Κομισάσης δὲ τῆς Μαρκίας ταῦτα ἡ Μυγδονία ἵστατο ἔμπροσθεν τοῦ ἀποστόλου γυμνῇ τῇ κεφαλῃ· καὶ αὐτὸς ἄρας τὸ ἔλαιον κατέχεεν ἐν τῇ κεφαλῇ αὐτῆς εἰπών· Ἔλαιον ἅγιον εἰς ἁγιασμὸν ἡμῖν δοθέν, μυστήριον κρυφιμαῖον ἐν ᾧ ὁ σταυρὸς ἡμῖν ἐδείχθη, σὺ εἶ ὁ ἁπλωτὴς τῶν κεκαλυμένων μελῶν· σὺ εἶ ὁ ταπεινωτὴς τῶν σκληρῶν ἔργων· σὺ εἶ ὁ δεικνὺς τοὺς κεκρυμμένους θησαυρούς· σὺ εἶ τὸ τῆς χρηστότητος βλάστημα· ἐλθέτω ἡ δύναμίς σου· ἱδρυνθήτω ἐπὶ τὴν δούλην σου Μυγδονίαν· καὶ ἴασαι αὐτὴν διὰ τῆς ἐλευθερίας ταύτης. Ἐπιχυθέντος δὲ τοῦ ἐλαίου ἐκέλευσεν τῇ τροφῷ αὐτῆς ἀποδύειν αὐτὴν καὶ σινδόνα αὐτὴν περιζῶσαι· ἦν δέ τις ἐκεῖ κρήνη ὕδατος, ἐφ᾽ ἣν ἀνελθὼν ὁ ἀπόστολος τὴν Μυγδονίαν ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὡς δὲ ἐβαπτίσθη καὶ ἐνεδύσατο, ἄρτον κλάσας καὶ λαβὼν ποτήριον ὕδατος κοινωνὸν ἐποίησεν αὐτὴν τῷ τοῦ Χριστοῦ σώματι καὶ ποτηρίου τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ εἶπεν· Ἐδέξω σου τὴν σφραγῖδα, κτίσαι σεαυτῇ ζωὴν αἰώνιον. Καὶ παραχρῆμα ἠκούσθη ἄνωθεν φωνὴ λέγουσα· Ναί, ἀμήν. Ὡς δὲ ἤκουσεν τῆς φωνῆς ταύτης ἡ Μαρκία, ἐξεπλάγη, καὶ ἐδεήθη τοῦ ἀποστόλου ἵνα καὶ αὐτὴ λάβῃ τὴν σφραγῖδα. δοὺς δὲ αὐτῇ ὁ ἀπόστολος εἶπεν· Ἔστω περὶ σὲ ἡ σπουδὴ τοῦ κυρίου ὡς περὶ τῶν ἄλλων. Ταῦτα δὲ ὁ ἀπόστολος πράξας ὑπέστρεψεν εἰς τὸ δεσμωτήριον· εὗρεν δὲ τὰς πύλας ἀνεῳγμένας καὶ τοὺς φύλακας ἔτι καθεύδοντας. καὶ εἶπεν Θωμᾶς· Τίς ἐστιν κατὰ σὲ θεός; ὃς τὴν φιλοστοργίαν σου καὶ σπουδὴν ἀπ᾽ οὐδενὸς ἀπέχεις· τίς ὅμοιός σοι εὔσπλαγχνος; ὃς ἐκ τῶν κακῶν ἐρύσω τὰ σὰ κτήματα· ἡ ζωὴ ἡ τὸν θάνατον χειρωσαμένη· ἡ ἄνεσις ἡ τὸν πόνον ἐκκόψασα. δόξα τῷ ἐκ πατρὸς μονογενεῖ· δόξα τῷ εὐσπλάγχνῳ τῷ ἀποσταλέντι ἐκ σπλάγχνων. Εἰπόντος δὲ αὐτοῦ ταῦτα οἱ φύλακες διυπτνίσθησαν καὶ εἶδον πάσας τὰς θύρας ἀνεῳγμένας καὶ τοὺς ἐγκατακλείστους. καὶ ἔλεγον καθ᾽ ἑαυτούς· Οὐχ ἡμεῖς τὰς θύρας ἠσφαλισάμεθα; καὶ πῶς νῦν ἀνεῳγμέναι εἰσὶν καὶ οἱ δεσμῶται ἔνδον; Ὁ δὲ Χαρίσιος ἅμα ἕωθεν πρὸς τὴν Μυγδονίαν ἤρχετο· εὗρεν δὲ αὐτὰς εὐχομένας καὶ λεγούσας· Νέε θεὲ ὃς ἦλθες· διὰ τοῦ ξένου εἰς ἡμᾶς ὧδε· θεὲ ἐναπόκρυφε τῆς τῶν ἐν Ἰνδίᾳ οἰκητόρων· ὁ θεὸς ὁ δείξας τὴν σὴν δόξαν διὰ τοῦ ἀποστόλου σου Θωμᾶ· ὁ θεὸς οὗ τῆς φήμης ἀκούσασαι εἰς σὲ ἐπιστεύσαμεν· ὁ θεὸς πρὸς ὃν ἤλθομεν σωθῆναι· ὁ θεὸς ὁ διὰ φιλανθρωπίαν καὶ οἰκτιρμοὺς κατελθὼν πρὸς τὴν ἡμετέραν σμικρότητα· ὁ θεὸς ὁ ἐπιζητήσας ἡμᾶς ὅτε αὐτὸν ἠγνοοῦμεν· ὁ θεὸς ὁ τὰ ὕψη ἔχων καὶ τὰ βάθη μὴ λανθάνων· σὺ ἀπόστρεψον τὴν μανίαν Χαρισίου ἀφ᾽ ἡμῶν. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος πρὸς τὴν Μυγδονίαν λέγει· Δικαίως με κακὸν καὶ μαινόμενον καὶ αἰσχρὸν ἀποκαλεῖς· εἰ μὴ γὰρ ἠνεσχόμηντὸ ἀνυπότακτόν σου καὶ ἐλευθερίαν σοι ἐδωρησάμην, οὐκ ἂν ἐπεκαλέσω κατ᾽ ἐμοῦ καὶ τοῦ ὀνόματός μου ἐμνημόνευσας ἔμπροσθεν τοῦ θεοῦ. πίστευσον δέ μοι Μυγδονία ὅτι ἐπ᾽ ἐκείνῳ τῷ φαρμακῷ οὐδέν ἐστιν ὄφελος, καὶ ὅσα ἐπαγγέλλεται πράττειν οὐ δύναται. ἐγὼ δέ σοι πάντα κατ᾽ ὀφθαλμοὺς ποιῶ ἅπερ ὑπισχνοῦμαι, ἵνα πιστεύσῃς καὶ ἀνάσχῃ τῶν ἐμῶν λόγων καὶ γένῃ πρός με οἵαπερ ἦς τὸ πρίν. Καὶ προσελθὼν ἐδέετο πάλιν αὐτῆς λέγων· Ἑὰν σύ μοι πεισθῇς, οὐδεμία μοι λοιπὸν ἔσται λύπη. ὑπομνήσθητι τῆς ἡμέρας ἐκείνης ἧς ἐν πρώτοις μοι συνέτυχες· εἰπὲ τὸ ἀληθές· πότερον καλλίω σοι ἥμην κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἢ Ἰησοῦς κατὰ τοῦτον; Καὶ ἡ Μυγδονία εἶπεν· Ὁ καιρὸς ἐκεῖνος ἀπῄτει τὰ ἑαυτοῦ καὶ οὗτος τὰ ἴδια· ὁ καιρὸς ἐκεῖνος ἀρχῆς ἦν, οὗτος δὲ τέλους· ἐκεῖνος ὁ καιρὸς ἦν προσκαίρου ζωῆς. οὗτος δὲ αἰωνίου· ἐκεῖνος παρερχομένης ἦν ἡδονῆς, οὗτος δὲ διὰ παντὸς παραμόνου· ἐκεῖνος ἡμέρας καὶ νυκτός, οὗτος δὲ ἡμέρας χωρὶς νυκτός· εἶδες ἐκεῖνον τὸν παρελθόντα γάμον ὧδε καὶ μόνον, ὁ δὲ γάμος οὗτος εἰς τὸν αἰῶνα μένει· ἡ κοινωνία ἐκείνη διαφθορᾶς ἦν, αὕτη δὲ ζωῆς αἰωνίου· οἱ παράνυμφοι ἐκεῖνοι ἄνδρες εἰσὶν καὶ γυναῖκες πρόσκαιροι. οἱ δὲ νῦν εἰς τέλος παραμένουσιν· ἐκεῖνος ὁ γάμος ἐπὶ γῆς ἵστησιν φιλανθρωπίαν δροσίζων· ἐκεῖνος ὁ παστὸς λύεται πάλιν, οὗτος δὲ διὰ παντὸς μένει· ἐκείνη ἡ κλίνη πάρεσιν κατέστρωται, αὕτη δὲ στοργῇ τε καὶ πίστει· σὺ νυμφίος εἶ παριὼν καὶ λυόμενος, ὁ δὲ Ἰησοῦς νυμφίος ἐστὶν ἀληθινός, εἰς τὸν αἰῶνα παραμένων ἀθάνατος· ἐκεῖνο τὸ ἀνακαλυπτήριον χρήματα ἦν καὶ πέπλα παλαιούμενα, τοῦτο δὲ ζῶντες λόγοι μηδέποτε παρερχόμενοι. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος ἀπῆλθεν πρὸς τὸν βασιλέα καὶ πάντα αὐτῷ ἀπήγγειλεν. ὁ δὲ βασιλεὺς ἐκέλευσεν τὸν Ἰούδαν ἀχθῆναι, ἵνα αὐτὸν κρίνας ἀναλώσῃ. ὁ δὲ Χαρίσιος εἶπεν· Ἀνέχου τέως βασιλεῦ, λόγοις δὲ πρῶτον τὸν ἄνδρα πεῖσον φοβήσας ὅπως τὴν Μυγδονίαν πείσῃ γενέσθαι πρός με ὡς πρώην. Καὶ μεταπεμψάμενος ὁ Μισδαῖος ἤγαγεν τὸν ἀπόστολον τοῦ Χριστοῦ· πάντες δὲ ἐλυπήθησαν οἱ δεσμῶται ὅτι ἀνεχώρει ἀπ᾽ αὐτῶν ὁ ἀπόστολος· ἐπόθουν γὰρ αὐτὸν λέγοντες ὅτι Καὶ ταύτην τὴν παραμυθίαν ἣν εἴχομεν ἀφείλαντο ἀφ᾽ ἡμῶν.