῆς· ἀπηλλάγην δὲ καὶ ἀπὸ τοῦ παροξύναντός με ταῦτα πράττειν, ἥμαρτον εἰς ἐκεῖνον τὸν τὰ ἐναντία διδάξαντά με· καὶ ἀπώλεσα ἐκεῖνον τὸν τῆς νυκτὸς συγγενῆ τὸν ἀναγκάζοντά με ἁμαρτάνειν ταῖς αὐτοῦ πράξεσιν, εὗρον δὲ ἐκεῖνον τὸν φεγγώδη ὄντα μου συγγενῆ. ἀπώλεσα μὲν ἐκεῖνον τὸν σκοτίζοντα καὶ ἀμαυροῦντα τοὺς ἑαυτοῦ ὑπηκόους, ἵνα μὴ γνῶσιν ἃ διαπράττονται, καὶ ἐν τοῖς ἔργοις αὐτῶν αἰσχυνθέντες ἀπόσχωνται ἀπ᾽ αὐτῶν, καὶ αἱ τούτων πράξεις τέλος σχῶσιν· εὗρον δὲ ἐκεῖνον οὗ τὰ ἔργα φῶς ἐστιν καὶ αἱ πράξεις ἀλήθεια, ἃ διαπραττόμενός τις οὐ μεταγινώσκει. ἀπηλλάγην δὲ καὶ ἀπ᾽ἐκείνου οὗ τὸ ψεῦδος παράμονον, οὗ καὶ τὸ κάλυμμα προζεται ηγεῖται σκότος, ὄπισθεν δὲ παρέπεται καὶ αἰσχύνη ἀναιδευοματος· μένη ἐν ἀπραγίᾳ· εὗρον δὲ τὸν καλά μοι φανεροῦντα εἰς τὸ λαβέσθαι με τούτων, τὸν τῆς ἀληθείας υἱόν, συγγενῆ ὄντα τῆς ὁμονοίας, ὃς τὴν ὁμίχλην ἀποσοβῶν τὴν ἑαυτοῦ κτίσιν φωτίζει καὶ τὸς πληγὰς θεραπεύων τοὺς ἐχθροὺς αὐτῆς καταστρέφει. ἀλλὰ δέομαί σου ἄνθρωπε τοῦ θεοῦ ποίησόν με πάλιν θεάσασθαι αὐτὸν καὶ ἰδεῖν τοῦτον τὸν νῦν ἀπόκρυφόν μοι γενόμενον, ἵνα καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσω, ἧς τὸ θαῦμα ἐξειπεῖν οὐ δύναμαι· οὐκ ἔστιν γὰρ τῆς φύσεως τούτου τοῦ ὀργάνου τοῦ σωματικοῦ. Ὁ δὲ ἀπόστολος ἀπεκρίθη αὐτῷ λέγων· Ἐὰν τούτων ἀπαλλαγῇς ὧν τὴν γνῶσιν ἐδέξω, ὥσπερ καὶ εἶπας, καὶ γνῷς τίς ἐστιν ὁ ταῦτα διαπραξάμενος ἐν σοί, καὶ μάθῃς, καὶ κατήκοος γενήσῃ ἐκείνου, οὗ νῦν διὰ τῆς ζεούσης σου ἀγάπης ἐπιζητεῖς, καὶ ὄψῃ αὐτὸν καὶ σὺν αὐτῷ ἔσῃ εἰς τὸν αἰῶνα, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ ἀναπαήσῃ καὶ ἔσῃ ἐν τῇ χαρᾷ αὐτοῦ. ἐὰν δὲ ῥᾳθυμότερον διατεθῇς πρὸς αὐτὸν καὶ πάλιν ἐπιστραφῇς πρὸς τὰς προτέρας σου πράξεις, καὶ ἐάσῃς τὸ κάλλος καὶ τὸ φαιδρὸν ἐκεῖνο πρόσωπον τὸ νῦν ὑποδειχθέν σοι, καὶ τὸ ἀπαύγασμα τοῦ φωτὸς αὐτοῦ, οὗ νῦν ἐπιθυμεῖς, διαλάθῃς, οὐ μόνον τῆς ζωῆς ταύτης στερίσκῃ ἀλλὰ καὶ τῆς μελλούσης, καὶ ἀπελεύσῃ πρὸς ἐκεῖνον ὃν ἔλεγες ἀπολωλεκέναι, καὶ οὐκέτι θεάσῃ ἐκεῖνον ὃν ἔλεγες εὑρηκέναι.