Ἀκούσασα δὲ ἡ Τερτία ταῦτα παρὰ τῆς Μυγδονίας εἶπεν· Δέομαί σου ἀδελφὴ ἀπάγαγέ με πρὸς τὸν ξένον ἐκεῖνον τὸν τὰ μεγαλεῖα ταῦτα διδάσκοντα, ἵνα ἀπελθοῦσα κἀγὼ αὐτοῦ κατακούσω, καὶ διδαχθῶ σέβειν ὃν κηρύσσει θεόν, καὶ κοινωνὸς αὐτοῦ γένωμαι τῶν εὐχῶν, καὶ συμμέτοχος γένωμαι πάντων ὧν μοι εἴρηκας. Ἡ δὲ Μυγδονία λέγει αὐτῇ· Ἐν τῷ οἴκῳ ἐστὶν Σιφόρου τοῦ στρατηλάτου· καὶ γὰρ αὐτὸς γέγονεν πρόφασις πᾶσιν τοῖς ἐν τῇ Ἰνδίᾳ σῳζομένοις. Τούτων δὲ ἀκούσασα ἡ Τερτία δρομαία εἰς τὸν οἶκον Σιφόρου ἀπῄει ἵνα ἴδῃ τὸν ἐπιδημήσαντα καινὸν ἀπόστολον. εἰσελθούσης δὲ αὐτῆς εἶπεν αὐτῇ Ἰούδας· Τί ἐλήλυθας ἰδεῖν; ξένον ἄνθρωπον καὶ πένητα καὶ εὐκαταφρόνητον καὶ πτωχόν, μήτε πλοῦτον ἔχοντα μήτε κτῆσιν; ἓν δὲ τι κέκτημαι κτῆμα ὅπερ οὕτεβασιλεὺς οὕτε ἄρχοντες ἀφελέσθαι δύνανται, μήτε φθειρόμενον μήτε λήγοντα, ὅς ἐστιν σωτὴρ Ἰησοῦς πάσης ἀνθρωπότητος, ὁ τοῦ ζῶντος θεοῦ υἱός, ὁ δεδωκὼς ζωὴν πᾶσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν καὶ καταφεύγουσιν εἰς αὐτὸν καὶ γινωσκόμενος ἐν τῷ ἀριθμῷ τῶν αὐτοῦ δούλων. Πρὸς ὃν λέγει ἡ Τερτία· Γένωμαι κοινωνὸς τῆς ζωῆς ταύτης ἣν ἐπαγγέλλῃ δέξασθαι πάντας τοὺς συνερχομένους εἰς τὸ τοῦ θεοῦ καταγώγιον. Καὶ ὁ ἀπόστολος εἶπεν· Τὸ ταμιεῖον τοῦ ἁγίου βασιλέως ἀναπέπταται, καὶ οἱ ἀξίως μεταλαμβάνοντες τῶν ἐκεῖ ἀγαθῶν ἀναπαύονται καὶ ἀναπαυόμενοι βασιλεύουσιν. πρότερον δὲ οὐδεὶς αὐτῷ πρόσεισιν ἀκάθαρτος ὢν καὶ φαῦλος· οἶδεν γὰρ αὐτὸς τὰ ἐγκάρδια ἡμῶν καὶ τὰ τῆς ἐνθυμήσεως βάθη· καὶ οὐκ ἔστιν τινὰ λαθεῖν αὐτόν. καὶ σὺ τοίνυν, εἰ ἀληθῶς πιστεύεις εἰς αὐτόν, ἀξιωθήσῃ τῶν αὐτοῦ μυστηρίων· καὶ αὐτός σε μεγαλυνεῖ καὶ πλουτιεῖ καὶ κληρονόμον τῆς αὐτοῦ βασιλείας ποιήσει. Ἀκούσασα δὲ ταῦτα ἡ Τερτία ἐπανῆλθεν οἴκαδε γεγηθυῖα· καὶ εὗρεν τὸν ἄνδρα αὐτῆς μένοντα ἀνάριστον ὄντα. ἰδὼν δὲ αὐτὴν ὁ Μισδαῖος εἶπεν· Πόθεν σήμερον ἡ εἴσοδός σου καλλίων ἐστίν; καὶ τίνος ἕνεκα περιπάτῳ χρησαμένη ἦλθες; ὅ ἐστιν ἀπρεπὲς ταῖς κατὰ σὲ ἐλευθέραις. Καὶ λέγει αὐτῷ ἡ Τερτία· Χάριν σοι μεγίστην ὀφείλω διότι με πρὸς Μυγδονίαν ἀπέστειλας. ἀπελθοῦσα γὰρ καινῆς ζωῆς ἤκουσα, καὶ εἶδον τὸν καινὸν τοῦ θεοῦ ἀπόστολον τοῦ διδόντος ζωὴν τοῖςπιστεύουσιν αὐτῷ καὶ τα προστάγματα πληρουσιν· ὀφείλω τοιγαροῦν καὶ αὐτὴ ἀμείψασθαί σε ἀντὶ ταύτης τῆς χάριtος καὶ παραινέσεως ἀγαθὴν παραίνεσιν· ἔσῃ γὰρ ἐν οὐρανῷ βασιλεὺς μέγας ἐάν μοι πεισθῇς καὶ φοβηθῇς τὸν θεὸν τὸν ὑπὸ τοῦ ξένου κηρυττόμενον καὶ φυλάξῃς σεαυτὸν ἅγιον τῷ ζῶντι θεῷ· αὕτη γὰρ ἡ βασιλεία παρέρχεται καὶ ἡ ἄνεσίς σου εἰς στενοχωρίαν τραπήσεται· ἀλλ᾽ ἄπελθε πρὸς τὸν ἄνθρωπον ἐκεῖνον καὶ πίστευσον αὐτῷ, καὶ ζήσεις εἰς τέλος. Ἀκούσας δὲ ὁ Μισδαῖος ταῦτα παρὰ τῆς αὐτοῦ συμβίου ταῖς χερσὶν ἐπάταξεν τὸ πρόσωπον αὐτοῦ, καὶ τὴν ἐσθῆτα αὐτοῦ περιέρρηξεν, καὶ εἶπεν· Μὴ ἀναπαύοιτο ἡ Χαρισίου ψυχή, ὅτι με εἰς ψυχὴν ἔβλαψεν· καὶ μὴ σχῇ ἐλπίδα, ὅτι τὴν ἐμὴν περιεῖλεν ἐλπίδα. Καὶ ἐξῄει τεταραγμένος. Καὶ εὗρεν κατὰ τὴν ἀγορὰν Χαρίσιον τὸν φίλον καὶ εἶπεν· Διὰ τί μέ σοι εἰς τὸν ᾅδην ἄλλον ἔβαλες; διὰ τί με ἐκένωσας καὶ ἐζημίωσας κερδάνας μηδέν; διὰ τί με ἔβλαψας μηδὲν σὺ ὠφεληθείς; διὰ τί με ἀπέκτεινας μὴ αὐτὸς ζήσας; διὰ τί με ἠδίκησας αὐτὸς τὸ δίκαιον μὴ κτησάμενος´ διὰ τί με οὐ συνεχώρησας ἀπολέσαι ἐκεῖνον τὸν φαρμακὸν πρὶν τὸν ἐμὸν οἶκον τῇ ἑαυτοῦ ἁμαρτίᾳ διαφθεῖραι; Καὶ τὸ πᾶν εἴχετο Χαρισίου. ὁ δὲ Χαρίσιος λέγει· Τί γάρ ἐστιν τὸ συμβεβηκός σοι; Ὁ Μισδαῖος ἔφη· Ἐφαρμάκευσεν τὴν Τερτίαν. Καὶἀπῄεισαν ἀμφότεροι εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρατηλάτου· καὶ εὗρον τὸν Ἰούδαν καθήμενον καὶ διδάσκοντα. πάντες δὲ οἱ ἐκεῖ ὑπεξανέστησαν τῷ βασιλεῖ, αὐτὸς δὲ οὐκ ἀνέστη, ἔγνω δὲ ὁ Μισδαῖος ὅτι αὐτὸς ἐκεῖνός ἐστιν, καὶ λαβόμενος τοῦ θρόνου ἔστρεψεν αὐτόν, καὶ ἐπάρας ἀμφοτέραις ταῖς χερσὶν τὸν θρόνον τὴν κεφαλὴν αὐτοῦ ἐπάταξεν οὕτως ὥστε τραυματίσαι αὐτόν. καὶ παρέδωκεν αὐτὸν τοῖς αὐτοῦ στρατιώταις εἰπών· Ἀπαγάγετε αὐτὸν σύραντες αὐτὸν ὑβριστικῶς καὶ οὐχ ὑπεσταλμένως, ἵνα πᾶσιν ἡ ὕβρις αὐτοῦ ἔκτυπος γένηται. Οἳ δὲ σύραντες αὐτὸν ἀπήγαγον εἰς τόπον ἐν ᾧ ὁ Μισδαῖος ἐδίκαζεν. ἐκεῖ ἔστη κρατούμενος ὑπὸ τῶν στρατιωτῶν τοῦ Μισδαίου. Πρᾶξις ιβ´ περὶ οὐαζάνου υἱοῦ Μισδαίου. Οὐαζάνης δὲ ὁ τοῦ Μισδαίου υἱὸς προσελθών τοῖς στρατιώταις εἶπεν· Δότε μοι τοῦτον ἵνα διαλεχθῶ ἕως ἂν ὁ βασιλεὺς ἀφίκηται. Καὶ οἳ μὲν δεδώκασιν αὐτόν, αὐτὸς δὲ εἰσήγαγεν αὐτὸν ἔνθα ὁ βασιλεὺς ἐδίκαζεν. καὶ λέγει Οὐαζάνης· Οὐκ οἶδάς φησιν ὅτι ἐγώ εἰμι υἱὸς Μισδαίου τοῦ βασιλέως, καὶ ἔξεστί μοι λέγειν τῷ βασιλεῖ ὃ βούλομαι, καὶ ζῆν σοι συγχωρήσει; λέγε οὖν μοι τίς ἐστιν ὁ θεός σου καὶ τίνοςἀντέχῃ δυνάμεως καὶ σεμνύνῃ· εἰ γάρ τις γοητικὴ δύναμίς ἐστιν καὶ τέχνη, λέγε καὶ δίδασκε, κἀγώ σε ἀπολύω. Λέγει αὐτῷ ὁ Ἰούδας· Σὺ εἶ ὁ υἱὸς Μισδαίου τοῦ βασιλέως ὅς ἐστιν βασιλεὺς πρόσκαιρος· ἐγὼ δὲ δοῦλός εἰμι Ἰησοῦ Χριστοῦ βασιλέως αἰωνίου· καὶ σοὶ μὲν ἔστιν εἰπεῖν τῷ σᾷ πατρὶ σῷσαι οὓς θέλεις ἐν ταύτῃ τῇ προσκαίρῳ ζωῇ ᾗ οὐ παραμένουσιν ἄνθρωποι, ἣν σύ τε καὶ ὁ πατήρ σου δίδοτε· ἐγὼ δὲ δέομαι τοῦ ἐμοῦ κυρίου καὶ ἀντιβοῶ ὑπὲρ τῶν ἀνθρώπων, καὶ δίδωσιν αὐτοῖς καινὴν ζωὴν παντάπασιν δεόμενος. καὶ σὺ αὐχεῖς ἐπὶ κτήμασιν καὶ δούλοις καὶ πέπλοις καὶ τρυφῇ καὶ κοίταις μιαραῖς, ἐγὼ δὲ καυχῶμαι ἐπὶ πενίᾳ καὶ φιλοσοφίᾳ καὶ ταπεινότητι καὶ νηστείᾳ καὶ εὐχῇ καὶ πρὸς τὸ ἅγιον πνεῦμα κοινωνιᾳ καὶ πρὸς τοὺς ἀδελφούς μου τοὺς ἀξίους τοῦ θεοῦ· καὶ καυχῶμαι ἐπὶ αἰωνίᾳ ζωῇ. καὶ συ μὲν ἐπ᾽ ἄνθρωπον κατέφυγες ὄντα σοι ὅμοιον, μὴ δυνάμενον τὴν ἑαυτοῦ ψυχὴν σῷσαι ἐκ κρίσεως καὶ θανάτου, ἐγὼ δὲ κατέφυγα ἐπὶ θεὸν ζῶντα, ἐπὶ τὸν σωτῆρα βασιλέων καὶ ἀρχόντων, ὅς ἐστιν πάντων κριτής. καὶ ὑμεῖς μὲν σήμερον ἴσως ἐστέ, αὔριον δὲ οὐκέτι, ἐγὼ δὲ κατέφυγον εἰς ἐκεῖνον ὃς εἰς αἰῶνα μένει, γινώσκοντος πάντας τοὺς καιροὺς ἡμῶν καὶ τοὺς χρόνους. καὶ σὺ δὲ ἐὰν θελήσῃς γενέσθαι τοῦ θεοῦ τούτου ὑπηρέτης, γενήσῃ ταχέως· δείξας δὲ ὅτι ἄξιος αὐτοῦ ὑπηρέτης ἔσῃ ἐν τούτοις· πρῶτον μὲν ἐν ἁγιωσύνῃ, ἥτις ἐστὶν πάντων ἀγαθῶν κεφαλή· ἔπειτα δὲ ἡ πρὸς τὸν θεὸν τοῦτον ὃν κηρύσσω κοινωνίᾳ, καὶ φιλοσοφίᾳ, καὶ ἁπλότητι, καὶ ἀγάπῃ, καὶ πίστει, καὶ πρὸς αὐτὸν εὐαγγελίῳ, καὶ ἑνότητι καθαρᾶς τροφῆς. Ὁ δὲ νεανίσκος πεισθεὶς διὰ τοῦ κυρίου ἐζήτει πρόφασιν ὅπως τὸν Ἰούδαν φυγαδεύσῃ. ἐν ᾧ δὲ ἐνεθυμεῖτο ἐφίκετο ὁ βασιλεύς· καὶ οἱ στρατιῶται παραλαβόντες τὸν Ἰούδαν ἐξήγαγον. συνεξῄει δὲ αὐτῷ ὁ Οὐαζάνης καὶ παρ᾽ αὐτῷ ἕστηκεν. καθεσθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν εἰσαχθῆναι τὸν Ἰούδαν εἰς τὰ ὀπίσω δεδεμένον τὰς χεῖρας. ἀχθεὶς δὲ εἰς τὸ μέσον ἔστη· καὶ λέγει ὁ βασιλεύς· Εἰπέ μοι τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα ποιεῖς. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· Ἄνθρωπός εἰμι κατὰ σέ, δυνάμει Ἰησοῦ Χριστοῦ ταῦτα ποιῶ. Καὶ ὁ Μισδαῖός φησιν· Τὴν ἀλήθειαν εἰπὲ πρὶν ἤ σε ἀπολέσω. Καὶ ὁ Ἰούδας λέγει· Οὐκ ἔχεις ἐξουσίαν ὡς νομίζεις κατ᾽ ἐμοῦ, καὶ οὐδέν με βλάψεις. Ἀγανακτήσας δὲ ὁ βασιλεὺς ἐπὶ τοῖς ῥηθεῖσιν ἐκέλευσεν πλάκας πυρῶσαι καὶ στῆσαι αὐτὸν ἐπάνω αὐτῶν ἀνυπόδετον· ὑπολυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν ἔλεγεν· Βέλτιόν ἐστιν ἡ σοφία τοῦ θεοῦ ὑπὲρ τὴν τῶν ἀνθρώπων σοφίαν. σὺ κύριε βασιλεῦ καὶ ἡ χρηστότης σου ἀντιστήτω τῷ θυμῷ αὐτοῦ. Ἐνέγκαντες δὲ τὰς πλάκας ἐοικυίας πυρὶ ἔστησαν ἐπάνω αὐτῶν τὸν ἀπόστολον· καὶ εὐθέως ὕδωρ ἀνεδόθη ἀθρόον ἐκ τῆς γῆς, ὥστε τὰς πλάκας καταποθῆναι· καὶ οἱ κρατοῦντες αὐτὸν ἐάσαντες ἀνεχώρησαν.