Ὁ δὲ βασιλεὺς ὡς πρεσβευτὴς κατεσφραγίσατο διὰ τοὺς πονηροὺς τοὺς Βαβυλωνίους παῖδας καὶ δαίμονας τυραννικοὺς Λαβυρίνθους. ἐγὼ δὲ πρὸς τὴν ταύτης φωνήν τε καὶ αἴσθησιν ἐξ ὕπνου ἀνερμησάμην, ἀναλαβὼν δὲ καὶ καταφιλήπτρῳ σας ἀνεγίνωσκον. ἐγέγραπτο δὲ περὶ ἐκείνου τοῦ ἐν τῇ καρδίᾳ μου ἀναγεγραμμένου· καὶ ὑπεμνήσθην παραχρῆμα ὅτι βασιλέων εἰμὶ υἱὸς καὶ ἡ ἐλευθερία μου τὸ γένος μου ἐπιζητεῖ. ὑπεμνήσθην δὲ καὶ τοῦ μαργαρίτου ἐφ᾽ ὃν κατεπέμφθην εἰς Αἴγυπτον· ἠρχόμην δὲ ἐφ᾽ ἅρμασιν ἐπὶ τὸν δράκοντα τὸν φοβερόν, καὶ κατεπόνεσα τοῦτον ἐπονομάσας τὸ τοῦ πατρός μου ὄνομα. ἁρπάσας δὲ τὸν μαργαρίτην ἀπέστρεφον πρὸς τοὺς ἐμοὺς ἀποκομίσας πατέρας. καὶ ἀποδυσάμενος τὸ ῥυπαρὸν ἔνδυμα ἐν τῇ αὐτῶν κατέλειψα χώρᾳ, ηὔθυνον δὲ αὐτὸ καὶ τὴν ὁδὸν πρὸς τὸ φῶς τῆς κατὰ ἀνατολὴν πατρίδος καὶ εὗρον καθ᾽ ὁδὸν διαιροῦσάν με· αὐτὴ δέ, ὥσπερ φωνῇ χρησαμένηἀνέστησεν ὑπνωθέντα με, καὶ ὡδήγησέν με τῷ παρ᾽ αὐτῆς φωτί. ἔστιν γὰρ ὅτε ἡ ἀπὸ σηρικῶν ἐσθὴς βασιλικὴ πρὸ τῶν ἐμῶν ὀφθαλμῶν. ἀγούσης δέ με καὶ ἑλκούσης τῆς στοργῆς τὴν Βαβύρινθον παρῆλθον· καὶ καταλείψας ἐπ᾽ ἀριστερὰ τὴν Βαβυλῶνα εἰς τὴν Μέσον ἀφικόμην τὴν μεγάλην οὖσαν παραλίαν. οὐκ ἐμνημόνευον δὲ τῆς λαμπρότητός μου· παῖς γὰρ ὢν ἔτι καὶ κομιδῇ νέος κατελελοίπειν αὐτὴν ἐν τοῖς τοῦ πατρὸς βασιλείοις· ἐξαίφνης δὲ ἰδόντος μου τὴν ἐσθῆτα ὡς ἐν ἐσόπτρῳ ὁμοιωθεῖσαν, καὶ ὅλον ἐμαυτὸν ἐπ᾽ αὐτὴν ἐθεασάμην, καὶ ἔγνων καὶ εἶδον δι᾽ αὐτῆς ἐμαυτόν, ὅτι κατὰ μέρος διῃρήμεθα ἐκ τοῦ αὐτοῦ ὄντες, καὶ πάλιν ἕν ἐσμεν διὰ μορφῆς μιᾶς. οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς τοὺς ταμειούχους τοὺς τὴν ἐσθῆτα κομίσαντας ἑώρων δύο, μορφὴ δὲ μία ἐπ᾽ ἀμφοτέρων, ἓν σύμβολον βασιλικὸν ἐν ἀμφοτέροις ἔκειτο· τὸ δὲ χρῆμα καὶ τὸν πλοῦτον ἐν χερσὶν εἶχον, καὶ ἀπεδίδουν μοι τιμήν· καὶ τὴν ἐσθῆτα τὴν εὐπρεπεστάτην, ἥτις ἐν φαιδροῖς χρώμασιν χρυσῷ πεποίκιλτο καὶ λίθοις τιμίοις καὶ μαργαρίταις χροιᾷ πρεπούσῃ· ἵδρυντο ἐν ὕψει· καὶ ἡ εἰκὼν τοῦ τῶν βασιλέων βασιλεὺς ὅλη δι᾽ ὅλης· λίθοις σαμπφειρίνοις ἐν ὕψει ἐπεπήγεισαν ἁρμοδίως. ἑώρων δὲ αὗθις ὅτι δι᾽ ὅλων κινήσεις ἐξεπέμποντο γνώσεως, καὶ ἦν ἑτοίμη ἀφεῖναι λόγον· ἤκουον δὲ αὐτῆς ὁμιλούσης· Ἐγώ εἰμι ἐκείνου τῶν πάντων ἀνθρώπων ἀνδρειοτάτου οὗ ἕνεκεν παρ᾽ αὐτῷ τῷ πατρὶ ἐνεγράφην· καὶ αὐτὸς δὲ ᾐσθόμην αὐτοῦ τῆς ἡλικίας. Αἱ δὲ κινήσεις αἱ βασιλικαὶ πᾶσαι ἐπανεπαύοντό μοι αὐξανούσης πρὸς ταύτης ὁρμάς· ἔσπευδεν ἐκ χειρὸς αὐτοῦ ὀρεγομένη ἐπὶ τὸν δεχόμενον αὐτήν. κἀμὲ ὁ πόθος διήγειρεν ὁρμῆσαι εἰς ὑπάντησιν αὐτοῦ καὶ δέξασθαι αὐτήν. ἐκταθεῖσαν δὲ χρωμάτων ἐκομίσθην, καὶ τὴν στολήν μου τὴν βασιλικὴν ὑπερέχουσαν ἐστολισάμην δι᾽ ὅλου· ἐνδυσάμενος δὲ ἤρθην εἰς χώραν εἰρήνης σεβάσματος· καὶ τὴν κεφαλὴν κλίνας προσεκύνησα τοῦ πατρὸς τὸ φέγγος τοῦ ἀποστείλαντός μοι ταύτην, ὅτι ἐγὼ μὲν ἐποίησα τὰ προσταχθέντα, καὶ αὐτὸς ὁμοίως ὅπερ κατεπηγγείλατο· καὶ ἐν ταῖς θύραις τοῦ βασιλικοῦ τοῦ ἐξ ἀρχῆς αὐτοῦ κατεμειγνύβαλον μήν. ἥσθη δὲ ἐπ᾽ ἐμοὶ καὶ εἰσεδέξατό με μετ᾽ αὐτοῦ ἐν τοῖς βασιλείοις· πάντες δὲ οἱ ὑπήκοοι αὐτοῦ εὐφήμοις φωναῖς ὑμνοῦσιν· ὑπέσχετο δέ μοι καὶ εἰς τὰς τοῦ βασιλέως θύρας σὺν αὐτῷ ἀποσταλεῖσθαι, ἵνα μετὰ τῶν ἐμῶν δώρων καὶ τοῦ μαργαρίτου ἅμα αὐτῷ φαινώμεθα τῷ βασιλεῖ. Καὶ ὁ Χαρίσιος γεγηθὼς ἀπῄει οἴκαδε, νομίζων συνεῖναι τὴν αὐτοῦ γυναῖκα καὶ τοιαύτην γεγενῆσθαι οἵαν πρὸ τοῦ, πρὶν ἀκοῦσαι τοῦ θείου λόγου καὶ πιστεῦσαι τῷ Ἰησοῦ. ἀπελθὼν δὲ εὗρεν αὐτὴν τὰς τρίχας κεκομμένος ἔχουσαν καὶ τὴν ἐσθῆτα διαρερηγμένην· ἰδὼν δὲ εἶπεν αὐτῇ· Κυρία μου Μυγδονία, τί σε ἡ χαλεπὴ αὕτη κατέχει νόσος; καὶ τίνος ἕνεκα διεπράξω ταῦτα; ἐγώ εἰμι ὁ ἐκ παρθενίας σου γαμέτης, τῶν τε θεῶν καὶ τῶν νόμων ἄρχειν σού μοι διδόντων· τίς ἡ τοσαύτη σου μανία; ὅτι κατάγελως ἐν παντὶ τῷ ἔθνει γεγένησαι. ἀλλὰ ἀπόθου τὴν παρ᾽ ἐκείνου τοῦ φαρμακοῦ μέριμναν· περιελῶ δὲ ἐκ μέσου τὴν ὄψιν ἐκείνου, ἵνα μηκέτι αὐτὸν ἴδῃς. Ἡ δὲ Μυγδονία τούτων ἀκούσασα ἀνεδίδου τῇ λύπῃ, στενάζουσα καὶ ὀδυρομένη. καὶ αὖθις ὁ Χαρίσιος· Τοσοῦτον ἄρα τοὺς θεοὺς ἠδίκησα, ὅτι τηλικαύτῃ με νόσῳ περιβεβλήκασιν; τί τοσοῦτον πεπλημμέληκα, ὅτι εἰς τοσαύτην με κατέβαλον ταπεινότητα; δέομαί σου Μυγδονία, μή μου τὴν ψυχὴν ἄγχε ἐπὶ τῇ θέα σου ταύτῃ τῇ οἰκτρᾷ καὶ τῷ ταπεινῷ σχήματι, καὶ μή μου τὴν καρδίαν καταπόνει ταῖς ἐπὶ σοὶ φροντίσιν. ἐγώ εἰμι Χαρίσιος ὁ σὸς γαμετός, ὃν ὅλον τὸ ἔθνος τιμᾷ καὶ δέδιεν· τί με δεῖ πρᾶξαι; καὶ οὐκ οἶδα πῶς ἀναστρέψω· τί δὲ καὶ λογίσωμαι, σιγήσω καὶ καρτερήσω; καὶ τίς ἀνέξεται ὅταν τινὲς τὸν θησαυρὸν αὐτοῦ λαμβάνωσιν; τίς δὲ τὸν σὸν καρτερήσειεν ἀγαθὸν τρόπον; τί γὰρ ἐμοί; ἡ εὐωδία σου ἐν ταῖς ῥισίν μού ἐστιν, καὶ τὸ φαιδρόν σου πρόσωπον ἐν τοῖς ὀφθαλμοῖς μου ἐγκάθηται· ἀφαιροῦντά μουτὴν ψυχήν, καὶ τὸ περικαλλὲς σῶμα ᾧ ἠγαλλόμην ὁρῶν διαφθείρουσιν· καὶ τὸν ὀφθαλμὸν τὸν ὀξυδερκέστατον πηροῦσιν· ἐκκόπτουσιν δὲ τὴν δεξιάν μου χεῖρα. ἡ χαρὰ ἡ ἐμὴ εἰς λύπην μετατρέπεται καὶ ἡ ζωή μου εἰς θάνατον· καὶ τὸ φῶς σκότῳ βαδίζεται. μηδεὶς λοιπὸν τῶν συγγενῶν βλέπετέ με, παρ᾽ ὧν οὐδεμία μοι βοήθεια γέγονεν· οὐδὲ τοὺς θεοὺς τῆς ἀνατολῆς προσκυνήσω λοιπὸν τηλικούτοις με περιβαλόντας κακοῖς· οὐδὲ μὴν προσευξαίμην αὐτοῖς ἔτι, οὐδὲ μὴν θυσιάσαιμι αὐτοῖς ἀποστερηθεὶς τῆς συμβίου μου. τί δὲ αἰτήσαιμι ἕτερον παρ᾽ αὐτῶν; ἡ γὰρ δόξα μου πᾶσα ἀφῄρηται. εἰμὶ δὲ ἄρχων, δεύτερος τῆς τοῦ βασιλέως ἀρχῆς· ἠθέτησεν δέ με Μυγδονία ταῦτα πάντα ἀφείλατο· εἴθε δὲ τὸν ὀφθαλμόν μου σκόπτε σέ μοι προσεχούσης συνήθως.