Καὶ μετεπέμψατο τὸν ἔμπορον τὸν ἀγαγόντα αὐτὸν καὶ τὸν ἀπόστολον, καὶ εἶπεν αὐτῷ· Ἔκτισάς μοι τὸ παλάτιον; Ὃ δὲ ἔφη· Ναί, ἔκτισα. Ὁ δὲ βασιλεὺς εἶπεν· Πότε οὖν ὑπάγομεν καὶ βλέπομεν αὐτό; Ὃ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Νῦν αὐτὸ ἰδεῖν οὐ δύνασαι, ἀλλ᾽ ὅταν τοῦ βίου τούτου ἐξέλθῃς βλέπεις αὐτό. Ὁ δὲ βασιλεὺς πάνυ ὀργισθεὶς ἐκέλευσεν ὑπὸδεσμὸν γενέσθαι τὸν τε ἔμπορον καὶ Ἰούδαν τὸν καὶ Θωμᾶν καὶ εἰς φυλακὴν βληθῆναι, ἕως ἂν ἀνακρίνας μάθῃ τίνι ἐδόθη τὰ τοῦ βασιλέως, καὶ οὕτως αὐτὸν ἀπολέσῃ μετὰ τοῦ ἐμπόρου. ὁ δὲ ἀπόστολος χαίρων ἀπῄει ἐν τῷ δεσμωτηρίῳ, καὶ ἔλεγεν τῷ ἐμπόρῳ· Μὴ φοβοῦ μηδέν, ἀλλὰ μόνον πίστευσον τῷ δι᾽ ἐμοῦ κηρυσσομένῳ θεῷ, καὶ ἀπὸ μὲν τούτου τοῦ κόσμου ἐλευθερωθήσῃ, ἀπὸ δὲ τοῦ μέλλοντος αἰῶνος ζωὴν κομίσῃ. Ὁ δὲ βασιλεὺς ἐσκέπτετο ποίῳ θανάτῳ αὐτοὺς ἀναλώσῃ. ὡς δὲ ἔδοξεν πυρὶ αὐτοὺς καῦσαι ἐκδεδαρμένους, αὐτῇ τῇ νυκτὶ Γαδ ὁ τοῦ βασιλέως ἀδελφὸς ἐκακοῦτο, καὶ διὰ τὴν λύπην καὶ ἐπίθεσιν ἣν ὁ βασιλεὺς ἔπαθεν ἐβαρήθη σφόδρα· καὶ μεταπεμψάμενος τὸν βασιλέα | εἶπεν αὐτῷ· Ἀδελφὲ βασιλεῦ, τὸν οἶκόν μου καὶ τὰ τέκνα μου παρατίθημί σοι· ἐγὼ γὰρ διὰ τὴν ἐπήρειαν τὴν συμβᾶσάν σοι ἐλυπήθην καὶ ἰδοὺ ἀποθνῄσκω, καὶ ἐὰν μὴ ἐπέλθῃς τῇ τιμωρίᾳ κατὰ τῆς κεφαλῆς ἐκείνου τοῦ μάγου, οὐκ ἀναπαύσεις μου τὴν ψυχὴν εἰς ἅδου. Ὁ δὲ βασιλεὺς τῷ ἑαυτοῦ ἀδελφῷ εἶπεν· Δι᾽ ὅλης τῆς νυκτὸς τοῦτο ἐσκεπτόμην, τὸ πῶς αὐτὸν θανατώσω· τοῦτο δὲ ἔδοξέν μοι, ἐν πυρὶ αὐτὸν κατακαῦσαι ἐκδαρέντα, καὶ αὐτὸν καὶ τὸν ἔμπορον μετ᾽ αὐτοῦ τὸν ἀγαγόντα αὐτόν. Καὶ ὡς ὡμίλουν, ἐξῆλθεν ἡ ψυχὴ Γὰδ τοῦ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐπένθει τὸν Γὰδ σφόδρα, πάνυ γὰρ ἠγάπα αὐτόν, καὶ προσέταξεν εἰς βασιλικὴν ἐσθῆτα καὶ πολύτιμον κηδευθῆναι αὐτόν. τούτων δὲ γενομένων τὴν ψυχὴν Γὰδ τοῦ ἀδελφοῦ τοῦ βασιλέως ἄγγελοι παραλαβόντες εἰς τὸν οὐρανὸν ἀνήγαγον, ὑποδεικνύοντες αὐτῷ τοὺς ἐκεῖ τόπους καὶ οἰκήσεις, ἐξετάζοντες αὐτόν· Εἰς ποῖον τόπον βούλει οἰκῆσαι; Ὅτε δὲ ἤγγισαν εἰς τὴν οἰκοδομὴν Θωμᾶ τοῦ ἀποστόλου, ἢν ἔκτισεν τῷ βασιλεῖ, ἰδὼν αὐτὴν ὁ Γὰδ εἶπεν τοῖς ἀγγέλοις· Δέομαι ὑμῶν κύριοί μου, εἰς ἕνα τῶν κατώγεων οἴκων τούτων συγχωρήσατέ μοι οἰκῆσαι. Οἳ δὲ ἔφησαν αὐτῷ· Οὐδύνασαι οἰκῆσαι ἐν ταύτῃ τῇ οἰκοδομῇ. Ὃ δὲ εἶπεν· Διὰ τί: Λέγουσιν αὐτῷ· Τοῦτο τὸ παλάτιον ἐκεῖνό ἐστιν ὃ οἰκοδόμησεν ὁ χριστιανὸς ἐκεῖνος τῷ ἀδελφῷ σου. Ὃ δὲ εἶπεν· Δέομαι ὑμῶν κύριοί μου, συγχωρήσατέ μοι ἀπελθεῖν πρὸς τὸν ἀδελφόν μου, ἵνα ἀγοράσω παρ᾽ αὐτοῦ τὸ παλάτιον τοῦτο· οὐ γὰρ οἶδεν ὁ ἀδελφός μου ὁποῖόν ἐστιν, καὶ πιπράσκει μοι αὐτός. Τότε οἱ ἄγγελοι ἀφῆκαν τὴν ψυχὴν τοῦ Γάδ· καὶ ἐν τῷ ἐνδύειν αὐτοὺς αὐτὸν τὴν ἐντάφιον στολὴν ἐπεισῆλθεν αὐτῷ ἡ ψυχὴ αὐτοῦ· καὶ ἔλεγεν τοῖς περὶ αὐτὸν ἑστῶσιν· Καλέσατέ μοι τὸν ἀδελφὸν μου, ἵνα αἰτήσωμαι παρ᾽ αὐτοῦ μίαν αἴτησιν. Εὐθέως οὖν εὐηγγελίσαντο τῷ βασιλεῖ αὐτῶν λέγοντεςὅτι Ὁ ἀδελφός σου ἀνέζησεν. Ὁ δὲ βασιλεὺς ἐκπηδήσας σὺν πλήθει πολλῷ ἤρχετο πρὸς τὸν ἴδιον ἀδελφόν, καὶ εἰσελθὼν ἔστη πρὸς τὴν κλίνην αὐτοῦ ὥσπερ ἔκπληκτος , μὴ δυνάμενος λαλῆσαι αὐτῷ. εἶπεν δέ ὁ ἀδελφὸς αὐτοῦ· Οἶδα καὶ πέπεισμαι ἀδελφὲ ὅτι εἴ τις ᾔτησέν σε τὸ ἥμισυ τῆς βασιλείας σου, δέδωκας ἂν ὑπὲρ ἐμοῦ· διὸ ἀξιῶ σε παρασχεῖν μοι χάριτα μίαν ἥν αἰτοῦμαί σε ἵνα πωλήσῃς μοι ὃ αἰτοῦμαι παρὰ σοῦ. Ὁ δὲ βασιλεὺς ἀποκριθεὶς εἶπεν· Καὶ τί ἐστιν ὃ αἰτεῖς με πωλῆσαί σοι; Ὃ δὲ ἔφη· Ὅρκῳ με πεῖσον ὅτι μοι παρέχεις. Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς ὅτι Ἓν τῶν ὑπαρχόντων μοι εἴ τι ἐὰν αἰτήσῃ δίδωμίσοι. Καὶ λέγει αὐτῷ· Τὸ παλάτιον ἐκεῖνο τὸ ἐν τοῖς οὐρανοῖς ἔχεις πώλησόν μοι. Καὶ ὁ βασιλεὺς εἶπεν· Ἐμοὶ παλάτιον ἐν τοῖς οὐρανοῖς πόθεν ὑπάρχει; Ὃ δὲ ἔφη· Ἐκεῖνο ὃ οἰκοδόμησέν σοι ἐκεῖνος ὁ χριστιανὸς ὁ ὣν νῦν ἐν τῷ δεσμω5 τηρίῳ, ὃν ἤγαγέν σοι ὁ ἔμπορος ἀγοράσας παρὰ Ἰησοῦ τινος· τὸν δοῦλον λέγω ἐκεῖνον τὸν Ἑβραῖον, ὃν ἐβούλου κολάσαι ὡς ἐπίθεσίν τινα παρ᾽ αὐτοῦ παθών, ἐφ᾽ ὃν κἀγὼ λυπηθεὶς ἀπέθανον καὶ ἀνέζησα νῦν. Τότε ὁ βασιλεὺς εἰς ἐπίστασιν ἐλθὼν συνῆκεν περὶ τῶν διαφερόντων αὐτῷ καὶ μελλόντων αἰωνίων ἀγαθῶν, καὶ εἶπεν· Ἐκεῖνο τὸ παλάτιον πωλῆσαί σοι οὐ δύναμαι, εὔχομαι δὲ εἰσελθεῖν εἰς αὐτὸ καὶ οἰκῆσαι καὶ καταξιωθῆναι τῶν οἰκητόρων αὐτοῦ· σὺ δὲ ἀληθῶς εἰ βούλει πρίασθαι τοιοῦτον πααλάτιον, ἰδοὺ ὁ ἅνθρωπος ζῇ καὶ κτίζει σοι ἐκείνου βέλτιον. Καὶεὐθέως πέμψας ἐξήγαγεν ἐκ τοῦ δεσμωτηρίου τὸν ἀπόστολον καὶ τὸν ἔμπορον τὸν ἐγκλεισθέντα σὺν αὐτῷ, λέγων· Δέομαί σου ὡς ἄνθρωπος δεόμενος τοῦ διακόνου τοῦ θεοῦ ἵνα εὔξῃ ὑπὲρ ἐμοῦ καὶ δεηθῇς ἐκείνου οὗ διάκονος ὑπάρχεις ἵνα μοι ἀφήσῃ καὶ παρίδῃ ἃ εἰς σὲ διεπραξάμην ἣ καὶ ἐνεθυμήθην διαπράξασθαι, καὶ ἄξιόν με γενέσθαι οἰκήτορα ἐκείνης τῆς οἰκήσεως ἧσπερ ἐγὼ μὲν οὐδὲν ἔκαμον, συ δέ μοι ἔκτισας μόνος καμών, συνεργούσης σοι τῆς χάριτος τοῦ θεοῦ σου, καὶ ἴνα γένωμαι ὑπηρέτης κἀγὼ καὶ δουλεύσω τῷ θεῷ τούτῳ ᾧ σὺ κηρύττεις. Καὶ ὁ ἀδελφὸς δὲ αὐτοῦ προσπεσὼν τῷ ἀποστόλῳ ἔλεγεν· Δέομαί σου καὶ | ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ σου ἵνα ἄξιος γένωμαι τῆς τούτου διακονίας καὶ ὑπηρεσίας, καὶ κληρωθῶ ἄξιος γενέσθαι τῶν ὀφθέντων μοι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. Ὁ δὲ ἀπόστολος χαρᾶς ληφθεὶς εἶπεν· Ἐξομολογουμαί σοι κύριε Ἰησοῦ ὅτι ἀπεκάλυψάς σου τὴν ἀλήθειαν ἐν τοῖς ἀνθρώποις τούτοις· σὺ γὰρ εἶ μόνος θεὸς τῆς ἀληθείας, καὶ οὐχ ἕτερος· καὶ σὺ εἶ ὁ τὰ πάντα εἰδὼς τὰ τοῖς πολλοῖς ἄγνωστα· σὺ εἶ κύριε ὁ ἐν πᾶσι εὐσπλαγχνία καὶ φειδὼ ποιούμενος τοὺς ἀνθρώπους· οἱ γὰρ ἄνθρωποι διὰ τὴν πλάνην τὴν οὖσαν ἐν αὐτοῖς παρεῖδάν σε, σὺ δὲ οὐ παρεῖδες αὐτούς. καὶ νῦν αἰτουμένου μου καὶ ἱκετεύοντός σε δέξαι τὸν βασιλέα καὶ τὸν τούτου ἀδελφόν, καὶ κατάμειξον αὐτοὺς εἰς τὴν σὴν ποίμνην, καθαρίσας αὐτοὺς τῷ σῷ λουτρῷ καὶ ἀλείψας αὐτοὺς τῷ σῷ ἐλαίῳ ἀπὸ τῆς περιεχούσης αὐτοὺς πλάνης· φύλαξον δὲ αὐτοὺς καὶ ἀπὸ τῶν λύκων, φέρων αὐτοὺς ἐν τοῖς σοῖς λειμῶσι· πότισον δὲ αὐτοὺς ἀπὸ τῆς ἀμβροσιώδους σου πηγῆς τῆς μὴ τεθολωμένης μήτε ληγούσης· δέονται γάρ σου καὶ ἱκετεύουσιν καὶ βούλονται ὑπηρέται καὶ διάκονοί σου γενέσθαι, καὶ ἕνεκεν τούτου εὐδοκοῦσιν καὶ διωχθῆναι ὑπὸ τῶν ἐχθρῶν σουκαὶ διὰ σὲ ὑπ᾽ αὐτῶν μισηθῆναι καὶ ὑβρισθῆναι καὶ ἀποθανεῖν, ὡς καὶ σὺ ὑπὲρ ἡμῶν ταῦτα πάντα ἔπαθες, ἵνα ἡμᾶς περιποιήσῃ, κύριος ὢν καὶ ἀληθῶς ποιμὴν ἀγαθός. σὺ δὲ δὸς αὐτοῖς ἵνα ἔχωσιν ἐν σοὶ μόνῳ τὴν παρρησίαν καὶ τὴν παρὰ σοῦ βοήθειάν τε καὶ ἐλπίδα τῆς σωτηρίας αὐτῶν, ἧς ἐκδέχονται παρὰ σοῦ μόνου, καὶ ἵνα βεβαιωθῶσιν εἰς τὰ σα μυστήρια, καὶ δέξονται τῶν σῶν χαρισμάτων καὶ δομάτων τὰ τέλεια ἀγαθά, καὶ ἀνθήσουσιν ἐν τῇ σῇ διακονίᾳ, καὶ τελεσφορήσουσιν ἐν τῷ πατρί σου.