Πάνυ οὖν διατεθέντες ἐν τῷ ἀποστόλῳ ὅ τε βασιλεὺς Γουνδαφόρος καὶ ὁ τούτου ἀδελφὸς Γὰδ εἵποντο αὐτῷ μηδ᾽ ὅλως ἀναχωροῦντες, καὶ αὐτοὶ ἐπαρκοῦντες τοῖς δεομένοις, πᾶσιν διδόντες καὶ ἀναπαύοντες πάντας· ἐδεήθησαν δὲ αὐτοῦ ἵνα καὶ τὴν σφραγῖδα τοῦ λόγου δέξωνται λοιπὸν καὶ αὐτοί, λέγοντες αὐτῷ· Σχολαζουσῶν τῶν ψυχῶν ἡμῶν καὶ προθύμων ἡμῶν οντων περὶ τὸν θεόν, δὸς ἡμῖν τὴν σφραγῖδα· ἠκούσαμεν γάρ σου λέγοντος ὅτι ὁ θεὸς ὃν κηρύσσεις διὰ τῆς αὐτοῦ σφραγῖδος ἐπιγινώσκει τὰ ἴδια πρόβατα. Ὁ δὲ ἀπόστολος ἔφη αὐτοῖς· Καὶ χαίρω καὶ δέομαι ὑμῶν λαβεῖν τὴν σφραγῖδα ταύτην, καὶ κοινωνῆσαί μοι εἰς τὴν εὐχαριστίαν ταύτηνκαὶ εὐλογίαν τοῦ κυρίου, καὶ τελειωθῆναι ἐν αὐτῇ οὗτος γάρ ἐστιν κύριος καὶ θεὸς πάντων. Ἰησοῦς Χριστὸς ὃν κηρύσσω, καὶ αὐτὸς πατὴρ ἀληθείας, εἰς ὃν ὑμᾶς πιστεύειν ἐδίδαξα. Καὶ ἐκέλευσεν προσενεγκεῖν αὐτοὺς ἔλαιον, ἵνα διὰ τοῦ ἐλαίου δέξωνται τὴν σφραγῖδα. ἤνεγκαν οὖν τὸ ἔλαιον, καὶ λύχνους ἀνῆψαν πολλούς· νύξ γὰρ ἦν· Καὶ ἀναστὰς ὁ ἀπόστολος ἐσφράγισεν αὐτούς· ἀπεκαλύφθη δὲ αὐτοῖς ὁ κύριος διὰ φωνῆς λέγων· Εἰρήνη ὑμῖν ἀδελφοί. Οἳ δὲ φωνῆς μόνον ἤκουσαν αὐτοῦ, τὸ δὲ εἶδος αὐτοῦ οὐκ εἶδον· οὐδέπω γὰρ ἦσαν δεξάμενοι τὸ ἐπισφράγισμα τῆς σφραγῖδος. λαβὼν δὲ ὁ ἀπόστολος τὸ ἔλαιον καὶ καταχέας ἐπὶ τῆς κεφαλῆς αὐτῶν καὶ ἀλείψας καὶ χρίσας αὐτοὺς ήρξατο λέγειν· Ἐλθὲ τὸ ἅγιον ὄνομα τοῦ Χριστοῦ τὸ ὑπὲρ πᾶν ὄνομα· ἐλθὲ ἡ δύναμις τοῦ ὑψίστου καὶ ἡ εὐσπλαγχνία ἡ τελεία· ἐλθὲ τὸ χάρισμα τὸ ὕψιστον· ἐλθὲ ἡ μήτηρ ἡ εὔσπλαγχνος· ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος· ἐλθὲ ἡ τὰ μυστήρια ἀποκαλύπτουσα τὰ ἀπόκρυφα· ἐλθὲ ἡ μήτηρ τῶν ἑπτὰ οἴκων, ἵνα ἡ ἀνάπαυσίς σου εἰς τὸν ὄγδοον οἶκον γένηται. ἐλθὲ ὁ πρεσβύτερος τῶν πέντε μελῶν, νοὸς ἐννοίας φρονήσεως ἐνθυμήσεωςλογισμοῦ, κοινώνησον μετὰ τούτων τῶν νεωτέρων· ἐλθὲ τὸ ἅγιον πνεῦμα καὶ καθάρισον τοὺς νεφροὺς αὐτῶν καὶ τὴν καρδίαν, καὶ ἐπισφράγισον αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Καὶ σφραγισθέντων αὐτῶν ὤφθη αὐτοῖς νεανίας λαμπάδα ἀνημμένην κατέχων, ὡς καὶ τοὺς λύχνους αὐτοὺς τῇ τοῦ φωτὸς αὐτῆς προσβολῇ ἀμαυρωθῆναι. καὶ ἐξελθὼν ἀφανὴς αὐτοῖς ἐγένετο. εἶπεν δὲ ὁ ἀπόστολος πρὸς τὸν κύριον· Ἀχώρητον ἡμῖν κύριε τὸ φῶς σού ἐστιν, καὶ οὐ δυνάμεθα φέρειν αὐτό· μεῖζον γάρ ἐστιν τῆς ἡμετέρας ὄψεως. Αὔγους δὲ γενομένου καὶ διαφαύσαντος κλάσας ἄρτον κοινωνοὺς αὐτοὺς κατέστησεν τῆς εὐχαριστίας τοῦ Χριστοῦ. ἔχαιρον δὲ καὶ ἠγαλλιῶντο· πολλοὶ δὲ καὶ ἕτεροι πιστεύοντες προσετίθεντο καὶ ἤρχοντο εἰς τὸ καταφύγιον τοῦ σωτῆρος. Ὁ δὲ ἀπόστολος οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων αὐτοῖς· Ἄνδρες καὶ γυναῖκες, παῖδες καὶ κόραι, νεανίσκοι καὶ παρθένοι, ἀκμαῖοι καὶ γηραλέοι, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, ἀπέχεσθε τῆς πορνείας καὶ τῆς πλεονεξίας καὶ τῆς ἐργασίας τῆς γαστρὸς· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις γίνεται πᾶσα ἀνομία. ἡ γὰρ πορνεία πηροῖ τὸν νοῦν καὶ τοὺς τῆς ψυχὴς ὀφθαλμοὺς σκοτίζει, καὶ ἐμπόδιον γίνεται τῆς τοῦ σώματος πολιτείας, εἰς ἀσθένειαν μετατιθεῖσα ὅλον τὸν ἄνθρωπον καὶ εἰς νόσον ἐμβάλλουσα ὅλον τὸ σῶμα. ἡ δὲ ἀπληστία εἰς φόβον καὶ αἰσχύνην καθίστησι τὴν ψυχήν, ἐντὸς τοῦ σώματος ὑπάρχουσα καὶ διαρπάζουσα τὰ ἀλλότρια καὶ ταύτην τὴν ὑποψίαν ἔχουσα, ἡ ἀποδιδοῦσα τὰ ἀλλότρια τοῖς δεσπόταις ᾐσχύνθη. ἡ δὲ ἐργασία τῆς κοιλίας εἰς φροντίδας καὶ μερίμνας καὶ λύπας ἐμβάλλει τὴν ψυχήν, τοῦτο μεριμνῶσα μὴ ἄρα ἐνδεὴς αὐτῶν γένηται καὶ τῶν πόρρωθεν τούτων ὄντων θεαθῇ. ἐπὰν οὖν ἀπαλλαγῆτε τούτων, γίνεσθε ἀφρόντιδες καὶ ἄλυποι καὶ ἄφοβοι, καὶ παραμένει ὑμῖν ἐκεῖνο τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος· Mὴ  μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς. Μνημονεύσατε κἀκείνου τοῦ λόγου τοῦ προειρημένου· Ἑμβλέψατε εἰς τοὺς κόρακας καὶ ἀφίδετεεἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὔτε σπείρει οὔτε θερίζει οὔτε συνάγει εἰς τὰς ἀποθήκας, καὶ ὁ θεὸς οἰκονομεῖ αὐτά· πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι; Ἀλλὰ προσδέξασθε τὴν τούτου παρουσίαν, καὶ εἰς αὐτὸν τὰς ἐλπίδας ἔχετε, καὶ πιστεύετε τῷ ὀνόματι αὐτοῦ· οὗτος γάρ ἐστιν ὁ κριτὴς ζώντων καὶ νεκρῶν, καὶ αὐτὸς ἀποδίδωσιν ἑνὶ ἑκάστῳ πρὸς τὰς πράξεις αὐτοῦ, καὶ ἐν τῇ ἐλεύσει αὐτοῦ καὶ ἐπιφανείᾳ τῇ ὑστέρᾳ οὐκ ἔχει τις λόγον ἀπολογίας, μέλλων παρ᾽ αὐτοῦ κρίνεσθαι, ὡς μὴ ἀκούσας. οἱ γὰρ κήρυκες αὐτοῦ εἰς τὰ τέσσαρα κλίματα τῆς οἰκουμένης κηρύσσουσιν. μετάγνωτε οὖν καὶ πιστεύσατε τῇ ἐπαγγελίᾳ, καὶ δέξασθε ζυγὸν πρᾳότητος καὶ φορτίον ἐλαφρόν, ἵνα ζήσητε καὶ μὴ ἀποθάνητε. ταῦτα κτήσασθε, ταῦτα φυλάξατε· ἐξέλθετε ἀπὸ τοῦ σκότους, ἵνα τὸ φῶς ὑμᾶς προσδέξηται· ἔλθετε πρὸς τὸν ὄντως ἀγαθόν, ἵνα παρ᾽ αὐτοῦ τὴν χάριν δέξησθε, καὶ τὸ αὐτοῦ σημεῖον ἐγκαταθήσεσθε ταῖς ὑμετέραις ψυχαῖς. Ταῦτα εἰπόντος αὐτοῦ τινὲς τῶν παρεστώτων εἶπον αὐτῷ· Καιρός ἐστιν τοῦ τὸν χρεώστην ἀπολαβεῖν τὸ χρέος. Ὃ δὲ εἶπεν αὐτοῖς· Ὁ μὲν κύριος τοῦ χρέους ἀεὶ τὸ περισσὸν ἀπολαβεῖνβούλεται, ἡμεῖς δὲ τὸ δέον αὐτῷ δῶμεν. Καὶ εὐλογήσας αὐτοὺς ἔλαβεν ἄρτον καὶ ἔλαιον καὶ λάχανον καὶ ἅλας, καὶ εὐλογήσας ἔδωκεν αὐτοῖς· αὐτὸς δὲ παρέμεινεν τῇ ἑαυτοῦ νηστείᾳ, ἔμελλεν γὰρ ἡ κυριακὴ ἐπιφέειν. τῆς δὲ νυκτὸς ἐπιούσης καὶ καθεύδοντος αὐτοῦ ἐλθὼν ὁ κύριος ἔστη πρὸς τῇ κεφαλῇ αὐτοῦ λέγων· θωμᾶ, ἀναστὰς ὄρθρου, εὐλογήσας πάντας μετὰ τὴν εὐχὴν καὶ διακονίαν ἄπελθε κατὰ τὴν ἀνατολικὴν ὁδὸν μίλια δύο, καὶ ἐκεῖ δείξω ἐν σοὶ τὴν ἐμὴν δόξαν· δι᾽ ὃ γὰρ ἀπέρχει πολλοὶ πρόσφυγές μοι γενήσονται, καὶ ἐλέγξεις τὴν φύσιν καὶ τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀναστὰς δὲ ἀπὸ τοῦ ὕπνου ἔλεγεν τοῖς ἀδελφοῖς τοῖς οὖσιν μετ᾽ αὐτοῦ· Τέκνα καὶ ἀδελφοί, ὁ κύριος βούλεταί τί ποτε σήμερον δι᾽ ἐμοῦ διαπράξασθαι· ἀλλ᾽ εὐξώμεθα καὶ δεηθῶμεν αὐτοῦ ἵνα μηδέν τί ποτε ἐμπόδιον γένηται ἡμῖν πρὸς αὐτόν, ἀλλὰ ὡς πάντοτε καὶ νῦν κατὰ τὸ αὐτοῦ βούλημα καὶ θέλημα γένηται δι᾽ ἡμῶν. Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἐπέθηκεν αὐτοῖς τὰς χεῖρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς· καὶ κλάσας ἄρτον τῆς εὐχαριστίας ἔδωκεν αὐτοῖς εἰπών· Ἔσται ὑμῖν αὕτη ἡ εὐχαριστία εἰς εὐσπλαγχνίαν καὶ ἔλεος, καὶ μὴ εἰς κρίσιν καὶ ἀμοιβήν. Καὶ αὐτοὶ εἶπον Ἀμήν. Περὶ τοῦ δράκοντος πρᾶξις γ´. Καὶ ἐξῆλθεν ὁ ἀπόστολος τοῦ ἀπελθεῖν ὅπου αὐτὸν ὁ κύριος προσέταξεν· καὶ ἐγγὺς γενόμενος τοῦ δευτέρου μιλίου καὶ ὀλίγον ἐκκλίνας τῆς ὁδοῦ εἶδεν πτῶμα νέου εὐμόρφου κείμενον, καὶ εἶπεν· Κύριε, μὴ διὰ τοῦτο ἐξήγαγές με ἐλθεῖν ἐνθάδε, ἵνα ἴδω τὸν πειρασμὸν τοῦτον; γενέσθω τοίνυν τὸ θέλημά σου ὡς βούλει. Καὶ ἤρξατο εὔχεσθαι καὶ λέγειν· Κύριε κριτὰ ζώντων καὶ νεκρῶν, ζώντων τῶν παρεστώτων καὶ νεκρῶν τῶν κειμένων, καὶ δέσποτα πάντων καὶ πατήρ· πατὴρ δὲ οὐ τῶν ἐν σώμασιν οὐσῶν ψυχῶν ἀλλὰ τῶν ἐξελθουσῶν· τῶν γὰρ ἐν μιάσμασιν οὐσῶν ψυχῶν δεσπότης εἶ καὶ δικαστής· ἐλθὲ ἐν τῇ ὥρᾳ ταύτῃ ᾗ ἐπικαλοῦμαι, καὶ δεῖξόν σου τὴν δόξαν εἰς τοῦτον τὸν ἐνθάδε κατακείμενον. Καὶ στραφεὶς πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ εἶπεν· Τοῦτο τὸ πρᾶγμα οὐκ ἀργῶς ἐγένετο, ἀλλ᾽ ὁ ἐχθρὸς ἐνήργησεν καὶ κατηργάσατο τοῦτο ἵνα ἐν αὐτῷ προσβάλῃ· καὶ ὁρᾶτε ὅτι οὐκ ἐχρήσατο ἄλλο εἶδος οὐδὲ ἐνήργησεν δι᾽ ἄλλου ζῴου ἀλλ᾽ ἣ διὰ τοῦ ὑπηκόου αὐτοῦ.