<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="156"><p rend="indent">Καὶ τότε ὁ Ἰούδας ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ ἑταῖρος καὶ σύμμαχος καὶ τῶν ἀσθενῶν ἐλπὶς καὶ πεποίθησις τῶν μετρίων· καταφυγὴ καὶ καταγώγιον τῶν κεκμηκότων· φωνὴ οὖν ἐξῆλθεν ἐξ ὕπνου· ὁ παρήγορος ὁ ἐν <pb facs="actaphilippietac00bonnuoft_0313"/> μέσῳκατοικῶν· καταγώγιον καὶ λιμὴν τῶν διιόντων ἀρχόντων χορῶν· ὁ ἰατρὸς ὁ ἄμισθος· ὁ ὑπὲρ πολλῶν παρὰ ἀνθρώποις σταυρωθείς· ὁ κατελθὼν εἰς ᾅδου μετὰ πολλῆς δυνάμεως· οὗ τὴν θέαν οὐκ ἤνεγκαν οἱ τοῦ θανάτου ἄρχοντες· καὶ ἀνῆλθες μετὰ πολλῆς δόξης, καὶ συναγαγὼν πάντας τοὺς εἰς σὲ καταφεύγοντας παρεσκεύασας ὁδόν, καὶ ἐπὶ τῶν ἰχνῶν σοῦ πάντες ὥδευσαν οὓς ἐλυτρώσω· καὶ εἰσαγαγὼν εἰς τὴν ἑαυτοῦ ποίμνην τοῖς σοῖς ἐγκατέμειξας προβάτοις· υἱὸς σπλάγχνων, ὁ κατὰ φιλανθρωπίαν ἀποσταλεὶς ἡμῖν υἱὸς ἀπὸ τῆς ἄνω πατρίδος τῆς τελείας· ὁ κύριος ἀπάντων κτημάτων· ὁ δουλεύων αὐτοῦ τοῖς δούλοις ἵνα ζήσωσιν· ὁ πληρώσας τὴν κτίσιν τοῦ ἑαυτοῦ πλούτου· ὁ πένης ὁ ἐνδεηθεὶς καὶ πεινάσας ἡμέρας τεσσαράκοντα· ὁ κορεννύων ψυχὰς διψώσας τῶν ἑαυτοῦ ἀγαθῶν· σὺ ἔσο μετὰ Οὐαζάνου υἱοῦ Μισδαίου καὶ Τερτίας καὶ Μνησάρας, καὶ συνάγαγε αὐτὰς εἰς τὴν σὴν μάνδραν, καὶ <pb facs="actaphilippietac00bonnuoft_0314"/> ἐγκαταμείγνυεαὐτοὺς τῷ σῷ ἀριθμῷ. ἔσο αὐτῶν ὁδηγὸς ἐν χώρᾳ πλάνης· ἔσο αὐτῶν ἰατρὸς ἐν χώρᾳ νοσήματος· ἔσο αὐτῶν ἀνάπαυσις ἐν χώρᾳ καμνόντων· ἁγίασον αὐτοὺς ἐν μιᾶς χώρας· ἔσο ἰατρὸς αὐτῶν σωμάτων καὶ ψυχῶν· ποίησον αὐτοὺς ναοὺς ἁγίους σου, καὶ οἰκείτω ἐν αὐτοῖς τὸ ἅγιόν σου πνεῦμα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="157"><p rend="indent">Οὕτως αὐτοῖς εὐξάμενος ὁ ἀπόστολος τῇ Μυγδονίᾳ εἶπεν· Ἀπόδυσόν σου τὰς ἀδελφάς. Ἣ δὲ ἀποδύσασα περιέζωσεν αὐτὰς περιζώματα καὶ προσήγαγεν αὐτάς· Οὐαζάνης δὲ πρότερον προσεληλύθει, κἀκεῖναι μετ᾽ αὐτόν. καὶ λαβὼν Ἰούδας ἔλαιον ἐν ἀργυρέῳ ποτηρίῳ ἐπέλεγεν οὕτως· Ὁ ὡραῖος καρπὸς τῶν ἄλλων καρπῶν, ᾧ οὐδεὶς συγκρίνεται ὅλως ἕτερος· ὁ πάνυ ἐλεήμων· ὁ τῇ τοῦ λόγου ὁρμῇ ζέων· δύναμις ἡ τοῦ ξύλου ἣν οἱ ἄνθρωποι ἐνδυόμενοι τοὺς ἑαυτῶν ἀντιπάλους νικῶσιν· ὁ στεφανῶν τοὺς νικῶντας· σύμβολον καὶ χαρὰ τῶν καμνόντων· ὁ εὐαγγελισάμενος τοῖς ἀνθρώποις τὴν ἑαυτῶν <pb facs="actaphilippietac00bonnuoft_0315"/>σωτηρίαν· ὁ δεικνὺς φῶς τοῖς ἐν σκότει· ὁ τὰ μὲν φύλλα πικρός, τὸν δὲ γλυκύτατον καρπὸν εὐειδής· ὁ τραχὺς μὲν τὴν θέαν, ἁπαλὸς δὲ τὴν γεῦσιν· ὁ ἀσθενὴς μὲν δοκῶν, τῇ δὲ τῆς δυνάμεως ὑπερβολῇ τὴν τὰ πάντα θεωροῦσαν βαστάζων δύναμιν· ταῦτα εἴπων περιωχείμας· Ἰησοῦ ἐλθέτω ἡ νικητικὴ αὐτοῦ δύναμις, καὶ ἐνιδρύσθω τῷ ἐλαίῳ τούτῳ ὥσπερ ἱδρύνθη ἐν τῷ συγγενεῖ αὐτοῦ ξύλῳ ἡ τότε αὐτοῦ δύναμις, ἧς τὸν λόγον οὐκ ἤνεγκαν οἱ σταυρώσαντές σε· ἐλθέτω δὴ καὶ ἡ δωρεὰ δι᾽ ἧς τοῖς ἐχθροῖς αὐτοῦ ἐμφυσήσας εἰς τὰ ὀπίσω ὑποχωρῆσαι ἐποίησας καὶ πρηνεῖς καταπεσεῖν, καὶ ἐπιδημῆσαι τῷ ἐλαίῳ τούτω ᾧ ἐπιφημίζομεν τὸ σὸν ἅγιον ὄνομα. Καὶ ταῦτα εἰπὼν πρῶτον τῇ κεφαλῇ Οὐαζάνου ἐπέχεεν, ἔπειτα ταῖς τῶν γυναικῶν, λέγων· Ἐν ὀνόματί σου Ἰησοῦ Χριστὲ γενέσθω ταῖς ψυχαῖς ταύταις εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ἀποτροπὴν τοῦ ἐναντίου καὶ εἰς σωτηρίαν τῶν ψυχῶν αὐτῶν. Καὶ ἐκέλευσεν τῇ Μυγδονίᾳ ἀλεῖψαι αὐτάς, αὐτὸς δὲ ἤλειψεν τὸν Οὐαζάνην. ἀλείψας δὲ αὐτοὺς κατήγαγεν εἰς ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.  <pb facs="actaphilippietac00bonnuoft_0316"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="158"><p rend="indent">Ἀνελθόντων δὲ αὐτῶν λαβὼν ἄρτον καὶ ποτήριον εὐλόγησεν καὶ εἷπεν· Τὸ σῶμά σου τὸ ἅγιον τὸ ὑπὲρ ἡμῶν σταυρωθὲν ἐσθίομεν καὶ τὸ αἷμά σου τὸ ὑπὲρ ἡμῶν ἐκχυθὲν εἰς σωτηρίαν πίνομεν· γένηται οὖν ἡμῖν τὸ σῶμά σου σωτηρία καὶ τὸ αἷμά σου εἰς ἄφεσιν ἁμαρτιῶν. ἀντὶ δὲ τῆς χολῆς ἧς ἔπιες δἰ ἡμᾶς περιαιρείσθω ἀφ᾽ ἡμῶν ἡ τοῦ διαβόλου χολή· ἀντὶ δὲ τοῦ ὄξους οὗ πέπωκας ὑπὲρ ἡμῶν ἐνδυναμούσθω ἡ ἀσθένεια ἡμῶν· ἀντὶ δὲ πτύσματος οὗ ἐδέξω δι᾽ ἡμᾶς δεξώμεθα δρόσον τῆς σῆς χρηστότητος· καὶ ἐν τῷ καλάμῳ ᾧ ἔτυψάν σε δι᾽ ἡμᾶς δεξώμεθα τὸν οἶκον τὸν τέλειον· ὅτι δὲ ἀκάνθινον στέφανον ἔλαβες δι᾽ ἡμᾶς, στέφανον ἀναδησώμεθα ἀμαράντινον οἱ ἀγαπήσαντές σε· ἀντὶ δὲ σινδόνης ἧς ἐνειλήθης καὶ ἡμεῖς περιζωσθῶμεν τὴν ἀήττητόν σου δύναμιν· ἀντὶ δὲ μνημείου καινοῦ καὶ ταφῆς ἀνακαινισμὸν τῆς ψυχῆς δεξώμεθα καὶ τοῦ σώματος. ὅτι δὲ ἀνέστης <pb facs="actaphilippietac00bonnuoft_0317"/> καὶ ἀνεβίωσας, ἀναβιώσαντες ζήσωμεν καὶ στῶμεν πρὸ σοῦ ἐν κρίσει δικαίια. Καὶ κλάσας τὴν εὐχαριστίαν ἔδωκεν Οὐαζάνῃ καὶ Τερτίᾳ καὶ Μνησάρᾳ καὶ τῇ τοῦ Σιφόρου γυναικὶ καὶ θυγατρὶ καὶ εἶπεν· Γενέσθω ὑμῖν ἡ εὐχαριστία αὕτη εἰς σωτηρίαν καὶ χαρὰν καὶ ὑγίειαν τῶν ψυχῶν ὑμῶν. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Καὶ φωνὴ ἠκούσθη λέγουσα · Ἀμήν· μὴ φοβεῖσθε ἀλλὰ μόνον πιστεύσατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="159"><head rend="center">Μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου ἀποστόλου Θωμᾶ.</head><p rend="indent">Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνῄει ὁ ἀπόστολος Θωμᾶς ἐπὶ τὸ ἐγκλεισθῆναι· καὶ Τερτία σὺν Μυγδονίᾳ καὶ Ναρκίᾳ <pb facs="actaphilippietac00bonnuoft_0318"/> ἀπῄεσανἐπὶ τὸ ἐγκλεισθῆναι. ὁ δὲ ἀπόστολος Θωμᾶς εἶπεν πρὸς αὐτάς, τοῦ πλήθους τῶν πεπιστευκότων παρόντος· Θυγατέρες καὶ ἀδελφαὶ καὶ σύνδουλοι αἱ εἰς τὸν κύριον καὶ θεόν μου πιστεύσασαι, τοῦ Ἰησοῦ μου ὑπηρέτριαι, ἀκούσατέ μου ἐν ταύτῃ τῇ ἡμέρᾳ· τὸν γὰρ ἐμὸν λόγον παραδίδωμι ὑμῖν καὶ οὐκέτι διαλεχθήσομαι ὑμῖν ἐν τῇ σαρκὶ ταύτῃ οὐδὲ ἐν τῷ κόσμῳ τούτῳ· ἀνάγομαι γὰρ πρὸς τὸν κύριον καὶ θεόν μου Ἰησοῦν Χριστόν, πρὸς ἐκεῖνον τὸν πωλήσαντά με, πρὸς ἐκεῖνον τὸν ἑαυτὸν ταπεινώσαντα ἕως ἐμοῦ τοῦ μικροῦ κύριον καὶ ἀνάξαντά με εἰς μεγαλωσύνην αἰώνιον, τὸν καταξιώσαντά με λάτρην αὐτοῦ γενέσθαι ἐν ἀληθείᾳ καὶ βεβαιότητι. ἀπέρχομαι πρὸς αὐτὸν ἐπιστάμενος ὅτι ὁ καιρὸς συμπεπλήρωται καὶ ἤγγικεν ἡ προθεσμία ἵνα ἀπελθὼν ἀπολάβω τοὺς μισθούς μου παρὰ τοῦ κυρίου μου καὶ θεοῦ· δίκαιος γάρ ἐστιν ὁ <pb facs="actaphilippietac00bonnuoft_0319"/> μισθαποδότηςμου ὁ εἰδώς με πῶς δεῖ με λαβεῖν τὸν μισθόν· οὔτε γὰρ πονηρός ἐστιν οὔτε φθονερός· πλούσιος δέ ἐστιν ἐν τοῖς αὐτοῦ χαρίσμασιν· οὐκ ἔστιν φιλόδολος ἐν οἷς δίδωσιν· τεθάρρηκε γὰρ τῇ ἀνυστερήτῳ αὐτοῦ κτήσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="160"><p rend="indent">οὐκ εἰμὶ ἐγὼ Ἰησοῦς, δοῦλος δὲ αὐτοῦ εἰμι· οὐκ εἰμὶ ἐγὼ Χριστός, διάκονος δὲ αὐτοῦ ὑπάρχω· οὐκ εἰμὶ ἐγὼ ὁ υἱὸς τοῦ θεοῦ, δέομαι δὲ ἄξιος τοῦ θεοῦ γενέσθαι. ἐμμείνατε τῇ πίστει τοῦ Χριστοῦ· ἐμμείνατε τῇ ἐλπίδι τοῦ υἱοῦ τοῦ θεοῦ· μὴ ἐκκακήσητε πρὸς τὰς θλίψεις μηδὲ διαιρεθῆτε ἐπὰν ἴδητέ με ὑβριζόμενον ἢ ὅτι ἐγκέκλεισμαι· αὐτοῦ γὰρ τὸ θέλημα εἰς πέρας ἄγω· εἰ γὰρ καὶ ἠβουλήθην μὴ ἀποθανεῖν, ἐν Χριστῷ οἶδα ὅτι δύναμαι· οὗτος δὲ ὁ νομιζόμενος θάνατος οὐκ ἔστιν θάνατος, ἀλλὰ λύσις ἀπὸ τοῦ σώματός ἐστιν. διὸ χαίρων δέχομαι τὴν τοιαύτην λύσιν τοῦ σώματος, ἵνα ἀπελθῶν <pb facs="actaphilippietac00bonnuoft_0320"/> ἴδω ἐκεῖνον τὸν εὐπρεπῆ καὶ εὔσπλαγχνον, τὸν ἐπέραστον. πολὺν γὰρ κάματον ὑπέστην ἐν τῇ αὐτοῦ ἐργασίᾳ, καὶ ἐμόχθησα διὰ τὴν αὐτοῦ χάριν τὴν ἐπελθοῦσάν μοι, ἥτις οὐκ ἀπέστη ἀπ᾽ ἐμοῦ. μὴ οὖν ὑποδύῃ ὑμῖν ὁ Σατανᾶς καὶ τὰς ἐνθυμήσεις ὑμῶν διαρπάσῃ· μὴ γένοιτο ἐν ὑμῖν ἐκείνῳ χώρα· ἰσχυρός ἐστιν ὃν ὑμεῖς ὑπεδέξασθε. τὴν τοῦ Χριστοῦ παρουσίαν προσδέχεσθε· ἐλθὼν γὰρ ὑποδέξεται ὑμᾶς· οὗτός ἐστιν ὃν ὄψεσθε ἐρχόμενον. </p></div></div></body></text></TEI>