Ταῦτα τελέσαντος τοῦ ἀποστόλου εἰσῄεσαν εἰς τὸν οῖκον· εἶπεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὁ σωτὴρ ἡμῶν ὁ πολλὰ παθὼν δι᾽ ἡμᾶς, γινέσθωσαν αἱ θύραι αὗται ὥσπερ ἦσαν, καὶσφραγῖδες ἐπιτιθῶσιν αὐταῖς. Καὶ καταλείψας αὐτὰς ἀπῄει ἐπὶ τὸ ἐγκλεισθῆναι· αὐταὶ δὲ ἀθυμοῦσαι ἔκλαιον, μὴ εἰδυῖαι ὅτι Μισδαῖος ἀπολύει αὐτόν. Εὗρεν δὲ ὁ ἀπόστολος τοὺς φύλακας διαμαχομένους καὶ λέγοντας· Τί ἡμάρτομεν εἰς τοῦτον τὸν μάγον; ἠνέῳξεν γὰρ τὰς θύρας τῇ τέχνῃ αὐτοῦ τῇ μαγικῇ, καὶ ἠβουλήθη πάντας τοὺς κατακλείστους φυγαδεῦσαι. ἀλλ᾽ ἀπελθόντες ἀνενέγκωμεν τῷ βασιλεῖ, εἴπωμεν δὲ αὐτῷ περὶ τῆς γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. Ταῦτα δὲ διαλογιζομένων αὐτῶν ὁ Θωμᾶς ἡσύχαζεν. ὀρθρίσαντες σὖν ἀπῄεσαν πρὸς τὸν βασιλέακαὶ ἔλεγον αὐτῷ· Κύριε ἡμῶν βασιλεῦ, τὸν φαρμακὸν ἐκεῖνον ἔκβαλε καὶ ἀλλαχοῦ αὐτὸν κατάκλειστον ποίησον. οὐ δυνάμεθα γὰρ αὐτὸν τηρεῖν· εἰ μὴ γὰρ ἡ σὴ τύχη τὸ δεσμωτήριον ἐφύλαξεν, ἐπεὶ πάντες ἂν οἱ κατάδικοι ἔφυγον. ἤδη γὰρ δεύτερον εὕρομεν τὰς θύρας ἀνεῳγμένας. ἀλλὰ καὶ ἡ γυνή σου ὦ βασιλεῦ καὶ ὁ υἱὸς καὶ οἱ λοιποὶ οὐκ ἀφίστανται ἀπ᾽ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς ἀπελθὼν εὗρεν τὰς ἐπικειμένας σφραγῖδας σῴας· κατεμάνθανε δὲ καὶ τὰς θύρας, καὶ ἔλεγεν τοῖς φύλαξι· Διὰ τί ψεύδεσθε; αἱ γὰρ σφραγῖδες σῷαί εἰσιν· πῶς εἴπατε ὅτι Τερτία καὶ Μυγδονία ἔρχονται πρὸς αὐτὸν εἰς τὸ δεσμωτήριον; Οἱ δὲ φύλακες εἶπον· Ἡμεῖς τὴν ἀλήθειαν εἴπομέν σοῖ. Ὁ δὲ Μισδαῖος ἀπελθὼν εἰς τὸ δεσμωτήριον ἐκαθέσθη· μεταπεμψάμενος δὲ τὸν ἀπόστολον Θωμᾶν ἐκδύσας αὐτὸν ἔστησεν ἔμπροσθεν αὐτοῦ, καὶ λέγει αὐτῷ· Δοῦλος εἶ ἢ ἐλεύθερος; Θωμᾶς εἶπεν· Δοῦλός εἰμι ἑνὸς μόνου, οὗ σὺ ἐξουσίαν οὐκ ἔχεις. Ὁ δὲ Μισδαῖος λέγει αὐτῷ· Εἰς ταύτην τὴν χώραν πῶς φυγὼν ἐλήλυθας; Ὁ δὲ Θωμᾶς εἶπεν· Ἐπράθην παρὰ τοῦ δεσπότου μου ἐνθάδε, ἵνα πολλοὺς σῴσω καὶ διὰ τῶν σῶν χειρῶν μεταστῶ τοῦτον τὸν κόσμον. Ὁ δὲ Μισδαῖος εἶπεν· Τίς ἐστιν ὁ κύριός σου; καὶ τί τὸ ὄνομα αὐτοῦ; καὶ ποίας χώρας ἐστίν; Ὁ δὲ Θωμᾶς εἶπεν· Ὁ ἐμὸς κύριος δεσπότης σού ἐστιν καὶ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς. Ὁ δὲ Μισδαῖος λέγει· Τί τούτου τὸ ὄνομα; Λέγει ὁ Θωμᾶς· Οὐ δύνασαι τὸ ἀληθινὸν ὄνομα αὐτοῦ ἀκοῦσαι ἐν τῷ καιρῷ τούτῳ· τὸ δὲ δοθὲν αὐτῷ ὄνομα Ἰησοῦς Χριστός. Ὁ δὲ Μισδαῖος λέγει αὐτῷ· Ἐγὼ οὐκ ἐτάχυνα τοῦ ἀπολέσαι σε, ἀλλὰ μακροθυμίαν πρὸς σὲ πεποίηκα· σὺ δὲ τοῖς ἔργοις σου τοῖς πονηροῖς προσθήκην πεποίηκας, καὶ τὰ σὰ φάρμακα εἰς πᾶσαν τὴν χώραν διεδόθη καὶ ἠκούσθη. ἀλλὰ τοῦτο ποιῶ ἵνα τὰ φάρμακά σουσὺν σοὶ ἀπέλθῃ καὶ ἡ ἡμετέρα πατρὶς τούτων καθαρισθῇ. Λέγει πρὸς αὐτὸν ὁ θωμᾶς· Ταῦτα τὰ φάρμακα καὶ σὺν ἐμοὶ ἀπέρχεται ἐμοῦ ἐντεῦθεν ἐξορμῶντος, καὶ τοῦτο γίνωσκε ὅτι οὐδὲ τῶν ἐνθάδε ἀπολιμπάνομαι. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐσκέπτετο ὁ Μισδαῖος πῶς αὐτὸν θανατώσῃ· διὰ γὰρ τὸν πολὺν ὄχλον τῶν ὑπηκόων αὐτοῦ ἐφοβεῖτο· πολλοὶ γὰρ καὶ τῶν ἐξάρχων καὶ τῶν ἐν ὑπεροχῇ ὄντων ἐπίστευσαν εἰς αὐτόν. παραλαβὼν οὖν αὐτὸν ἐξῄει ἔξω τῆς πόλεως· συναπῄεσαν δὲ αὐτῷ καὶ στρατιῶται ἔνοπλοι· οἱ δὲ ὄχλοι ἐνόμιζον ὅτι ὁ βασιλεὺς μαθεῖν τιθέλει παρ᾽ αὐτοῦ, καὶ ἑστῶτες προσεῖχον. περιπατησάντων δὲ μίλιον ἓν παρέδωκεν αὐτὸν τέσσαρσι στρατιώταις καὶ ἐνὶ ἐξάρχῳ παραγγείλας αὐτοὺς ἀγαγεῖν αὐτὸν εἰς τὸ ὄρος κἀκεῖ τοῦτον λογχεύσαντας τελειῶσαι, καὶ πάλιν αὐτοὺς εἰς τὴν πόλιν ὑποστρέψαι. ἅμα δὲ τοῦτο τοῖς στρατιώταις εἰπεῖν ὑπέστρεψεν καὶ αὐτὸς εἰς τὴν πόλιν. Οἱ δὲ ἄνθρωποι ἔτρεχον ὀπίσω τοῦ Θωμᾶ, θέλοντες αὐτὸν λυτρώσασθαι τοῦ θανάτου. ἀπῄεσαν δὲ δύο ἐκ δεξιῶν τοῦ ἀποστόλου καὶ δύο ἐξ εὐωνύμων δόρυ κρατοῦντες, ὁ δὲ ἔξαρχοςκατεῖχεν τῆς χειρὸς αὐτοῦ ὑποβαστάζων αὐτόν. ἔλεγεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὤ μυστήρια ἀπόκρυφα, ἅτινα ἕως τῆς ἐξόδου ἡμῶν ἐν ἡμῖν τελεῖται· ὢ πλοῦτος τῆς αὐτοῦ δόξης, ὃς οὐ συγχωρήσει ἡμῖν καταποθῆναι ἐν τῷ πάθει τοῦ σώματος. τέσσαρές εἰσιν οἱ καταβάλλοντες· ἐκ τεσσάρων γὰρ γεγένημαι· εἷς δὲ ὁ ἕλκων με· ἑνὸς γάρ εἰμι καὶ πρὸς αὐτὸν ἀπέρχομαι. καὶ τοῦτο νῦν μανθάνω, ὅτι ὁ κύριός μου καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐξ ἑνὸς ὢν ἐξ ἑνὸς ἐνύγη, ἐγὼ δὲ ἐκ τεσσάρων ὑπάρχων ἐκ τεσσάρων νύσσομαι.