Διαλεγομένων δὲ αὐτῶν ταῦτα Τερτία καὶ Μυγδονία καὶ Μαρκία ἐν τῇ θύρᾳ ἵσταντο τοῦ δεσμωτηρίου, καὶ δοῦσαι τῷ δεσμοφύλακι τριακοσίους ἐξήκοντα τρεῖς στατῆρας ἀργυρίου εἰσῆλθον πρὸς τὸν Ἰούδαν· καὶ εὗρον τὸν Οὐαζάνην καὶ τὸν Σιφόρα καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα καὶ πάντας τοὺς δεσμώτας καθημένους καὶ τοῦ λόγου ἀκούοντας. καὶ ὡς ἔστησαν πρὸς αὐτὸν εἶπεν αὐταῖς· Τίς ὑμῖν συνεχώρησεν ἐλθεῖν πρὸς ἡμᾶς; καὶ τίς ὑμῖν ἤνοιξεν τὴν ἐσφραγισμένην θύραν τοῦ ἐξελθεῖν; Λέγει αὐτῷ Τερτία· Οὐ σὺ ἀνεπέτασας τὰς θύρας ἡμῖν εἰπὼν εἰσελθεῖν εἰς τὸ δεσμωτήριον, Ἵνα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ἐκεῖ παραλάβωμεν καὶ τότε ἐνδείξηται ὁ κύριος τὴν δόξαν αὐτοῦ ἐν ἡμῖν; Καὶ πλησίον τῆς θύρας γενομένων ἡμῶν οὐκ οἶδα πῶς ἐχωρίσθης ἀφ᾽ ἡμῶν καὶ ἀποκρυβεὶς ἡμᾶς προῆλθες ἐνθάδε, ὅπου καὶ τοῦ ψόφου τῆς θύρας ᾐσθόμεθα, σοῦ ἀποκλείσαντος ἡμᾶς. δοῦσαι τοιγαροῦν χρήματα τοῖς φύλαξιν εἰσήλθομεν· καὶ ἰδοὺ πάρεσμεν δεόμεναί σου ὅπως πεισθέντα σε φυγαδεύσωμεν ἕως οὗ λήξει ὁ τοῦ βασιλέως εἰς σὲ θυμός. Πρὸς ἣν ὁ Ἰούδας· Διήγησαι πρότερον ἡμῖν πῶς συνεκλείσθητε. Καί φησιν αὐτῷ· Σὺ μεθ᾽ ἡμῶν ἦς καὶ οὐδέ ποτε ἀπελείφθης ἡμῶν πρὸς ὥραν μίαν, καὶ ἐρωτᾷς ποίῳ συνεκλείσθημεν τρόπῳ; ἀλλ᾽ εἰ ἀκοῦσαι ποθεῖς, ἄκουσον. μεταπεμψάμενός με ὁ βασιλεὺς Μισδαῖος ἔλεγέν μοι ὅτι Οὐδέπω σου περιγέγονεν ὁ μάγος ἐκεῖνος, ἐπειδήπερ ὡς ἀκούω ἐλαίῳ καὶ ὕδατι καὶ ἄρτῳ τοὺς ἀνθρώπους μαγεύει, καὶ σὲ οὐδέπω ἐγοήτευσεν· ἀλλὰ πείσθητί μοι· ἐπεὶ σὲ μὲν ἐγκλείσας συντρίψω, ἐκεῖνον δὲ ἀπολέσω· οἶδα γὰρ ὅτι ἐὰν οὐδέπω σοι ἔλαιον καὶ ὕδωρ καὶ ἄρτον ἐπέδωκεν, περιγενέσθαι σου οὐκ ἴσχυσεν. Εἶπον δὲ πρὸς αὐτὸν ἐγώ· Τοῦ μὲν σώματός μου ἐξουσίαν ἔχεις, καὶ πᾶν ὅ τι βούλει πρᾶττε· τὴν δὲ ψυχήν μου οὐ συναπολέσω σοι. Ἀκούσας δὲ ταῦτα συνέκλεισέν με ἐν οἰκήματι· καὶ ὁ Χαρίσιος δὲ ἤνεγκεν τὴν Μυγδονίαν καὶ κατέτήριον. κλεισεν αὐτὴν σὺν ἐμοί. καὶ σὺ ἡμᾶς ἐξήγαγες καὶ μέχρι τῶν ὧδε παρέστησας. ἀλλὰ δὸς τάχιον τὴν σφραγῖδα ἡμῖν, ἵνα ἐκκοπῶσιν αἱ ἐλπίδες Μισδαίου τοιαῦτα βουλομένου. Ἀκούσας δὲ ταῦτα ὁ ἀπόστολος εἶπεν· Δόξα σοι πολύμορφε Ἰησοῦ, σοὶ δόξα ὁ φαινόμενος κατὰ τὴν μετρίαν ἡμῶν ἀνθρωπότητα· σοὶ δόξα ὁ παραθαρσύνων καὶ ἐνδυναμῶν ἡμᾶς καὶ χάριν ποιῶν καὶ παραμυθούμενος καὶ παριστάμενος ἡμῖν ἐπὶ πᾶσι τοῖς κινδύνοις καὶ ἐνδυναμῶν τὴν ἀσθένειαν ἡμῶν. Λέγοντος δὲ αὐτοῦ ταῦτα ἐλθὼν ὁ δεσμοφύλαξ εἶπεν· Ἀπόθεσθε τοὺς λύχνους, ἵνα μή τις ὑμᾶς τῷ βασιλεῖ διαβάλῃ. Καὶ τότε ἀποσβέσαντες τοὺς λύχνους εἰς ὕπνον ἐτράπησαν· ὁ δὲ ἀπόστολος τῷ κυρίῳ προσδιελέγετο· Καιρὸς λοιπόν ἐστιν Ἰησοῦ τῆς σῆς ταχυτῆτος· ἰδοὺ γὰρ οἱ τοῦ σκότους παῖδες ἐν τῷ αὐτῶν καθιοῦσι σκότει. σὺ οὖν ἐν φωτὶ τῆς φύσεως ὢν κατάλαμψον ἡμᾶς. Καὶ ἐξαίφνης τὸ δεσμωτήριον ὅλον ἔλαμψεν ὡς ἡ ἡμέρα. πάντων δὲ τῶν ἐν τῷ δεσμωτηρίῳ καθευδόντων βαθεῖ ὕπνῳ μόνοι οἱ πεπιστευκότες τῷ κυρίῳ ἐγρηγορότες ἐτύγχανον. Λέγει οὖν ὁ Ἰούδας τῷ Οὐαζάνῃ· Πρόλαβε καὶ εὐτρέπισον ἡμῖν τὰ πρὸς τὴν χρείαν. Λέγει οὖν ὁ Οὐαζάνης· Καὶ τίς μοι τὰς θύρας ἀνοίξει τοῦ δεσμωτηρίου; κλείσαντες γὰρ ταύτας οἱ δεσμοφύλακες ἐκοιμήθησαν. Καὶ λέγει ὁ Ἰούδας· Πίστευσον τῷ Ἰησοῦ, καὶ εὑρήσεις τὰς θύρας ἀνεῳγμένας. Ὡς δὲ ἐξελθεῖν ἀπῄει αὐτῶν, οἱ λοιποὶ πάντες κατόπισθεν ἠκολούθουν αὐτῷ. προελθόντος δὲ τοῦ Οὐαζάνου συνήντησεν Μνησάρα ἡ γυνὴ αὐτοῦ ἐρχομένη εἰς τὸ δεσμωτήριον. καὶ ἐπιγνοῦσα αὐτὸν λέγει· Ἀδελφέ μου Οὐαζάνη, σὺ εἶ; Ὃ δὲ Ναί φησιν· σὺ δὲ Μνησάρα; Ἣ δὲ λέγει· Ναί. Ἔφη αὐτῇ Οὐαζάνης· Ποῦ βαδίζεις; μάλιστα καὶ κατὰ τοιαύτην ἀωρίαν; πῶς δὲ καὶ ἀναστῆναι ἠδυνήθης; Ἣ δὲ εἶπεν· Ὁ νεώτερος οὗτος τὴν χεῖρά μοι ἐπιθεὶς ἤγειρέν με, καὶ ὄναρ εἶδον ἵνα ἀπέλθω ὅπου ὁ ξένος κάθηται καὶ τελείως ὑγιάνω. Λέγει αὐτῇ ὁ Οὐαζάνης· Ποῖος νεώτερός ἐστιν παρὰ σοί; Ἣ δὲ ἔφη· Οὐχ ὁρᾷς τὸν ἐκ δεξιῶν μοι χειραγωγοῦντά με; Tαῦτα δὲ διαλεγομένων ἐκείνων Ἰούδας μετὰ Σιφόρου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῆς θυγατρὸς καὶ Τερτίας καὶ Μυγδονίας καὶ Μαρκίας ἦλθον εἰς τὴν Οὐαζάνου οἰκίαν. ἰδοῦσα δὲ Μνησάρα ἡ Οὐαζάνου γυνὴ προσεκύνησεν καὶ εἶπεν· Ἦλθες ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ δυσκόλου νοσήματος; σὺ εἶ ὃν εἶδον ἐν νυκτὶ παραδιδόντα μοι τὸν νεώτερον τοῦτον ἀγαγεῖν με εἰς τὸ δεσμωτήριον. ἀλλ᾽ οὐκ εἴασεν ἡ χρηστότης σου καμεῖν με, σὺ δὲ αὐτὸς ἦλθες πρός με. Εἰποῦσα δὲ ταῦτα καὶ εἰς τὰ ὀπίσω ἐπιστραφεῖσα οὐκέτι εἶδεν τὸν νεώτερον. καὶ μὴ εὑροῦσα λέγει πρὸς τὸν ἀπόστολον· Οὐ δύναμαι μόνη βαδίσαι· ὁ γὰρ νεώτερος οὐ πάρεστιν ὃν παρέδωκάς μοι. Καὶ ὁ Ἰούδας εἶπεν· Ἰησοῦς τὸ λοιπόν σε χειραγωγήσει. Μετὰ ταῦτα ἤρχετο πρὸς αὐτὸν δρόμῳ χρωμένη. ὡς δὲ εἰσῆλθον εἰς τὴν οἰκίαν Οὐαζάνου υἱοῦ Μισδαίου τοῦ βασιλέως, ἔτι νυκτὸς οὔσης φῶς αὐτοῖς πολὺ περικεχυμένον ἔφαινεν.