<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="131"><p rend="indent">Ὁ δὲ Ἰούδας ἐξελθὼν ἐκ τῆς Χαρισίου οἰκίας εἰς τὴν Σιφόρου οἰκίαν ἀπῄει· κἀκεῖ μετ᾽ αὐτοῦ ᾤκει. εἶπὲν δὲ ὁ Σιφώρ· Εὐτρεπίσω τῷ Ἰούδᾳ τρίκλινον ἐν ᾧ διδάσκει <pb facs="actaphilippietac00bonnuoft_0287"/> Καὶἐποίησεν οὕτως καὶ εἶπεν Σιφώρ· Ἐγώ τε καὶ ἡ ἐμὴ γυνὴ καὶ ἡ θυγάτηρ ἐν ἁγιωσύνῃ οἰκήσομεν λοιπόν, ἐν ἀγνείᾳ καὶ μιᾷ διαθέσει. δέομαί σου ἡμᾶς τὴν σφραγῖδα δέξασθαι παρὰ σοῦ, ἵνα γενώμεθα τῷ θεῷ τῷ ἀληθινῷ λάτραι καὶ ἐναρίθμιοι τοῖς αὐτοῦ ἀρνίοις καὶ ἀμνάσιν. Ὁ δὲ Ἰούδας λέγει· Φοβοῦμαι λέγειν ὅπερ ἐνθυμοῦμαι· οἶδα δέ τι, καὶ ὅπερ οἶδα ἐξαγορεύειν οὐχ οἷόν τέ μοι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="132"><p rend="indent">Καὶ ἤρξατο λέγειν περὶ τοῦ βαπτίσματος· Τὸ βάτισμα τοῦτο ἁμαρτιῶν ἐστιν ἄφεσις · τοῦτο ἀναγεννᾷ φῶς περιεκχυνόμενον· τοῦτο ἀναγεννᾷ τὸν νέον ἄνθρωπον, τοὺς ἀνθρώπους μειγνύον πνεῦμα καινοῦν ψυχήν, ἀνιστῶν τρισσῶς καινὸν ἄνθρωπον, καί ἐστιν κοινωνὸν τῶν ἀμαρτιῶν ἀφέσεως. σοὶ δόξα τῷ ἀπορρήτῳ τῷ τῷ βαπτίσματι κοινωνούμενον· σοὶ δόξα ἡ ἐν τῷ βαπτίσματι ἀόρατος δύναμις· σοὶ δόξα ἀνακαινισμὸς δι᾽ οὗ ἀνακαινίζονται οἱ βαπτιζόμενοι οἱ μετὰ διαθέσεως σοῦ ἁπτόμενοι. Καὶ ταῦτα εἰπὼν ἔλαιον κατὰ τῆς κεφαλῆς αὐτῶν κατέχεεν καὶ εἶπεν· Σοὶ δόξα ἡ τῶν σπλάγχνων ἀγάπη· σοὶ δόξα τὸ <pb facs="actaphilippietac00bonnuoft_0288"/> τοῦΧριστοῦ ὄνομα· σοὶ δόξα ἡ ἐν Χριστῷ δύναμις ἱδρυμένη. Καὶ ἐκέλευσεν ἐνεχθῆναι σκάφην καὶ ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="133"><p rend="indent">Βαπτισθέντων δὲ καὶ ἐνδυσαμένων ἄρτον καταθεὶς ἐπὶ τὴν τράπεζαν ηὐλόγησεν καὶ εἶπεν· Ἄρτον ζωῆς ὅν οἱ ἐσθίοντες ἄφθαρτοι διαμείνωσιν· ἄρτος ὁ κορεννὺς ψυχὰς πεινώσας τοῦ αὐτοῦ μακαρισμοῦ· σὺ εἶ ὁ καταξιώσας δέξασθαι δωρεὰν ἵνα γένῃ ἡμῖν ἄφεσις ἁμαρτιῶν καὶ οἱ ἐσθίοντές σε ἀθάνατοι γένωνται· ἐπιφημίζομέν σε τὸ τῆς μητρὸς ὄνομα, ἀπορρήτου μυστηρίου ἀρχῶν τε καὶ ἐξουσιῶν κεκρυμμένων· ἐπιφημίζομέν σου ὀνόματί σου Ἰησοῦ. Καὶ εἶπεν· Ἐλθάτω δύναμις εὐλογίας καὶ ἐνιδρύσθω ὁ ἄρτος, ἵνα πᾶσαι αἱ μεταλαμβάνουσαι ψυχαὶ ἀπὸ τῶν ἁμαρτιῶν ἀπολούσονται. Καὶ κλάσας ἐπέδωκεν τῷ τε Σιφόρῳ καὶ τῇ γυναικὶ αὐτοῦ καὶ τῇ θυγατρί. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="134"><head rend="center">Πρᾶξις ια´ περὶ τῆς γυναικὸς Μιισδαίου.</head><p rend="indent">Μισδαῖος δὲ ὁ βασιλεὺς ἀπολύσας Ἰούδαν δειπνήσας ἀπῄει οἴκαδε, διηγεῖτο δὲ τῇ γυναικὶ τὰ συμβεβηκότα τῷ οἰκείῳ αὐτῶν Χαρισίῳ λέγων· Ὅρα φησὶν τί γέγονεν ἐν τῷ ἀθλίῳ ἐκείνῳ· οἶδας δὲ καὶ αὐτὴ ὦ ἀδελφή μου Τερτία ὅτι οὐδέν <pb facs="actaphilippietac00bonnuoft_0289"/> ἐστινἀνδρὶ καλλίω τῆς γυναικὸς τῆς ἰδίας ἐφ᾽ ἥν ἀναπέπαυται· συνέβη δὲ τὴν γυναῖκα αὐτοῦ ἀπελθεῖν πρὸς τὸν φαρμακὸν ἐκεῖνον ὃν ἤκουσας τῇ Ἰνδῶν ἐπιδημήσαντα χώρᾳ, τοῖς αὐτοῦ περιπεσεῖν φαρμάκοις καὶ τοῦ ἰδίου ἀνδρὸς διαζευχθῆναι· καὶ ἀπορεῖ ὃ πράξειεν. θελήσαντος δέ μου ἀπολέσαι τὸν κακοῦργον οὐκ ἠθέλησεν· ἀλλὰ σὺ ἀπελθοῦσα συμβούλευσον αὐτῇ ἀποκλίνειν πρὸς τὸν ἴδιον ἄνδρα καὶ τῶν τοῦ φαρμεακοῦ ματαίων λόγων ἀποσχέσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2038.tlg001.1st1K-grc1" n="135"><p rend="indent">Ἅμα δὲ ἀναστᾶσα ἡ Τερτία ἀπῆλθεν εἰς τὴν Χαρισίου οἰκίαν τοῦ ἀνδρὸς αὐτῆς· καὶ εὗρεν τὴν Μυγδονίαν χαμαὶ κειμένην ἐν ταπεινότητι· ὑπεβέβλητο δὲ αὐτῇ τέφρα καὶ σάκκος, ηὔχετο δὲ ὅπως ὁ κύριος αὐτῇ συγχωρήσῃ τὰς προτέρας αὐτῆς ἁμαρτίας, καὶ ἐξέλθῃ τοῦ βίου τάχιον. καὶ λέγει πρὸς αὐτὴν ἡ Τερτία· Μυγδονία ἀδελφή μου ποθουμένη καὶ συνόμιλε, τίς ἐστιν αὕτη ἡ χείρ; τίς ἡ νόσος ἡ σὲ καταλαβοῦσα; καὶ τί μεμηνότων ἔργα ποιεῖς; γνοῦσα οὖν σαυτὴν ἐπάνελθε εἰς τὴν ἑαυτῆς ἐπάνοδον· πλησίασον τῷ γένει σου τῷ πολλῷ, καὶ φείδου τοῦ ἀληθινοῦ σου ἀνδρὸς Χαρισίου, καὶ μὴ πρᾶττε ὅ ἐστιν τῆς σῆς ἐλευθερίας ἀλλότριον. Λέγει αὐτῇ ἡ Μυγδονία· Ὧ Τερτία, οὐδέπω ἤκουσας τοῦ κήρυκος τῆς ζωῆς· οὐδέπω ταῖς σαῖς προσέπεσεν ἀκοαῖς· <pb facs="actaphilippietac00bonnuoft_0290"/> οὐδέπωἐγεύσω τοῦ τῆς ζωῆς φαρμάκου καὶ τῶν φθαρτικῶν στεναγμῶν ἀπηλλάγης· ἑστῶσα ἐν τῇ προσκαίρῳ ζωῇ τὴν ζωὴν καὶ τὴν σωτηρίαν τὴν ἀίδιον οὐκ οἶδας· καὶ οὐκ αἰσθομένη τῆς ἀφθάρτου κοινωνίας. στήκεις ἐνδεδυμένη πέπλους παλαιουμένους, καὶ τῶν αἰωνίων οὐκ ἐπιθυμεῖς· καὶ μεγάλα μὲν φρονεῖς ἐπὶ τῷ ἀφανιζομένῳ τούτῳ κάλλει, τῆς δὲ ψυχῆς οὐ φροντίζεις τὴν αἰσχρότητα· καὶ πλήθει μὲν οἰκετῶν πλουτεῖς· καὶ τῇ μὲν παρὰ πολλῶν δόξῃ κομᾷς, τῆς δὲ εἰς θάνατον κατακρίσεως ἑαυτὴν οὐ λυτροῦσαι. </p></div></div></body></text></TEI>