Ἀκούσας δὲ ὁ βασιλεὺς παρὰ τοῦ νυμφίου καὶ τῆς νύμφης ταῦτα, τὴν ἐσθῆτα αὐτοῦ διέρρηξεν καὶ τοῖς παρεστῶσιν αὐτῷ ἐγγὺς αὐτοῦ ἔλεγεν· Ἐξέλθατε ταχέως καὶ περιέλθατε ὅλην τὴν πόλιν, καὶ συλλαβόντες φέρετέ μοι ἐκεῖνον τὸν ἄνδρα τὸν φαρμακὸν τὸν κακῶς παρατυχόντα ἐν τῇ πόλει ταύτῃ· ἐγὼ γὰρ εἰσήγαγον αὐτὸν ἰδίαις χερσὶν εἰς τὸν οἶκόν μου, καὶ ἐγὼ εἶπον αὐτῷ ἵνα εὔξηται ἐπὶ τῇ ἀτυχεστάτῃ μου θυγατρί· ὃς δ᾽ ἂν εὑρὼν αὐτὸν προσαγάγῃ μοι, πᾶν εἴ τι ἂν αἰτήσηταίμοι, δίδωμι αὐτῷ. Ἀπελθόντες οὖν περιῆλθον ζητοῦντες αὐτόν, καὶ οὐχ εὗρον αὐτόν· πλεύσας γὰρ ἦν. ἀπῆλθον δὲ καὶ εἰς τὸ ξενοδοχεῖον ὅπου ἦν καταλύσας, καὶ εὗρον ἐκεῖ τὴν αὐλήτριαν κλαίουσαν καὶ ἀνιωμένην, ἐπειδὴ μὴ παρέλαβεν αὐτὴν μεθ᾽ ἑαυτοῦ. ἐξηγησαμένων δὲ αὐτῇ τὸ πρᾶγμα τὸ γεγονὸς ἐπὶ τῶν | νεωτέρων ἐχάρη πάνυ ἀκούσασα, καὶ ἀποθεμένη τὴν λύπην εἶπεν· Νῦν εὗρον κἀγὼ ὧδε ἀνάπαυσιν. Καὶ ἀναστᾶσα ἀπῆλθεν πρὸς αὐτούς, καὶ ἦν σὺν αὐτοῖς χρόνον ἱκανόν, ἕως οὗ κατήχησαν καὶ τὸν βασιλέα. πολλοὶ δὲ καὶ τῶν ἀδελφῶν συνηθροίζοντο ἐκεῖ, ἕως ὅτε φήμης ἥκουσαν τοῦἀποστόλου, ὅτι ἐν ταῖς πόλεσιν τῆς Ἰνδίας κατήχθη καὶ ἐκεῖ διδάσκει. καὶ ἀπελθόντες κατεμίγησαν αὐτῷ. πράξεις Θωμᾶ ἀποστόλου. περὶ τῆς πρὸς τὸν βασιλέα Γουνδαφόρον εἰσελεύσεως αὐτοῦ. Ὅτε δὲ εἰσῆλθεν ὁ ἀπόστολος εἰς τὰς πόλεις τῆς Ἰνδίας μετὰ Ἀββάνη τοῦ ἐμπόρου, ἀπῆλθεν ὁ Ἀββάνης εἰς ἀσπασμὸν Γουνδαφόρου τοῦ βασιλέως, προσανήνεγκεν δὲ αὐτῷ περὶ τοῦ τέκτονος ὃν μετ᾽ αὐτοῦ ἤγαγεν. ἐχάρη δὲ ὁ βασιλεὺς καὶ πρὸς αὐτὸν εἰσελθεῖν αὐτὸν προσέταξεν. εἰσελθόντος οὖν αὐτοῦ εἶπεν αὐτῷ ὁ βασιλεύς· Ποίαν τέχνην ἐπίστασαι; Λέγει αὐτῷ ὁ ἀπόστολος· Τὴν τεκτονικὴν καὶ τὴν  οἰκοδομικήν. Λέγει αὐτῷ ὁ βασιλεύς· Τίνα οὖν οἶδας ἐν ξύλοις ἐργασίαν, καὶ τίνα ἐν λίθοις; Λέγει ὁ ἀπόστολος· Ἐν μὲν ξύλοις ἄροτρα ζυγοὺς τρυτάνας τροχιλέας καὶ πλοῖα καὶ κώπας καὶ ἱστούς, ἐν δὲ λίθοις στήλας ναοὺς καὶ πραιτώρια βασιλικά. Καὶ ὁ βασιλεὺς εἶπεν· Οἰκοδομεῖς μοι παλάτιον; Ὃ δὲ ἀπεκρίθη· Ναί, οἰκοδομῶ καὶ τελίσκω· διὰ τοῦτο γὰρ ἦλθον, οἰκοδομῆσαι καὶ τεκτονεῦσαι. Καὶ παραλαβὼν αὐτὸν ὁ βασιλεὺς ἐξῆλθεν ἔξω τῶν πυλῶν τῆς πόλεως, καὶ ἤρξατο διαλέγεσθαι αὐτῷ ἐν τῇ ὀδῷ περὶ τῆς οἰκοδομῆς τοῦ πραιτωρίου καὶ περὶ τῶν θεμελίων τὸ πῶς τεθῶσιν, ἕως ὅτε ἦλθον εἰς τὸν τόπον ἐκεῖνον ἐν ᾧ ἐβούλετο τὴν οἰκοδομὴν γενέσθαι· καὶ εἶπεν· Ὧδε βούλομαι τὴν οἰκοδομὴν γενέσθαι. Καὶ ὁ ἀπόστολος Ναί φησιν· καὶ γὰρ ὁ τόπος οὗτος ἐπιτήδειός ἐστιν πρὸς τὴν οἰκοδομήν. Ἧν δὲ ὁ τόπος ἀλσώδης, καὶ ὕδατα πολλὰ ἦν ἐκεῖ. λέγει οὖν ὁ βασιλεύς· Ἄρξαι κτίζειν. Ὃ δὲ ἔφη· Νῦν οὐ δύναμαι ἄρξασθαι κτίζειν ἐν τῷ καιρῷ τούτῳ. Καὶ ὁ βασιλεὺς Πότε φησὶν δύνῃ; Ὃ δὲ ἔφη· Ἄρχομαι ἀπὸ δίου καὶ τελίσκω ξανθικῷ. Ὁ δὲ βασιλεὺς θαυμάσας εἶπεν· Πᾶσα οἰκοδομὴ θέρους οἰκοδομεῖται· σὺ δὲ αὐτῷ τῷ χειμῶνι δύνασαι οἰκοδομῆσαι καὶ κτίσαι παλάτιον; Καὶ ὁ ἀπόστολος εἶπεν· Οὕτως ὀφείλει γενέσθαι, καὶ ἄλλως οὐκ ἔχει. Καὶ ὁ βασιλεὺς εἶπεν· Εἰ τοίνυν τοῦτο ἔδοξέν σοι, διαχάραξόν μοι πῶς γίνεται τὸ ἔργον, ἐπειδὴ διὰ χρόνου ἔρχομαι ἐνθάδε. Καὶ ὁ ἀπόστολος κάλαμον λαβὼν διεχάρασσεν μετρῶν τὸν τόπον, καὶ τὰς μὲν θύρας ἔτασσεν κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου βλέπειν πρὸς τὸ φῶς, τὰς δὲ θυρίδας κατὰ δύσιν πρὸς τοὺς ἀνέμους, τὸ δὲ ἀρτοποιεῖον πρὸς μεσημβρίαν ἐποίησεν εἶναι, τὸν δὲ ἀγωγὸν τοῦ ὕδατος τὸν εἰς τὴν ὑπηρεσίαν εἰς τὸ ἀρκτῷον. ὁ δὲ βασιλεὺς ἰδὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς τεχνίτης εἶ, καὶ πρέπει σοιβασιλεῦσιν ἐξυπηρετεῖν. Καὶ πολλὰ αὐτῷ καταλείψας ἀπῆλθεν ἀπ᾽ αὐτοῦ. Καὶ κατὰ καιρὸν ἀπέστελλεν ἀργύρια καὶ τὰ ἐπιτήδεια, τά τε πρὸς τὴν ζωὴν αὐτοῦ τε καὶ τῶν λοιπῶν ἐργατῶν. ὃ δὲ λαμβάνων πάντα οἰκονόμει περιερχόμενος τὰ ἄστη καὶ τα πέριξ χωρία, διαδίδων καὶ εὐσεβείας παρέχων τοῖς πένησιν καὶ τεθλιμμένοις, καὶ ἄνεσιν παρεῖχεν αὐτοῖς, λέγων· Οἶδεν ὁ βασιλεὺς βασιλικῶν τεύξασθαι ἀμοιβῶν, πένητας δὲ πρὸς τὸ παρὸν ἀναπαύεσθαι χρή. Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς πρὸς τὸνἀπόστολον ἀπέστειλεν πρεσβευτήν, γράψας αὐτῷ τάδε· Σήμανόν μοι τί πεποίηκας, ἣ τίνα σοι ἀποστείλω, ἢ τίνος χρήζεις. Ἀποστέλλει αὐτῷ ὁ ἀπόστολος λέγων ὅτι Τὸ πραιτώριον ἔκτισται, μόνη δὲ ἡ στέγη περιλείπεται. Ὁ δὲ βασιλεὺς ἀκούσας ἔπεμψεν αὐτῷ πάλιν χρυσίον καὶ ἄσημον, γράψας αὐτῷ ὅτι Τὸ πραιτώριον εἴ γε γέγονεν στεγασθήτω. Ὁ δὲ ἀπόστολος πρὸς τὸν κύριον εἶπεν· Εὐχαριστῶ σοι κύριε κατὰ πάντα, ὅτι ἀπέθανες πρὸς ὀλίγον ἵνα ἐγὼ ζήσω ἀιδίως ἐν σοί, καὶ πέπρακάς με ἵνα πολλοὺς ἐλευθερώσῃς δι᾽ ἐμοῦ. Καὶ οὐκ ἐπαύετο τοῦ διδάσκειν καὶ ἀναψύχειν τοὺς τεθλιμμένους, λέγωνὅτι Ταῦτα ὁ κύριος οἰκονόμησεν ὑμῖν, καὶ αὐτὸς παρέχει ἑκάστῳ τὴν τροφήν· αὐτὸς γάρ ἐστιν ὁ τροφεὺς τῶν ὀρφανῶν καὶ οἰκονόμος τῶν χηρῶν, καὶ πᾶσι τοῖς τεθλιμμένοις αὐτὸς γίνεται ἄνεσις καὶ ἀνάπαυσις. Ὅτε δὲ παρεγένετο ὁ βασιλεὺς εἰς τὴν πόλιν, ἐξήταζεν τοὺς φίλους αὐτοῦ περὶ τοῦ πραιτωρίου οὗ ἔκτιζεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς· ἔλεγον δὲ αὐτῷ ὅτι Οὔτε παλάτιον ἔκτισεν οὔτε ἄλλο τι ἐποίησεν ὧν ἐπηγγείλατο ποιῆσαι, ἀλλὰ περιέρχεται τὰς πόλεις καὶ τὰς χώρας, καὶ εἴ τι ἔχει πάντα δίδωσι τοῖς πένησι, καὶ διδάσκει θεὸν νέον ἕνα, καὶ νοσοῦντας θεραπεύεικαὶ δαίμονας ἀπελαύνει καὶ ἄλλα πολλὰ ποιεῖ παράδδοξα· καὶ νομίζομεν ἡμεῖς ὅτι μάγος ἐστίν. ἀλλ᾽ αἱ εὐσπλαγχνίαι αὐτοῦ καὶ αἱ ἰάσεις αἰ δωρεὰν ἐξ αὐτοῦ γινόμεναι, ἔτι δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἐπιεικὲς καὶ τὸ τῆς πίστεως αὐτοῦ σημαίνει ὅτι δίκαιός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ τοῦ νέου ὃν αὐτὸς καταγγέλλει· συνεχῶς γὰρ νηστεύει καὶ εὔχεται, καὶ ἄρτον ἐσθίει μόνον μετὰ ἅλατος, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ, καὶ φορεῖ ἓν ἱμάτιον εἴτε ἐν εὐδίᾳ εἴτε ἐν χειμῶνι, καὶ οὐδὲν παρά τινος λαμβάνει, καὶ ἃ ἔχει ἄλλοις δίδωσιν. ̓Ταῦτα ἀκούσαςὁ βασιλεὺς ταῖς χερσὶν αὑτοῦ τὴν ὄψιν προσέτριψεν, τὴν κεφαλὴν αὐτοῦ κινῶν ἐπὶ ὥραν πολλήν.