Λέγοντος δὲ τοῦ Χαρισίου ταῦτα μετὰ δακρύων ἐκαθέζετο ἡ Μυγδονία σιωπῶσα καὶ εἰς τὸ ἔδαφος ἀφορῶσα· ὃ δὲ αὖθις προσελθὼν εἶπεν· Κυρία μου ποθεινοτάτη Μυγσονται, δονία, ὑπομνήσθητι ὅτι σὲ ἐκ πάντων τῶν ἐν τῇ Ἰνδίᾳ γυναικῶν ὡς καλλίστην ἐπελεξάμην καὶ ἔλαβον, δυνηθεὶς ἑτέρας πολλῷ σου καλλίω εἰς γάμον συνάψαι ἐμαυτῷ. μᾶλλον δὲ ψεύδομαι Μυγδονία· μὰ τοὺς γὰρ θεοὺς οὐκ ἂν ἔσται ἑτέραν κατὰ σὲ ἐν τῇ τῶν Ἰνδῶν εὑρεθῆναι χώρᾳ· οὐαὶ δέ μοι διὰ παντός, ὅτι οὐδὲ λόγῳἀμείψασθαι θέλεις· ὕβριζε δέ μοι εἰ δοκεῖ σοι, ἵνα λόγον μόνον παρά σοῦ καταξιωθῶ. ἀπόβλεψον δὲ εἰς ἐμέ, καλλίω ὑπάρχω τοῦ φαρμακοῦ ἐκείνου· πλοῦτος δέ μοι καὶ τιμὴ σὺ εἶ· καὶ πάντες γινώσκουσιν ὅτι οὐδείς ἐστιν τοιοῦτος οἷος ἐγώ· γένος δέ μοι καὶ συγγένεια σὺ εἶ· καὶ ἰδού, ἀφαιρεῖταί σε ἀπ᾽ ἐμοῦ. Εἰπόντος δὲ ταῦτα τοῦ Χαρισίου ἡ Μυγδονία λέγει πρὸς αὐτόν· Ἐκεῖνον ὃν φιλῶ βελτίων σού ἐστιν καὶ τῶν σῶν ὑπαρχόντων· ἡ γὰρ ὕπαρξίς σου ἐκ γῆς οὖσα εἰς γῆν ὑποστρέφει· ὃν δὲ ἐγὼ φιλῶ οὐράνιός ἐστιν, κἀμὲ σὺν αὐτῷ εἰς οὐρανὸν ἄξει. ὁ πλοῦτός σου παρελεύσεται, καὶ τὸ κάλλος σου ἀφανισθήσεται, καὶ οἱ πέπλοι σου, καὶ τὰ πολλὰ ἔργα· μόνος δὲ σὺ μετὰ τῶν πλημμελημάτων σου γυμνός· μὴ ὑπονήσῃς δὲ ἐπ᾽ ἐμοὶ τὰς πράξεις· εὔχομαι γὰρ τῷ κυρίῳ ἐπιλαθέσθαι σε, ὥστε μηκέτι μνησθῆναι τῶν προτέρων ἡδονῶν καὶ τῆς συνηθείας τῆς σωματικῆς, αἵτινες ὡς σκιὰ παρελεύ σονται, Ἰησοῦς δὲ μόνος μένει εἰς τὸν αἰῶνα καὶ αἱ ψυχαὶ αἱ εἰς αὐτὸν ἐλπίζουσαι. αὐτὸς Ἰησοῦς ἀπαλλάξει με τῶν αἰσχρῶν σου πράξεων ἃς ἔπραττον μετὰ σοῦ. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιοςεἰς ὕπνον ἐτράπη λελυμένος τὴν ψυχὴν λέγων αὐτῇ· Κατὰ σεαυτὴν λόγισαι δι᾽ ὅλης τῆς νυκτὸς σήμερον· ἐὰν θελήσῃς μετ᾽ ἐμοῦ εἶναι τοιαύτη οἵαπερ ἦσθα τὸ πρίν, ἐκεῖνον δὲ τὸν φαρμακὸν μὴ ἴδῃς, πάντα σου τὰ καταθύμια ποιήσω· καὶ ἄρῃς σου τὴν διάθεσιν τὴν πρὸς αὐτόν, ἐκβαλὼν αὐτὸν ἐκ τοῦ δεσμωτηρίου ἀπολύσω, καὶ εἰς ἑτέραν μεταστῇ χώραν· καὶ οὐ μή σε λυπήσω· οἶδα γὰρ ὅτι σφόδρα τοῦ ξένου ἀντιποιῇ. καὶ οὐκ ἀπὸ σοῦ πρώτης τὸ πρᾶγμα συνέβη· ὡς καὶ πολλὰς καὶ ἄλλας ἠπάτησεν μετὰ σοῦ· κἀκεῖναι ἀνένηψαν καὶ εἰς ἑαυτὰς ἐπανῆλθον. μὴ οὖν ἀντὶ μηδενὸς θῇς τοὺς ἐμοὺς λόγους καὶ ποιήσῃς με ὄνειδος ἐν τοῖς Ἰνδοῖς. Ταῦτα τοῦ Χαρισίου λέγοντος ὕπνωσεν· ἣ δὲ λαπτεσεῖν βοῦσα δηνάρια δέκα ἀπῄει λάθρα δοῦναι τοῖς δεσμοφύλαξιν ὅπως εἰσέλθῃ πρὸς τὸν ἀπόστολον. συνέτυχεν δὲ καθ᾽ ὁδὸν Ἰούδας Θωμᾶς ἐρχόμενος. ὃν ἰδοῦσα ἐφοβήθη· ἐνόμισεν γὰρ αὐτὸν ἕνα τῶν ἀρχόντων εἶναι· φῶς γάρ τι πολὺ προηγεῖτο αὐτοῦ. καὶ ἔλεγεν πρὸς ἑαυτὴν φεύγουσα· Ἀπώλεσά σε ὦ ἀθλία ψυχή· οὐ γὰρ ἴδῃς αὖθις Ἰούδαν τὸν ἀπόστολον τούτου ζῶντος, καὶ ἕως τοῦ νῦνἁγίαν οὐκ ἐδέξω σφραγῖδα. Καὶ φεύγουσα εἰς στενὸν προσέδραμε τόπον, κἀκεῖσε ἐκρύπτετο λέγουσα· Αἱρετώτερον ὑπὸ μετριωτέρων ἀναλίσκεσθαι, οὓς δυνατὸν πεῖσαι, ἣ περιπτεσεῖν τῷ ἄρχοντι τούτῳ δυνατῷ, καταφρονοῦντι δώρων. Πρᾶξις ι´ ὅτε Μυγδονία λαμβάνει τὸ βάπτισμα. Διανοουμένης δὲ ταῦτα τῆς Μυγδονίας καθ᾽ ἑαυτὴν Ἰούδας εἰσελθὼν ἐπέστη αὐτῇ· ὃν ἰδοῦσα ἐφοβήθη καὶ πεσοῦσα ὑπὸ φόβου ἐξέθανεν· αὐτὸς δὲ παραστὰς καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος ἔφη αὐτῇ· Μὴ φοβοῦ Μυγδονία· οὐκ ἐάσει σε Ἰησοῦς, οὐδὲ παρόψεταί σε ὁ κύριός σου ᾧ τὴν ἑαυτῆς ψυχὴν ἀνέθηκας. οὐκ ἐγκαταλείψει σε ἡ πολύσπλαγχνος αὐτοῦ ἀνάπαυσις· οὐκ ἐγκαταλείψει σε ὁ χρηστὸς διὰ τὴν πολλὴν αὐτοῦ χρηστότητα καὶ ὁ ἀγαθὸς διὰ τὴν ἀγαθωσύνην. ἀνάστηθι τοίνυν ἀπὸ τῆς γῆς ὑπεράνω ταύτης ἅπασα γενομένη· ἴδε τὸ φῶς, ὅτι οὐκ ἐᾷ κύριος τοὺς ἀγαπῶντας αὐτὸν ἐν τῷ σκότει βαδίζειν. θέασαι τὸν συνοδοιπόρον τῶν αὐτοῦ δούλων, ὅτι αὐτὸς αὐτοῖς σύμμαχος ἐν κινδύνοις. Καὶ ἡ Μυγδονία ἀναστᾶσα προσεῖχεν αὐτῷ καὶ εἶπεν· Ποῦ ἀπῄεις κύριέ μου; καὶ τίς ὁ ἐξαγαγών σε ἐκ τοῦ δεσμωτηρίου καθορᾶν τὸν ἥλιον; Λέγει αὐτῇ Ἰούδας Θωμᾶς· Ὁ κύριός μου Ἰησοῦς δυνατώτερός ἐστιν πασῶν δυνάμεων καὶ βασιλέων καὶ ἀρχόντων. Καὶ ἡ Μυγδονία εἶπεν· Δός μοι τὴν σφραγῖδα Ἰησοῦ Χριστοῦ καὶ δέξομαι δωρεὰν παρὰ τῶν σῶν χειρῶν πρὶνἤ σε τοῦ βίου ἐξελθεῖν. Καὶ παραλαβοῦσα αὐτὸν εἰς τὴν αὐλὴν εἰσῆλθεν, καὶ ἐξύπνιζεν τὴν τροφὸν λέγουσα πρὸς αὐτήν· Μήτηρ ἐμὴ καὶ τροφὲ Μαρκίᾳ, πάσας τὰς πρός με ὡφελείας καὶ ἀναπαύσεις ἐκ παίδων ἕως τῆς νῦν ἡλικίας ματαίας εἰργάσω, καὶ χάριν σοι δι᾽ αὐτὰς ὀφείλω πρόσκαιρον. ποίησον δέ μοι καὶ νῦν χάριν, ἵνα διὰ παντὸς τὴν ἀμοιβὴν ἀπολάβῃς παρ᾽ ἐκείνου τοῦ τὰ μεγάλα χαριζομένου. Καὶ ἡ Μαρκία πρὸς τούτοις Τί θέλεις φησὶν θυγάτηρ μου Μυγδονία; καὶ τί σοι πρὸς ἡδονὴν ἔστιν γενέσθαι; τὰς δὲ τιμὰς ἃς πρότερα ἐπηγγείλω μοι οὐκ εἴασέν σε ὁ ξένος ἀγαγεῖν εἰς τέλος, καὶ ὄνειδός με ἐν παντὶ τῷ ἔθνει κατέστησας· καὶ νῦν τί ἄρα καινὸν ὅπερ μοι ἐπιτάσσεις; Καὶ ἡ Μυγδονία λέγει· Γενοῦ μοι κοινωνὸς τῆς αἰωνίου ζωῆς, ἵνα δέξωμαι παρὰ σοῦ τροφὴν τελείαν. ἄρτον μοι ἀνελομένη κόμισον καὶ ὕδατος κρασίν, τῆς ἐλευθερίας μου φειδομένη. Ἡ δὲ τροφὸς ἔφη· Ἐγὼ κομίσω ἄρτους πολλοὺς καὶ ἀντὶ ὕδατος μετρητὰς οἴνου. καὶ τὴν ἐπιθυμίαν σου πληρῶ. Ἣ δὲ λέγει πρὸς τὴν τροφόν· Μετρητῶν οὐ δέομαι, οὐδ᾽ αὐτῶν τῶν πολλῶν ἄρτων. τοῦτο δὲ μόνον, κρασὶν ὕδατος καὶ ἕνα ἄρτον καὶ ἔλαιον κόμισον.