Ὁ δὲ Χαρίσιος εἶπεν τῷ ἀποστόλῳ· Ἀνάστα πονηρὲ καὶ ἀφανιστὰ καὶ ἐχθρὲ τοῦ ἐμοῦ οἴκου· ἐμὲ γὰρ ἡ σὴ μαγεία οὐ βλάπτει· τὴν γὰρ σὴν μαγείαν ἐπὶ τὴν σὴν κεφαλὴν θήσομαι. Ταῦτα δὲ αὐτοῦ εἰπόντος προσέσχεν αὐτῷ ὁ ἀπόστολος καὶ εἶπεν αὐτῷ· Αἱ ἀπειλαί σου ἐπιστρέψουσιν πρὸς σέ. ἐμὲ γὰρ ἐν οὐδενὶ καταβλάψεις· μείζων γὰρ σοῦ ἐστιν καὶ τοῦ σοῦ βασιλέως καὶ πάσης ὑμῶν τῆς στρατιᾶς ὁ κύριος Ἰησοῦς Χριστὸς εἰς ὅν τὰς ἐλπίδας ἔχω. Λαβὼν δὲ ὁ Χαρίσιος ἡμιφόριον ἑνὸς τῶν οἰκείων αὐτοῦ ἐπέβαλεν τῷ τραχήλῳ τοῦ ἀποστόλου λέγων· Σύρατε καὶ ἀπαγάγετε αὐτόν· ἴδω εἰ δύναται ὁ θεὸς ῥύσασθαι αὐτὸν ἀπὸ τῶν χειρῶν μου. Σύραντες δὲ αὐτὸν ἀπήγαγον πρὸς Μισδαῖον τὸν βασιλέα. στάς δὲ ὁ ἀπόστολος ἔμπροσθεν τοῦ βασιλέως λέγει αὐτῷ ὁ βασιλείς· Εἰπὲ τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα διαπράττῃ. Ὁ δὲ ἀπόστολος ἡσύχαζεν. ἐκέλευσεν δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις αὐτοῦ μαστιχθέντα αὐτὸν ἑκατὸν κή δέσμιον βληθῆναι εἰς τὴνφρουράν. οἳ δὲ δεσμεύσαντες αὐτόν ἀπήγαγον. ὁ δὲ βασιλεὺς καὶ Χαρίσιος ἐσκέπτοντο τὸ πῶς αὐτὸν θανατώσουσιν· τὸ δὲ πλῆθος ὥσπερ θεὸν προσεκύνουν αὐτόν· τοῦτο δὲ εἶχον κατὰ νοῦν εἰπεῖν ὅτι Τὸν βασιλέα ὕβρισεν καὶ πλάνος ἐστὶν ὁ ξένος. Ὁ δὲ ἀπόστολος ἀπιὼν ἐπὶ τὸ δεσμωτήριον χαίρων καὶ ἀγαλλιῶν ἔλεγεν· Ἐξομολογοῦμαί σοι Ἰησοῦ ὅτι οὐ μόνον τῆς πίστεώς σου ἄξιόν με ἐποίησας, ἀλλὰ καὶ τοῦ ὑπομεῖναι πολλὰ διὰ σέ. εὐχαριστῶ οὖν σοι κύριε ὅτι ἐφρόντισάς μου καὶ δέδωκάς μοι τὴν ὑπομονήν· εὐχαριστῶ σοι κύριε ὅτι διὰ σὲ φαρμακὸς ἥκουσα καὶ μάγος. πρόσδεξαί με τοίνυν ἐκ τοῦ μακαρισμοῦ τῶν μετρίων καὶ τῆς ἀναπαύσεως τῶν κεκμηκότων καὶ τῶν μακαρισμῶν ἐκείνων οὓς μισοῦσιν οἱ ἄνθρωποι καὶ διώκουσιν καὶ ὀνειδίζουσιν, φαύλους περὶ αὐτῶν φθεγγόμενοι λόγους. ἰδοὺ γὰρ διὰ σὲ μισοῦμαι· ἰδοὺ διὰ σὲ τῶν πολλῶν κεχώρισμαι, καὶ διὰ σὲ τοιοῦτον οἷος οὐκ εἰμὶ λέγουσίν με. Προσευχόμενον δὲ πάντες ἔβλεπον αὐτὸν οἱ δέσμιοι καὶ ἐδέοντο αὐτοῦ ὑπὲρ αὐτῶν εὔξασθαι. προσευξάμενος δὲ καὶ καθεσθεὶς ἤρξατο λέγειν ψαλμὸν τοιοῦτον· Ὅτε ἥμην βρέφος ἄλαλον ἐν τοῖς τοῦ πατρός μου βασιλείοις ἐν πλούτῳ καὶ τρυφῇ τῶν τροφέων ἀναπαυόμενος, ἐξ Ἀνατολῆς τῆς πατρίδος ἡμῶν ἐφοδιάσαντές με οἱ γονεῖς ἀπέστειλάν με· ἀπὸ δὲ πλούτου τῶν θησαυρῶν τούτων φόρτον συνέθηκαν μέγαν τε καὶ ἐλαφρόν, ὅπως αὐτὸν μόνος βαστάσαι δυνηθῶ· χρυσός ἐστιν ὁ φόρτος τῶν ἄνω, καὶ ἄσημος τῶν μεγάλων θησαυρῶν, καὶ λίθοι ἐξ Ἰνδῶν οἱ χαλκεδόνιοι, καὶ μαργαρῖται ἐκ Κοσάνων· καὶ ὥπλισάν με τῷ ἀδάμαντι· καὶ ἐνέδυσάν με ἐσθῆτα διάλιθον χρυσόπαστον, ἣν ἐποίησαν στέργοντές με, καὶ στολὴν τὸ χρῶμα ξανθὴν πρὸς τὴν ἐμὴν ἡλικίαν. σύμφωνα δὲ πρὸς ἐμὲ πεποιήκασιν, ἐγκαταγράψαντες τῇ διανοίᾳ μου ἐπιλαθέσθαι με, ἔφησαν τε· Ἐὰν κατελθὼν εἰς Αἴγυπτον κομίσῃς ἐκεῖθεν τὸν ἕνα μαργαρίτην τὸν ὄντα ἐκεῖ περὶ τὸν δράκοντα τὸν καταπότην, ὅπως ἐνδύσῃ τὴν διάλιθον ἐσθῆτα καὶ τὴν στολὴν ἐκείνην ἣν ἐπαναπαύεται· τοῦ εὐμνήστου καὶ γένῃ μετὰ τοῦ ἀδελφοῦ σου κῆρυξ τῇ ἡμετέρᾳ βασιλείᾳ. Ἠρχόμην δὲ ἐξ Ἀνατολῆς ἐφ᾽ ὀδὸν δυσχερῆ τε καὶ φοβερὰν μεθ᾽ ἡγεμόνων δύο, ἄπειρος δὲ ἤμην τοῦ ταύτην ὁδεῦσαι. παρελθὼν δὲ καὶ τὰ τῶν Μοσάνων μεθόρια, ἔνθα ἐστὶν τὸ καταγώγιον τῶν ἀνατολικῶν ἐμπόρων, ἀφικόμην εἰς τὴν τῶν Βαβυλωνίων χώραν. εἰσελθόντος δέ μου εἰς Αἴγυνίαν. πτον ἀπέστησαν οἱ συνοδεύσαντές μοι ἡγεμόνες, ὥρμων δὲ ἐπὶ τὸν δράκοντα τὴν ταχίστην καὶ περὶ τὸν τούτου φωλεὸν κατέλυον, ἐπιτηρῶν νυστάξαι καὶ κοιμηθῆναι τοῦτον, ὅπως μου τὸν μαργαρίτην ὑφέλωμαι. μόνος δὲ ὢν ἐξενιζόμην τὸ σχῆμα καὶ τοῖς ἐμοῖς ἀλλότριος ἐφαινόμην. ἐκεῖ δὲ εἶδον ἐμὸν συγγενῆ τὸν ἐξ Ἀνατολῆς, τὸν ἐλεύθερον, παῖδα εὐχαρῆ καὶ ὡραῖον, υἱὸν μεγιστάνων. οὗτός μοι προσελθὼν συγγέγονεν, καὶσυνόμιλον αὐτὸν ἔσχον, καὶ φίλον καὶ κοινωνὸν τῆς ἐμης πορείας ποιησάμενος. παρεκελευσάμην δὲ αὐτῷ τοὺς Αὶγυπτίους φυλάσσεσθαι καὶ τῶν ἀκαθάρτων τούτων τὴν κοινωνίαν. ἐνεδυσάμην δὲ αὐτῶν τὰ φορήματα, ἵνα μὴ ξενίζωμαι ὥσπερ ἔξωθεν ἐπὶ τὴν τοῦ μαργαρίτου ἀνάληψιν, καὶ τὸν δράκοντα διυπνίσωσιν κατ᾽ ἐμοῦ οἱ Αἰγύπτιοι. οὐκ οἶδα δὲ ἐξ οἵας ἔμαθον προφάσεως ὡς οὐκ εἰμὶ τῆς χώρας αὐτῶν, δόλῳ δὲ συνέμειξάν μοι τέχνην, καὶ ἐγευσάμην τῆς αὐτῶν τροφῆς. ἠγνόησα ἐμαυτὸν υἱὸν ὄντα βασιλέως, τῷ δὲ αὐτῶν ἐδούλευσα βασιλεῖ. ἦλθον δὲ καὶ ἐπὶ τὸν μαργαρίτην, ἐφ᾽ ὃν οἱ πατέρες μου ἀπεστάλκασίν με, τῷ δὲ τῆς τροφῆς αὐτῶν βάρει εἰς ὕπνον κατηνέχθην βαθύν. ταῦτα δέ μου παθόντος καὶ οἱ πατέρες μου ᾔσθοντον καὶ ἔπαθον ὑπὲρ ἐμοῦ. ἐκηρύχθη δὲ κήρυγμα ἐν τῇ βασιλείᾳ ἡμῶν ἵνα πάντες ἐπὶ τὰς ἡμετέρας ἀπαντῶσιν θύρας. καὶ τότε οἱ βασιλεῖς τῆς Παρθενίας καὶ οἱ ἐν τέλει καὶ οἱ Ἀνατολῆς πρωτεύοντες γνώμης ἐκράτησαν περὶ ἐμοῦ ἵνα μὴ ἔλθω ἐν Αἰγύπτῳ. ἔγραψαν δέ με καὶ οἱ δυνάσται σημαίνοντες οὕτως· Παρὰ τοῦ πατρὸς βασιλέων βασιλεὺς καὶ μητρὸς τὴν Ἀνατολὴν κατεχούσης καὶ ἀδελφοὺς αὐτῶν δευτέρους ἀφ᾽ ἡμῶν τῷ ἐν Αἰγύπτῳ υἱῷ ἡμῶν εἰρήνη. ἀνάστηθι καὶ ἀνάνηψον ἐξ ὕπνου, καὶ τῶν ἐπιστολιμαίων ῥημάτων ἄκουσον, καὶ ὑπομνήσθητι υἱὸς βασιλέων ὑπάρχων. δουλικὸν ὑπεισῆλθες ζυγόν· μνημόνευσοντῆς ἐσθῆτός σου τῆς χρυσοπάστου· μνημόνευσον τοῦ μαργαρίτου δι᾽ ὃν εἰς Αἴγυπτον ἀπεστάλης. ἐκλήθη δὲ τὸ ὄνομά σου βιβλίον ζωῆς καὶ τοῦ ἀδελφοῦ σου οὗ παρείληφας ἐν τῇ βασιλείᾳ ἡμῶν.