<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="141"><p rend="indent">Ἰδῶν δὲ ὁ βασιλεὺς τὸ πλῆθος τῶν ὑδάτων εἶπεν τῷ Ἰούδᾳ· Δεήθητι τοῦ θεοῦ σου ἵνα με ῥύσηται ἐκ τοῦ θανάτου τούτου, ἵνα μὴ τῷ κατακλυσμῷ ἀπόλωμαι. Ὁ δὲ ἀπόστολος ηὔξατο καὶ εἶπεν· Ὁ δεσμεύσας τὴν φύσιν ταύτην καὶ εἰς ἕνα <pb facs="actaphilippietac00bonnuoft_0296"/> συναγαγὼντόπον καὶ εἰς διαφόρους ἐκπέμπων χώρας· ὁ ἐξ ἀταξίας εἰς τάξιν μεταγαγών· ὁ διδοὺς μεγαλεῖα καὶ θαυμάσια μεγάλα διὰ τῶν χειρῶν τοῦ δούλου σου Ἰούδα· ὁ ἐλεῶν τὴν ἐμὴν ψυχὴν ἵνα σοῦ πάντοτε φέγγος καταδέξωμαι· ὁ δοὺς μισθὸν τοῖς κεκοπιακόσιν· ὁ σωτὴρ τῆς ψυχῆς μου καὶ εἰς τὴν ἰδίαν ἀποκαθιστῶν φύσιν τὸ μὴ κοινωνεῖν τοῖς βλάπτουσιν· ὁ γινόμενος πρόφασις ζωῆς διὰ παντός· σὺ κατάστῆναι. παυσον τὸ στοιχεῖον τοῦτο, ἵνα μὴ ἀντανᾶραν διαφθείρῃ· εἰσὶν γάρ τινες τῶν ἐνταῦθα ἑστώτων οἵτινες ζήσουσιν σοὶ πιστεύσαντες. Εὐξαμένου δὲ αὐτοῦ κατ᾽ ὀλίγον τὸ ὕδωρ ἀνηλώθη, ξηρὸς ὁ τόπος γενόμενος. ἰδὼν δὲ ταῦτα ὁ Μισδαῖος προσέταξεν εἰς τὸ δεσμωτήριον αὐτὸν ἀχθῆναι Ἕως οὗ σκέψομαι πῶς δεῖ αὐτῷ χρήσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="142"><p rend="indent">Ἀπαγομένου δὲ τοῦ Ἰούδα ἐν τῇ φυλακῇ πάντες αὐτῷ ἠκολούθουν, καὶ Οὐαζάνης τοῦ βασιλέως υἱὸς πρὸς τὴν δεξιὰν αὐτοῦ ἐβάδιζεν καὶ ὁ Σιφὼρ ἐν ἀριστερᾷ. εἰσελθὼν δὲ εἰς τὸ δεσμωτήριον ἐκαθέσθη, καὶ ὁ Οὐαζάνης καὶ ὁ Σιφώρ, καὶ τὴν ἑαυτοῦ γυναῖκα καὶ τὴν θυγατέρα ἔπεισεν καθεσθῆναι· εἰσεληλύθασι γὰρ καὶ αὐταὶ ἵνα ἀκούσωσιν τοῦ τῆς ζωῆς λόγου· καὶ γὰρ ᾔδεισαν ὅτι ὁ Μισδαῖος φονεύσει αὐτὸν διὰ τὴν τῆς ὀργῆς ὑπερβολήν. ὁ δὲ Ἰούδας <pb facs="actaphilippietac00bonnuoft_0297"/> ἤρξατολέγειν· Ὁ ἐλευθερωτὴς τῆς ἐμῆς ψυχῆς ἐκ τῆς τῶν πολλῶν δουλείας, ὅτι δέδωκα ἐμαυτὸν πραθῆναι· ἰδοὺ χαίρω καὶ θάλλω εἰδὼς ὅτι ἐπληρώθησαν οἱ χρόνοι ἵνα εἰσελθὼν ἀπολάβω. ἰδοὺ ἀπαλλάσσομαι μεριμνῶν τῶν ἐπὶ τῆς γῆς. ἰδοὺ πληρῶ τὴν ἐλπίδα καὶ ἀλήθειαν ἀπολαμβάνω. ἰδοὺ ἀπαλλάττομαι λύπης καὶ χαρὰν ἐνδύομαι μόνον. ἰδοὺ γίνομαι ἄφροντις καὶ ἄλυπος ἐν ἀνέσει διατρίβων. ἰδοὺ τῆς δουλείας ἀπαλλάττομαι καὶ εἰς τὴν ἐλευθερίαν ἐκλήθην. ἰδοὺ χρόνοις καὶ καιροῖς ὑπηρέτησα καὶ χρόνων καὶ καιρῶν ἀνυψώθην. ἰδοὺ ἀπολαμβάνω παρὰ τοῦ μισθαποδότου χωρὶς ἀριθμοῦ διδόντος τοῦ ἐξαρκεῖν αὐτοῦ τὸν πλοῦτον τῆς δωρεᾶς. καὶ πάλιν οὐκ ἀποδυθήσομαι. ἰδοὺ κοιμῶμαι καὶ ἐξυπνίζομαι, πάλιν δὲ οὐ κοιμηθήσομαι. ἰδοὺ ἀποθνῄσκω καὶ ἀναβιῳ, πάλιν δὲ θανάτου οὐ γεύσομαι. ἰδοὺ χαίροντες προσδοκῶσιν ἵνα ἐλθὼν συγγένωμαι τοῖς αὐτῶν συγγενέσιν καὶ τεθῶ ἄνθος ἐν τῷ στεφάνα αὐτῶν. ἰδοὺ βασιλεύω ἐν τῇ βασιλείᾳ ἐφ᾽ ἣν ἐντεῦθεν ἤλπισα· ἰδοὺ πίπτουσιν οἱ ἀνυπότακτοι πρὸ ἐμοῦ, ὅτι αὐτοὺς ἐξέφυγον· ἰδοὺ γέγονεν εἰρήνη εἰς ἣν πάντες ἀπαντῶσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="143"><p rend="indent">Λέγοντος δὲ τοῦ ἀποστόλου ταῦτα πάντες οἱ ἐκεῖ ἠκροῶντο, νομίζοντες ἐκείνην τὴν ὥραν τοῦ βίου αὐτὸν μεταστῆναι. καὶ πάλιν ἔλεγεν· Πιστεύσατε τῷ πάντων ἰατρῷ ὁρατῶν τε καὶ ἀοράτων σωτηρίαν τῶν ψυχῶν τῶν δεομένων τῆς παρ᾽ αὐτοῦ ὠφελείας. οὗτός ἐστιν ἐλεύθερος ἐκ βασιλέων· οὗτος ἰατρὸς τῶν αὐτοῦ κτημάτων· οὗτός ἐστιν ὁ <pb facs="actaphilippietac00bonnuoft_0298"/> ὀνειδιζόμενοςὑπὸ τῶν ἰδίων δούλων· οὗτός ἐστιν πατὴρ ὕψους καὶ φύσεως κύριος καὶ κριτής· ὕψιστος παρὰ τοῦ μεγίστου γέγονεν, υἱὸς βάθους μονογενής· καὶ ἐκλήθη υἱὸς Μαρίας παρθένου, καὶ ἠκούσθη υἱὸς τέκτονος Ἰωσήφ. οὗτος οὗ τὴν σμικρότητα ἐν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, τὴν δὲ μεγαλειότητα ἐν πίστει ἐδεξάμεθα, καὶ εἴδομεν ταύτην ἐν τοῖς ἔργοις· οὗ τὸ σῶμα ἀνθρώπινον καὶ ταῖς χερσὶν ἐψηλαφήσαμεν, τὴν δὲ θέαν εἴδομεν ἐνηλλοιωμένην τοῖς ἡμετέροις ὀφθαλμοῖς, τὸν δὲ τύπον αὐτοῦ τὸν οὐράνιον ἐν τῷ ὄρει ἰδεῖν οὐκ ἠδυνήθημεν· οὗτος ὁ σφήλας τοὺς ἄρχοντας καὶ τὸν θάνατον βιασάμενος· οὗτος ἀλήθεια μὴ ψευδομένη καὶ τέλος ἐπικεφάλαια δεδωκὼς ὑπὲρ αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν· οὗτινος ἰδὼν ὁ ἄρχων ἐφοβήθη καὶ αἱ δυνάμεις αἱ σὺν αὐτῷ ἐταράχθησαν· καὶ ἐμαρτύρει ὁ ἄρχων τίς ἐστιν καὶ πόθεν, καὶ τὸ ἀληθὲς οὐκ ἔγνω, ἐπειδήπερ ἀληθείας ἐστὶν ἀλλότριος. οὗτος ἐξουσίαν ἔχων τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ἡδονῶν καὶ κτημάτων καὶ ἀνέσεως ταῦτα πάντα καὶ τοὺς αὐτοῦ ὑπηκόους ἀνατρέπει μὴ χρήσασθαι αὐτοῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="144"><p rend="indent">Πληρώσας δὲ ταῦτα ἀνέστη καὶ ηὔξατο οὕτως· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου. ἐλθάτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· καὶ ἄφες ἡμῖν τὰς ὀφειλὰς ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηῥοῦ. <pb facs="actaphilippietac00bonnuoft_0299"/> ὁ κύριος καὶ θεός μου, ἐλπὶς καὶ πεποίθησις καὶ διδάσκαλος, σύ με ἐδίδαξας εὔχεσθαι οὕτως· ἰδοὺ τὴν εὐχὴν εὔχομαι ταύτην καὶ τὸ πρόσταγμά σου πληρῶ· σὺ ἕσο μετ᾽ ἐμοῦ μέχρι τέλους· σὺ εἶ ὁ ἐκ παίδων με ἐνσπείρας ζωὴν καὶ ἀπὸ φθορᾶς φυλάξας με· σὺ εἶ ὁ εἰς τὴν τοῦ κόσμου πενίαν ἀγαγών με καὶ εἰς πλοῦτον ἀληθινὸν παρακαλέσας με· σὺ εἶ ὁ γνωρίσας μοι ἑαυτὸν καὶ δείξας ὅτι σός εἰμι· καὶ γυναικὸς ἀπεσχόμην ἵνα ἐκεῖνο ὃ χρῄζεις μὴ εὑρεθῇ ἐν ῥύπῳ· <pb facs="actaphilippietac00bonnuoft_0300"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="145"><p rend="indent">οὐκ ἐξαρκεῖ μου τὸ στόμα ἐξομολογήσασθαί σοι οὐδὲ ἐνθυμηθῆναι δύναμαι τὴν σπουδὴν καὶ ἐπιμέλειαν τὴν ἐκ σοῦ γενομένην περὶ ἐμοῦ. ἐβουλόμην γὰρ κτήσασθαι πλοῦτον· σὺ δὲ δι᾽ ὁράματος ἔδειξάς μοι ὅτι ἐπιζήμιος καὶ ἐπιβλαβὴς γίνεται τοῖς κτωμένοις αὐτόν· καὶ ἐπίστευσα τῇ φανερώσει σου καὶ παρέμεινα τῇ πτωχείᾳ τοῦ κόσμου ἕως ὅτε σὺ ὁ πλοῦτος τῆς ἀληθείας ἀπεκαλύφθης, ὁ κἀμὲ καὶ τοὺς ἄλλους τοὺς σοῦ ἀξίους ἀπὸ τοῦ ἰδίου πλούτου πληρώσας, καὶ ἀπὸ μερίμνης καὶ φροντίδος τοὺς σοὺς ἀπαλλάξας. πεπλήρωκα οὖν κύριε τὰς ἐντολάς σου καὶ ἐτέλεσα τὸ βούλημά σου· καὶ ἐγενόμην πένης καὶ ἐνδεὴς καὶ ξένος καὶ δοῦλος καὶ ἐξουδενωμένος καὶ δέσμιος καὶ πειναλέος καὶ διψαλέος καὶ <pb facs="actaphilippietac00bonnuoft_0301"/> γυμνὸςκαὶ ἀνυπόδετος καὶ ἐμόχθησα διὰ σέ, ἵνα μὴ ἀπόληται ἡ πεποίθησίς μου καὶ ἡ ἐλπίς μου ἡ ἐν σοὶ μὴ καταισχυνθῇ, καὶ ὁ πολύς μου κάματος μὴ γένηται διὰ κενῆς, καὶ ὁ κόπος μου μὴ ἐξουδενωθῇ· μὴ ἀπόλωνταί μου αἱ εὐχαὶ καὶ αἱ νηστεῖαί μου αἱ συνεχεῖς καὶ ἡ πολλή μου σπουδὴ ἡ εἰς σέ· μὴ ἀνταλλαγῇ μου ὁ σπόρος τοῦ σίτου ἀπὸ τῆς σῆς γῆς· μὴ ἁρπάσῃ αὐτὸν ὁ ἐχθρὸς καὶ τὰ αὐτοῦ ζιζάνια συμμείξῃ· ἡ γὰρ σὴ γῆ ἀληθῶς οὐ δέχεται αὐτοῦ τὰ ζιζάνια, ἀλλ᾽ οὐδὲ τεθῆναι δύναται εἰς τοὺς σοὺς οἴκους. </p></div></div></body></text></TEI>