Ὁ δὲ βασιλεὺς ἠξίου τοὺς παρανύμφους ἐξέρχεσθαι ἀπὸ τοῦ νυμφῶνος. πάντων δὲ ἐξελθόντων καὶ τῶν θυρῶν κλεισθεισῶν ὁ νυμφίος τὸ καταπέτασμα τοῦ νυμφῶνος ἐπῆρεν, ἵνα τὴν νύμφην πρὸς ἑαυτὸν ἀγάγῃ. καὶ εἶδεν τὸν κύριον Ἰησοῦν τὴν ἀπεικασίαν Ἰούδα Θωμᾶ ἔχοντα καὶ ὁμιλοῦντα τῇ νύμφῃ, τοῦ πρὸ βραχέως εὐλογήσαντος αὐτοὺς καὶ ἐξελθόντος ἀπ᾽ αὐτῶν, τοῦ ἀποστόλου, καί φησιν αὐτῷ· Ὀυχὶ πρὸ πάντων ἐξῆλθες; πῶς νῦν εὑρέθης ὧδε; Ὁ δὲ κύριος εἶπεν αὐτῷ· Ἐγὼ οὐκ εἰμὶ Ἰούδας ὁ καὶ Θωμᾶς, ἀδελφὸς δὲ αὐτοῦ εἰμι. Καὶ ἐκαθέσθη ὁ κύριος ἐπὶ τῆς κλίνης, ἐκέλευσεν δὲ καὶ αὐτοῖς καθεσθῆναι ἐπὶ τοῖς δίφροις, καὶ ἤρξατο αὐτοῖς λέγειν· Μνημονεύετε τέκνα μου ὧν ὁ ἀδελφός μου ἐλάλησεν ὑμῖν καὶ τίνι ὑμᾶς παρέθετο· καὶ τοῦτο γνῶτε, ὅτι ἐὰν ἀπαλλαγῆτε τῆςῥυπαρᾶς κοινωνίας ταύτης, γίνεσθε ναοὶ ἅγιοι, καθαροί, ἀπαλλαγέντες πλήξεων καὶ ὀδυνῶν φανερῶν τε καὶ ἀφανῶν, καὶ φροντίδας οὐ περιθήσεσθε βίου καὶ τέκνων, ὧν τὸ τέλος ἀπώλεια ὑπάρχει. ἐὰν δὲ καὶ κτήσησθε παῖδας πολλούς, διὰ τούτους γίνεσθε ἅρπαγες καὶ πλεονέκται, ὀρφανοὺς δέροντες καὶ χήρας πλεονεκτοῦντες, καὶ ταῦτα ποιοῦντες ὑποβάλλετε ἑαυτοὺς εἰς τιμωρίας κακίστας. οἱ γὰρ πολλοὶ παῖδες ἄχρηστοι γίνονται, ὑπὸ δαιμονίων ὀχλούμενοι, οἳ μὲν φανερῶς, οἳ δὲ καὶ ἀφανῶς· γίνονται γὰρ ἣ σεληνιαζόμενοι ἢ ἡμίξηροι ἢ πηροὶ ἢ κωφοὶ ἢ ἄλαλοι ἢ παραλυτικοὶ ἢ μωροί· ἐὰν δὲ καὶ ὦσιν ὑγιαίνοντες, ἔσονται πάλιν ἀποίητοι, ἄχρηστα καὶβδελυκτὰ ἔργα διαπραττόμενοι· εὑρίσκονται γὰρ ἢ ἐν μοιχείᾳ ἢ ἐν φόνῳ ἢ ἐν κλοπῇ ἢ ἐν πορνείᾳ, καὶ ἐν τούτοις πᾶσιν ὑμεῖς συντριβήσεσθε. ἐὰν δὲ πεισθῆτε καὶ τηρήσητε τὰς ψυχὰς ὑμῶν ἁγνὰς τῷ θεῷ, γενήσονται ὑμῖν παῖδες ζῶντες, ὧν αἱ βλάβαι αὗται οὐ θιγγάνουσιν, καὶ ἔσεσθε ἀμέριμνοι, ἄσκυλτον διάγοντες βίον χωρὶς λύπης καὶ μερίμνης, προσδοκῶντες ἀπολήψεσθαι ἐκεῖνον τὸν γάμον τὸν ἄφθορονε καὶ ἀληθινόν, καὶ ἔσεσθε ἐν αὐτῷ παράνυμφοι συνεισερχόμενοι εἰς τὸν νυμφῶνα ἐκεῖνον τὸν τῆς ἀθανασίας καὶ φωτὸς πλήρης. Ὡς δὲ ἤκουσαν ταῦτα οἱ νεώτεροι, ἐπίστευσαν τῷ κυρίῳ καὶ ἑαυτοὺς ἐκδότους ἔδωκαν αὐτῷ, καὶ ἀπέσχοντο τῆς ῥυπαρᾶςἐπιθυμίας, καὶ ἔμειναν οὕτως ἐν τῷ τόπῳ διανυκτερεύοντες. ὁ δὲ κύριος ἐξῆλθεν ἀπ᾽ ἔμπροσθεν αὐτῶν λέξας αὐτοῖς· Ἡ χάρις τοῦ κυρίου ἔσται μεθ᾽ ὑμῶν. Ὄρθρου δὲ ἐπιστάντος ἀπήντησεν ὁ βασιλεύς, καὶ πληρώσας τὴν τράπεζ́αν εἰσήγαγεν ἔμπροσθεν τοῦ νυμφίου καὶ τῆς νύμφης· εὗρεν δὲ αὐτοὺς ἀντικρὺ ἀλλήλων καθεζομένους, τῆς δὲ νύμφης τὴν ὄψιν ἀσκέπαστον εὗρεν, καὶ ὁ νυμφίος πάνυ ἱλαρὸς ὑπῆρχεν. ἡ δὲ μήτηρ προσελθοῦσα τῇ νύμφῃ εἶπεν· Διὰ τί οὕτως καθέζῃ τέκνον, καὶ οὐκ αἰδῇ, ἀλλ᾽ οὕτως εἶ ὡς πολὺν χρόνον συμβιώσασα τῷ ἰδίῳ ἀνδρί; Καὶ ὁ πατὴρ αὐτῆς εἶπεν· Διὰ τὴν πολλὴν ἀγάπην τὴν πρὸς τὸν ἄνδρα σου οὐδὲ σκεπάζῃ; Ἀποκριθεῖσα δὲ ἡ νύμφη εἶπεν· Ἀληθῶς πάτερ ἐν πολλῇ ἀγάπῃ ὑπάρχω, καὶ τῷ κυρίῳ μου εὔχομαι παραμεῖναί μοιτὴν ἀγάπην ἧς ἠσθόμην ταύτῃ τῇ νυκτί, καὶ αἰτήσομαι τοῦτον τὸν ἄνδρα οὗ ᾐσθόμην σήμερον. διὸ δὴ οὐκέτι σκεπάσομαι, ἐπειδὴ τὸ ἔσοπτρον τῆς αἰσχύνης ἀπ᾽ ἐμοῦ ἀφῄρηται· καὶ οὐκέτι αἰσχύνομαι ἢ αἰδοῦμαι, ἐπειδὴ τὸ ἔργον τῆς αἰσχύνης καὶ τῆς αἰδοῦς ἐξ ἐμοῦ μακρὰν ἀπέστη· καὶ ὅτι οὐκ ἐκπλήσσομαι, ἐπειδὴ ἡ ἔκπληξις ἐμοὶ οὐ παρέμεινεν· καὶ ὅτι ἐν ἱλαρότητι καὶ χαρᾷ ὑπάρχω, ἐπειδὴ ἡ ἡμέρα τῆς χαρᾶς οὐκ ἐταράχθη· καὶ ὅτι ἐξουθένισα τὸν ἄνδρα τοῦτον καὶ τοὺς γάμους τούτους τοὺς παρερχομένους ἀπ᾽ ἔμπροσθεν τῶν ὀφθαλμῶν μου, ἐπειδὴ ἑτέρῳ γάμῳ ἡρμόσθην· καὶ ὅτι οὐ συνεμίγην ἀνδρὶ προσκαίρῳ, οὗ τὸ τέλος μετὰ λαγνείας καὶ πικρίας ψυχῆς ὑπάρχει, ἐπειδὴ ἀνδρὶ ἀληθινῷ συνεζεύχθην. Καὶ ἔτι πλείονα τούτων λεγούσης τῆς νύμφης ἀποκρίνεται ὁ νυμφίος καὶ λέγει· Εὐχαριστῶ σοι κύριε ὁ διὰ τοῦ ξένουἀνδρὸς κηρυχθεὶς καὶ ἐν ἡμῖν εὑρεθείς· ὁ μακράν με τῆς φθορᾶς ποιήσας καὶ σπείρας ἐν ἐμοὶ τὴν ζωήν· ὁ τῆς νόσου με ἀπαλλάξας ταύτης τῆς δυσιάτου καὶ δυσθεραπεύτου καὶ παραμενούσης εἰς τὸν αἰῶνα καὶ ὑγείαν σώφρονα ἐγκαταθέμενός μοι· ὁ σαυτόν μοι ὑποδείξας καὶ πάντα τὰ κατ᾽ ἐμὲ ἐν οἷς εἰμι ἀποκαλύψας μοι· ὁ λυτρωσάμενός με ἀπὸ τῆς πτώσεως καὶ εἰς τὸ κρεῖττόν με παραγαγών, καὶ τῶν μὲν προσκαίρων ἀπαλλάξας, καταξιώσας δέ με τῶν ἀθανάτων καὶ ἀεὶ ὄντων· ὁ σεαυτὸν κατευτελίσας ἕως ἐμοῦ καὶ τῆς ἐμῆς σμικρότητος, ἵνα ἐμὲ τῇ μεγαλωσύνῃ παραστήσας ἑνώσῃς σεαυτῷ· ὁ τὰ ἴδια σπλάγχνα μὴ ἐπισχὼν ἐξ ἐμοῦ τοῦ ἀπολλυμένου, ἀλλὰ ὑποδείξας μοι ζητῆσαι ἐμαυτὸν καὶ γνῶναι τίς ἤμην καὶ τίς καὶ πῶς ὑπάρχω νῦν, ἵνα πάλιν γένωμαι ὃ ἤμην· ὃν ἐγὼ μὲν οὐκ ᾔδειν, αὐτὸς δὲ ἐπεζήτησας· ὃν μὴ ἐπιστάμην, αὐτὸς δέ με προσελάβου· οὗ ᾐσθόμην καὶ νὺν οὐ δύναμαι ἀμνημονεῖντούτου· οὗ ἡ ἀγάπη ἐν ἐμοὶ βράσσει, καὶ εἰπεῖν μὲν ὡς δεῖ οὐ δύναμαι, ἃ δὲ χωρῶ λέγειν περὶ αὐτοῦ βραχεῖα καὶ πάνυ ὀλίγα, καὶ ἀνάλογα οὐ τυγχάνει πρὸς τὴν ἐκείνου δόξαν· οὐκ αἰτιᾶται δέ με ἀναιδευόμενον πρὸς αὐτὸν λέγειν καὶ ἃ μὴ οἶδα· διὰ γὰρ τὴν αὐτοῦ ἀγάπην καὶ ταῦτα λέγω.