Ἀνελθὼν δὲ εἰς τὸ ὄρος ἐν ᾧ τόπῳ ἔμελλεν ἀναιδαίου, ῥεῖσθαι εἶπεν τοῖς κατέχουσιν αὐτὸν καὶ τοῖς λοιποῖς· Ἀδελφοί, καὶ νῦν μου ἀκούσατε ἐν τέλει· πρὸς γὰρ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος ἕστηκα. μὴ οὖν πηρωθῶσιν οἱ ὀφθαλμοὶ τῆς καρδίας ὑμῶν, μηδὲ τὰ ὦτα ὑμῶν κωφωθῶσιν. πιστεύσατε εἰς τὸν θεὸν ὃν κηρύσσω, καὶ μὴ ἑαυτοὺς ὁδηγήσητε ἐν τῇ σκληροκαρδίᾳ ὑμῶν, ἀλλὰ πολιτεύσατε ἐν πάσῃ ἐλευθερίᾳ ὑμῶν καὶ τῇ δόξῃ τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τῇ ζωῇ τῇ πρὸς τὸν θεόν. Εἶπεν δὲ τῷ Ἰουζάνῃ τῷ υἱῷ τοῦ βασιλέως Μισδαίου, διακόνῳ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Δὸς τοῖς ὑπηρέταις τοῦ Μισδαίου οὗ εἰσιν ἄξιοι ἵνα μοι συγχωρήσωσιν ἀπελθεῖν καὶ εὔξασθαι. Ὁ δὲ Ἰουζάνης ἔπεισεν τοὺς στρατιώτας ἵνα ἀφήσωσιν αὐτὸν προσεύξασθαι· ὁ δὲ μακάριος Θωμᾶςἀπῄει ἐπὶ τὸ εὔξασθαι, καὶ θεὶς τὰ γόνατα καὶ ἀναστὰς καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν ταῦτα· Καὶ ταῦτα εὐξαμένου εἶπεν τοῖς στρατιώταις· Δεῦτε, τελέσατε τὰς ἐντολὰς τοῦ πέμψαντος ὑμᾶς. Καὶ ἐλθόντες οἱ τέσσαρες ἔνυξαν αὐτὸν τοῖς δόρασιν· καὶ πεσὼν ἐτελεύτα. οἱ δὲ ἀδελφοὶ πάντες ἔκλαιον. ἤνεγκαν οὖν ἐνδύματα κάλλιστα καὶὀθόνην πάνυ πολλὴν καὶ καλήν, καὶ ἔθαψαν αὐτὸν ἐν μνημείῳ βασιλικῷ ἐν ᾧ οἱ βασιλεῖς οἱ πρῶτοι ἐτέθησαν. Σιφὼρ δὲ καὶ Ἰουζάνης οὐκ ἐβούλοντο κατιέναι εἰς τὴν πόλιν, ἀλλ᾽ ἐπαρεκαθέζοντο ὅλην τὴν ἡμέραν. ἐφάνη δὲ αὐτοῖς ὁ ἀπόστολος Θωμᾶς καὶ εἶπεν· Τὶ καθέζεσθε τηροῦντές με; οὐκ εἰμὶ ἐνθάδε, ἀλλ᾽ ἀνῆλθον καὶ ἀπέλαβον πάντα ἃ εὐηγγελίσθην. ἀλλ᾽ ἀναστάντες κατέλθετε ἐντεῦθεν· μετ᾽ ὀλίγον γὰρ χρόνον καὶ ὑμεῖς παρ᾽ ἐμοὶ συνάγεσθε. Μισδαῖος δὲ καὶ Χαρίσιος ἀπήνεγκαν Μυγδονίαν καὶ Τερτίαν, καὶπάνυ αὐτὰς ἔθλιψαν· αἳ δὲ οὐ συνεδόκησαν τῇ θελήσει αὐτῶν. ὁ δὲ ἀπόστολος ἀποκαλυφθεὶς αὐταῖς εἶπεν· Μὴ πλανηθῆτε· Ἰησοῦς ὁ ἅγιος, ὁ ζῶν, ἐν τάχει ὑμῖν τὴν βοήθειαν ἐξαποστελεῖ. Ὁ δὲ Μισδαῖος καὶ ὁ Χαρίσιος γνόντες ὅτι οὐ πείθονται αὐτοῖς ἥ τε Μυγδονία καὶ ἡ Τερτία συνεχώρησαν αὐτὰς τῷ ἰδίῳ θελήματι ζῆν. συνήγοντο δὲ οἱ ἀδελφοὶ καὶ ἠγαλλιῶντο ἐν τῇ χάριτι τοῦ ἁγίου πνεύματος. ὁ δὲ ἀπόστολος Θωμᾶς ἀπαλλαττόμενος τοῦ κόσμου τὸν μὲν Σιφόρα ἐποίησεν πρεσβύτερον, Ἰουζάνην δὲ διάκονον, ὅτε ἦλθεν ἐπὶ τὸὄρος ἐπὶ τὸ ἀποθανεῖν. ὁ δὲ κύριος συνήργει αὐτοῖς καὶ τῆς πίστεως αὐτῶν πρόθεσιν ἐποιεῖτο. Συνέβη δὲ μετὰ πολὺν χρόνον ἓν τῶν τέκνων Μισδαίου τοῦ βασιλέως κρουσθῆναι ὑπὸ δαίμονος, καὶ οὐδεὶς αὐτὸν ἠδυνήθη θεραπεῦσαι· πάνυ γὰρ ἦν χαλεπὸς ὁ δαίμων. ἐνεθυμήθη δὲ Μισδαῖος ὁ βασιλεὺς καὶ εἶπεν· Ἀπελθὼν ἀνοίξω τὸν τάφον, καὶ ἄρας ὀστοῦν ἀπὸ τοῦ ἀποστόλου τοῦ θεοῦ κρεμάσω ἐπὶ τὸν υἱόν μου, καὶ θεραπευθήσεται. Ἐν ὅσῳ δὲ τοῦτο ὁ Μισδαῖος ἐνεθυμήθη, φανεὶς αὐτῷ ὁ ἀπόστολος Θωμᾶςεἶπεν αὐτῷ· Εἰς ζῶντα οὐκ ἐπίστευσας, καὶ εἰς νεκρὸν πιστεύεις; πλὴν μὴ φοβοῦ· σπλαγχνίζεται γὰρ εἰς σὲ καὶ ἐλεεῖ σε ὁ κύριός μου Ἰησοῦς Χριστὸς διὰ τὴν ἑαυτοῦ χρηστότητα. Ἀπελθὼν δὲ καὶ ἀνοίξας οὐχ εὗρεν ἐκεῖ τὸν ἀπόστολον· εἰς γὰρ τῶν ἀδελφῶν κλέψας αὐτὸν εἰς Μεσοποταμίαν ἀπήγαγεν. ἀπὸ δὲ τοῦ τόπου ἐκείνου ἔνθα τὰ ὀστᾶ τοῦ ἀποστόλου ἔκειτο χοῦν ὁ Μισδαῖος λαβὼν περιέθηκεν τῷ υἱῷ αὐτοῦ λέγων· Πιστεύω εἰς σὲ Ἰησοῦ Χριστὲ νῦν ὅτε κα νος ὁ ταράσσων τοὺς ἀνθρώπους καὶ ἀντικείμενος αὐτοῖς ἵνα μὴ ἴδωσίν σε. Καὶ κρεμάσαντος αὐτοῦ τῷ παιδὶ ὑγιὴς ὁ παῖς ἐγένετο. συνηθροίζετο οὖν καὶ Μισδαῖος ὁ βασιλεὺς μετὰ τῶν ἀδελφῶν καὶ ὑπέκλινεν τὴν κεφαλὴν αὐτοῦ ὑπὸ τὰς χεῖρας Σιφόρου τοῦ πρεσβυτέρου· ἔλεγεν δὲ τοῖς ἀδελφοῖς ὁ Σιφώρ· Εὔχεσθε ὑπὲρ Μισδαίου τοῦ βασιλέως ἵνα παρὰ Ἰησοῦ Χριστοῦ εὐσπλαγχνίαν δέξηται, καὶ ἀμνησικακήσῃ αὐτῷ. Πάντες οὖν ἐν συμφωνίᾳ χαίροντες εὐχὰς ἐποιοῦντο ὑπὲρ αὐτοῦ· ὁ δὲ φιλάνθρωπος δεσπότης ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευ ἔδωκεν καὶ Μισσδαίῳ τὴν εἰς αὐτὸν ἐλπίδα· καὶ συνήγετο μετὰ τοῦ πλήθους τῶν πεπιστευκότων τῷ Χριστῷ, δοξάζων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὗ τὸ κράτος καὶ ἡ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.