<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="146"><p rend="indent">τὴν ἄμπελόν σου ἐφύτευσα ἐν τῇ γῇ· τὰς ῥίζας καθῆκεν εἰς τὸ βάθος, ἡ δὲ βλάστησις αὐτῆς ἐν τῷ ὕψει ἐξηπλώθη, οἱ δὲ ταύτης καρποὶ ἐπὶ γῆς ἐξετάθησαν καὶ ἐκ τούτων εὐφραίνονται οἱ σοῦ ἄξιοι οὓς καὶ ἐκτήσω. τὸ ἀργύριον ὃ δέδωκάς μοι κατέβαλον ἐν τῇ τραπέζῃ· τοῦτο ἀπαιτήσας <pb facs="actaphilippietac00bonnuoft_0302"/> ἀποδίδου μοι ἐν τόκοις ὥσπερ ἐπηγγείλω. τὴν μίαν σου μνᾶν πραγματευσάμενος δέκα πεποίηκα· προσέθηκάς μοι ἐφ᾽ οἷς εἶχον ὥσπερ συνέθου. τῷ ὀφειλέτῃ μου ἀφῆκα τὴν μνᾶν· μὴ εἰς χεῖράς μου ἐπιζητήσῃς· εἰς δεῖπνον ἐκλήθην καὶ ἦλθον· ἀπὸ δὲ τοῦ χωρίου καὶ τοῦ ζευκτοῦ καὶ τῆς γυναικὸς ἐγὼ ἔξαρνος γέγονα, ἵνα μὴ διὰ ταῦτα ἀποδοκιμασθῶ. εἰς τὸν γάμον ἐκλήθην καὶ λευκὴν ἐσθῆτα ἐνεδυσάμην, ἵνα ἄξιος αὐτοῦ γένωμαι καὶ μὴ δεθεὶς χεῖρας καὶ πόδας εἰς τὸ ἐξώτερον σκότος ἐκβληθῶ. ὁ λύχνος μου τῷ φωτὶ αὐτοῦ τῷ διαυγεῖ προσδέχεται τὸν δεσπότην τὸν ἀναλύοντα ἐκ τῶν γάμων, ἵνα <pb facs="actaphilippietac00bonnuoft_0303"/> δέξηταιαὐτὸν καὶ μὴ ἴδω αὐτὸν ἀμαυρωθέντα τοῦ ἐλαίου δαπανηθέντος. οἱ ὀφθαλμοί μου Χριστὲ σὲ καθορῶσιν καὶ ἡ καρδία μου ἐν χαρᾷ ἀγαλλιᾶται τελέσαντός μου τὸ θέλημά σου καὶ τὰς ἐντολάς σου τελειώσαντος, ἵνα ἐξομοιωθῶ δούλῳ γοργῷ καὶ εὐλαβεῖ ὃς διὰ τῆς ἑαυτοῦ προθυμίας οὐκ ἀμελεῖ τῆς ἀγρυπνίας. πᾶσαν τὴν νύκτα ἔκαμον τοῦ φυλάξαι τὸν οἶκόν μου ἀπὸ τῶν λῃστῶν ἵνα μὴ διορυγῇ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="147"><p rend="indent">τὴν ὀσφύν μου ἐν ἀληθείᾳ περιέσφιγξα καὶ τοῖς ποσί μου τὰ ὑποδήματα ἔδησα, ἵνα μὴ δι᾽ ὅλου χαυνωθέντα ἴδω αὐτά. τὰς χεῖράς μου ἐπέθηκα τῷ ἀρότρῳ τῷ ζευκτῳ καὶ εἰς τὰ ὀπίσω οὐκ ἀπεστράφην, ἵνα οἱ αὔλακες μὴ σκαμβασθῶσιν. ἐλεύκανεν ἡ ἄρουρα καὶ ἐπέστη ὁ θερισμός, ἱνα τὸν μισθόν μου ἀπολάβω. τὸ ἔνδυμά μου τὸ παλαιούμενον ἐπαλαίωσα <pb facs="actaphilippietac00bonnuoft_0304"/> καὶτὸν κάματον τῶν καμμάτων τὸν ἀγαγόντα με εἰς τὴν ἀνάπαυσιν ἐτέλεσα. ἐτήρησα τὴν πρώτην φυλακὴν καὶ τὴν δευτέραν καὶ τὴν τρίτην, ἵνα τὸ πρόσωπόν σου θεάσωμαι καὶ προσκυνήσω τὸ ἅγιόν σου ἀπαύγασμα. ἐξερίζωσα τοὺς χειρίστους καὶ ἐρήμους κατέλιπον ἐπὶ τῆς γῆς, ἵνα ἀπὸ τῶν σῶν θησαυρῶν ἐμπλησθῶ. τὴν ἐν ἐμοὶ πηγὴν κάθυγρον ἐξήρανα, ἵνα τὴν ἀνέκλειπτόν σου πηγὴν ζήσας ἀναπαῶ. τὸν δέσμιον ὅν μοι παρέδωκας ἐφόνευσα, ἵνα ὁ ἐν ἐμοὶ λελυμένος μὴ ἐκπέσῃ τῆς πεποιθήσεως αὐτοῦ. τὸν ἐντὸς ἐκτὸς πεποίηκα καὶ τὸ ἐκτός, καὶ πᾶν σου τὸ πλήρωμα ἐν ἐμοὶ ἐπληρώθη. εἰς τὰ ὀπίσω οὐχ ὑπέστρεψα, εἰς δὲ τὰ ἔμπροσθεν προέβην, ἴνα μὴ ὄνειδος γένωμαι. τὸν νεκρὸν ἐζωοποίησα καὶ τὸν ζῶντα ἐνίκησα καὶ τὸ ὑστερούμενον ἐπλήρωσα, ἵνα δέξωμαι <pb facs="actaphilippietac00bonnuoft_0305"/> τῆς νίκης τὸν στέφανον καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ ἐν ἐμοὶ τελεσθῇ. ὀνειδισμὸν ἐδεξάμην ἐπὶ τῆς γῆς, τὴν δὲ ἀμοιβὴν καὶ τὴν ἀντιμισθίαν δίδου μοι ἐν οὐρανοῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="148"><p rend="indent">μὴ αἴσθωνταί μου αἱ δυνάμεις καὶ οἱ ἐξουσιασταί, καὶ μηδὲν περὶ ἐμοῦ ἐνθυμηθῶσιν· μὴ ἰδόντες με οἱ τελῶναι καὶ οἱ ἀπαιτηταὶ ἐν ἐμοὶ πραγματεύσωνται. μή μου καταβοήσωσιν οἱ ἥττονες καὶ πονηροὶ καὶ ἀνδρείου καὶ ἐπιεικοῦς· καὶ ἀναβιβαζομένου μὴ ἀνανεύσωσιν ἔμπροσθέν μου στῆναι διὰ τὴν σὴν δύναμιν Ἰησοῦ τὴν περιστεφανοῦσάν με· φεύγουσιν γὰρ καὶ κρύπτονται· ἀντιβλέψαι σε οὐ δύνανται. αἰφνιδίως γὰρ ἐμπίπτουσιν τοῖς ὑπηκόοις αὐτῶν· ἡ δὲ μερὶς τῶν υἱῶν τοῦ πονηροῦ αὐτὴ βοῷ καὶ ἐλέγχει αὐτούς. <pb facs="actaphilippietac00bonnuoft_0306"/> ἀλλ᾽ οὔτε κρύπτεται ἐξ αὐτῶν· ἡ γὰρ φύσις αὐτῶν γνωρίζεται· ἀποχωρίζουσιν οἱ τοῦ πονηροῦ παῖδες. παράσχου οὖν μοι κύριε ἵνα ἐν ἡσυχίᾳ παρέλθω καὶ χαρᾷ καὶ εἰρήνῃ ὑπερβήσομαι καὶ στῶ ἔμπροσθεν τοῦ δικαστοῦ. καὶ ὁ διάβολός με μὴ ἐπίδῃ· οἱ ὀφθαλμοὶ αὐτοῦ πηρωθῶσιν διὰ τοῦ σοῦ φωτὸς οὗ ἐν ἐμοὶ κατεσκήνωσας· φιμώσῃς αὐτοῦ τὸ στόμα· οὐδὲν γὰρ κατ᾽ ἐμοῦ εὗρεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="149"><p rend="indent">Ἔλεγεν δὲ λυθεὶς τοῖς περὶ αὐτὸν οὖσιν ἕτερα· Πιστεύσατε τῷ σωτῆρι τῶν κεκοπιακότων τῇ πρὸς αὐτὸν λατρείᾳ. ἐμοῦ γὰρ ἤδη τέθηλεν ἡ ψυχή, ὅτι μου ὁ καιρὸς ἐγγὺς ἀπολαβεῖν αὐτόν· ὡραῖος γὰρ ὢν προσάγει με λέγειν ἀεὶ περὶ τοῦ αὐτοῦ κάλλους ὁποῖόν ἐστιν, μὴ δυνάμενον μηδὲ χωροῦντα κατ᾽ ἀξίαν εἰπεῖν· νοῶν φέγγος τῆς ἐμῆς πενίας καὶ πληρωτὴς τῶν ἐμῶν ὑστερημάτων καὶ τροφεὺς τῆς ἐμῆς ἐνδείας· σὺ ἔσο μετ᾽ ἐμοῦ ἕως ἂν ἔλθω καὶ ἀπολάβω σε εἰς αἰῶνα αἰώνων. <pb facs="actaphilippietac00bonnuoft_0307"/> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="150"><head rend="center">Πρᾶξις ιγ´ ὅτε Οὐαζάνης λαμβάνει τὸ βάπτισμα μετὰ τῶν λοιπῶν.</head><p rend="indent">Οὐαζάνης δὲ ὁ νεανίσκος ἐδέετο τοῦ ἀποστόλου λέγων· Δέομαί σου ἄνθρωπε ἀπόστολε τοῦ θεοῦ, συγχώρησόν μοι ἀπελθεῖν, καὶ πείσω τὸν δεσμοφύλακα ἵνα σοι συγχωρήσῃ ἐλθεῖν οἴκαδε μετ᾽ ἐμοῦ, ὅπως διὰ σοῦ λάβω σφραγῖδα, καὶ γένωμαι ὑπηρέτης σου καὶ φύλαξ τῶν ἐντολῶν τοῦ θεοῦ οὗ σὺ κηρύσσεις. καὶ γὰρ πρότερον ἐν οἷς σὺ διδάσκεις ἀνεστρεφόμην, ἕως οὗ ὁ ἐμὸς πατὴρ βιασάμενός με γυναικὶ συνῆψεν Ἀνισάρᾳ λεγομένῃ· ὢν γὰρ πρώτου καὶ εἰκοστοῦ ἔτους ἕβδομον ἤδη ἐνιαυτὸν ἔχω γαμήσας· πρὸ τοῦ δὲ συναλλάξαι γάμῳ ἄλλην οὐκ ἐγίνωσκον γυναῖκα· διὸ καὶ ἄχρηστος τῷ πατρὶ ἐνομιζόμην· οὐδέ ποτε οὔτε υἱὸς οὔτε θυγάτηρ γέγονέν μοι ἐκ τῆς γυναικὸς ταύτης· ἀλλὰ καὶ ἡ γυνή μου αὐτὴ ἐν σωφροσύνῃ συνέζησέν μοι τὸν χρόνον τοῦτον, καὶ σήμερον εἰ <pb facs="actaphilippietac00bonnuoft_0308"/> ὑγιὴςἐτύγχανεν καὶ παρὰ σοῦ ἀπηκροάσατο, οἶδα ὅτι κἀγὼ ἀνεπαυόμην καὶ αὐτὴ αἰωνίαν ζωὴν ἀπελάμβανεν· ἀλλ᾽ ἐν κινδύνῳ καὶ ἐν κακώσει πολλῇ ἐξετάζεται. πείθω τοίνυν τὸν φύλακα ἐάν μοι ὑποσχῇ ἐλθεῖν μετ᾽ ἐμοῦ· ἰδίᾳ γὰρ κατ᾽ ἐμαυτὸν οἰκῶ· καὶ ἅμα θεραπεύεις τὴν ἀθλίαν ἐκείνην. Ἀκούσας δὲ ταῦτα Ἰούδας ὁ ἀπόστολος τοῦ ὑψίστου εἶπεν τῷ Οὐαζάνῃ· Εἰ πιστεύεις, ὄψει τὰ θαύματα τοῦ θεοῦ καὶ πῶς σῴζει τοὺς αὐτοῦ δούλους. </p></div></div></body></text></TEI>