Ταῦτα διανοουμένου τοῦ Χαρισίου διέφαυσεν· καὶ ἐννυχεύσας ἐνεδύσατο ἐσθῆτα εὐτελῆ, καὶ ὑποδησάμενος ἀπῄει σκυθρωπὸς ἐν ἀθυμίᾳ ὑπάρχων εἰς ἀσπασμὸν τοῦ βασιλέως. ἰδὼν δὲ αὐτὸν ὁ βασιλεὺς εἶπεν· Τίνος ἕνεκεν περίλυπος εἶ καὶ ἐν τοιούτῳ σχήματι ἧλθες; ὁρῶ δὲ καὶ τὸ πρόσωπόν σου ἐνηλλαγμένον. Ὁ δὲ Χαρίσιος λέγει πρὸς τὸν βασιλέα· Καινόν σοι ἔχω ὑφηγήσασθαι πρᾶγμα καὶ ἐρημίαν νέαν, ἣν Σιφὼρ ἤγαγενἐν τῇ Ἰνδίᾳ, ἄνδρα τινὰ Ἑβραῖον μάγον, ὃν ἔχει καθεζόμενον ἐν τῷ ἰδίῳ οἴκῳ, ὃς οὐκ ἀφίσταται αὐτοῦ· πολλοὶ δέ εἰσιν οἱ εἰσιόντες πρὸς αὐτόν· οὓς καὶ διδάσκει νέον θεὸν καὶ νόμους νέους ἐντίθησιν αὐτοῖς τοὺς μή πω ἀκουσθέντας, λέγων· Ἀδύνατόν ἐστιν ὑμᾶς εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν ἣν ἐγὼ καταγγέλλω ὑμῖν, ἐὰν μὴ ἀπαλλαγῆτε ὑμεῖς τῶν ἰδίων γυναικῶν, ὁμοίως καὶ αἱ γυναῖκες τῶν ἰδίων ἀνδρῶν. Ἔτυχεν δὲ καὶ τὴν κακότυχον γυναῖκά μου ἀπελθεῖν πρὸς αὐτὸν καὶ κατήκοον γενέσθαι τοῖς λόγοις αὐτοῦ· οἷς καὶ ἐπίστευσεν καὶ διὰ τῆς νυκτὸς καταλιποῦσά με προσέδραμεν τῷ ξένῳ. ἀλλὰ μετάπεμψαι τόν τε Σιφόρα καὶ ἐκεῖνον τὸν μάγον τὸν ἐν αὐτῷ κρυπτόμενον, καὶ ἐπίθες τῇ κεφαλῄ αὐτῶν, ἵνα μὴ πάνtες οἱ τοῦ ἔθνους ἡμῶν ἀπολοῦνται. Ταῦτα δὲ ἀκούσας Μισδαῖος ὁ φίλος αὐτοῦ λέγει αὐτῷ· Μὴ λυποῦ μηδὲ ἀθύμει· ἐγὼ γὰρ μεταπεμψάμενος αὐτὸν ἐκδικήσω σε, καὶ σὺ τὴν σεαυτοῦ γυναῖκα πάλιν ἕξεις καὶ τοὺς ἄλλους τοὺς μὴ δυναμένους ἐγὼ ἐκδικήσω. Ἐξελθὼν δὲ ὁ βασιλεὺς ἐκαθέσθη ἐπὶ τοῦ βήματος· καθεσθέντος δὲ αὐτοῦ ἐκέλευσεν Σιφόρα τόν ἀρχιστρατηλάτην κληθῆναι· ἀπελθόντες οὖν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρον αὐτὸν καθεζόμενον ἐν δεξιᾷ τοῦἀποστόλου, καὶ Μυγδονίαν πρὸς τοῖς ποσὶν αὐτοῦ, σὺν παντὶ τῷ ὄχλῳ κατακούουσαν αὐτοῦ. καὶ προσελθόντες οἱ ἀποσταλέντες παρὰ τοῦ βασιλέως τῷ Σιφόρῳ λέγουσιν· Σὺ ἐνθάδε καθέζῃ ἀκούων ματαίων λόγων, καὶ Μισδαῖος ὁ βασιλεὺς ἐν τῇ ὀργῇ αὐτοῦ σκέπτεταί σε ἀπολέσαι διὰ τὸν μάγον τοῦτον καὶ πλάνον ὃν εἰσήγαγες εἰς τὸν οἶκόν σου. Ταῦτα ἀκούσας ὁ Σιφὼρ ἠθύμησεν, οὐ διὰ τὴν ἀπειλὴν τὴν τοῦ βασιλέως πρὸς αὐτόν, ἀλλὰ περὶ τοῦ ἀποστόλου, ὅτι ἐναντίως ἔγνω ὁ βασιλεὺς περὶ αὐτοῦ· καὶ εἶπεν τῷ ἀποστόλῳ· Ἐγὼ περὶ σοῦ λυποῦμαι· εἶπον γάρ σοι ἀπ᾽ ἀρχῆς ὅτι ἡ γυνὴ ἐκείνη γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς καὶ φίλου τοῦ βασιλέως, καὶ οὐ συγχωρεῖ αὐτὴν ποιῆσαι ὃ ἐπαγγέλλεται, καὶ πάντα ὅσα ἂν αἰτήσῃ τὸν βασιλέα παρέχει αὐτῷ. Ὁ δὲ ἀπόστολος τῷ Σιφόρῳ λέγει· Μηδὲν φοβοῦ ἀλλὰ πίστευσον Ἰησοῦ τῷ ἀπολογουμένῳ ὑπὲρ ἡμῶν ἀπάντων· πρὸς γὰρ τὴν καταφυγὴν αὐτοῦ συνηθροίσμεθα. Ταῦτα δὲ ἀκούσας ὁ Σιφὼρ καὶ περιβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀπῄει πρὸς Μισδαῖον τὸν βασιλέα. Ὁ δὲ ἀπόστολος ἐξήταζεν τὴν Μυγδονίαν· Τίς ἡ αἰτία ἡ γενομένη τοῦ ὀργισθῆναι τὸν σὸν ἄνδρα καὶ ταῦτα ἡμῖν κατασκευάσαι; Ἣ δὲ εἶπεν· Ἐπειδὴ οὐκ ἐξέδωκα ἐμαυτὴν τῷ ὀλέθρῳ αὐτοῦ. ἐβουλήθη γὰρ ὀψὲ ὑποτάξαι με καὶ ὑποβαλεῖν ἐκείνῳ ᾧ λατρεύει πάθει· καὶ ἐλυτρώσατό με ἐκεῖνος ᾧ τὴν ψυχήν μου παρεθέμην ἀπὸ τῶν χειρῶν αὐτοῦ. κἀγὼ γυμνὴ ἀπέφυγον αὐτὸν καὶ πρὸς τὴν τροφόν μου ἐκαθεύδησα. τὸ δὲ συμβὰν αὐτῷ οὐκ ἐπίσταμαι διὰ τί ταῦτα ἐτεχνάσατο Ὁ  ἀπόστολος λέγει· Ταῦτα ἡμᾶς οὐ βλάψει, ἀλλὰ πίστευσον εἰς τὸν Ἰησοῦν, καὶ αὐτὸς ἀνατρέψει τὴν ὀργὴν Χαρισίου καὶ τὴν μανίαν καὶ τὸν οἶστρον ἐκείνου. καὶ αὐτός σοι σύνοδος γένηται ἐν τῇ φοβερᾷ λεωφόρῳ, καὶ αὐτός σε ὁδηγήσει εἰς τὴν βασιλείαν αὐτοῦ· εἰσάξει δέ σε εἰς τὴν αἰωνίαν ζωήν, παρέχων σοι τὴν παρρησίαν τὴν μὴ παρερχομένην μήτε ἀλλασσομένην. Σιφὼρ δὲ παρέστη τῷ βασιλεῖ, καὶ ἐξήταζεν αὐτόν· Τίς ἐστιν καὶ πόθεν καὶ τί διδάσκει ὁ μάγος ἐκεῖνος ὃν ἔχεις ἐμφωλεύοντα ἐν τῷ οἴκῳ σου; Ὁ δὲ Σιφὼρ ἀπεκρίνατο τῷ βασιλεῖ· Οὐ μὴ ἀγνοῇς βασιλεῦ οἶον πόνον καὶ λύπην ἔσχον σὺν τοῖς φίλοις μου περὶ τῆς γυναικός μου, ἢν καὶ σὺ οἶδας καὶ ἄλλοι πολλοὶ διὰ μνήμης ἔχουσιν· καὶ τὰ περὶ τῆς θυγατρός μου, ἣν καὶ προτιμῶ πάσης τῆς κτήσεώς μου, οἷον καιρὸν καὶ πειρασμὸν πέπονθα· ἐγενόμην γὰρ γέλως καὶ κατάρα πάσῃ τῇ χώρᾳ ἡμῶν. ἤκουσα δὲ τῆς φήμης τοῦ ἀνδρὸς τούτου, καὶ γενόμενος πρὸς αὐτὸν ἐδεήθην αὐτοῦ, καὶ παραλαβὼν αὐτὸν ἤγαγον ἐνθάδε· καὶ ἐρχόμενος κατὰ τὴν ὁδὸν θαυμάσιακαὶ ἔκπληκτα εἶδον, καὶ ἐνθάδε πολλοὶ κατήκουσαν τοῦ ὀνάγρου καὶ περὶ τοῦ δαίμονος ἐκείνου ὃν ἐξήλασεν, καὶ ἐθεράπευσεν τήν τε γυναῖκά μου καὶ τὴν θυγατέρα, καὶ νῦν ὑγιαίνουσιν· καὶ μισθοὺς οὐκ ᾔτησεν, ἀλλ᾽ ἀπαιτεῖ πίστιν καὶ ἁγιωσύνην, ἵνα κοινωνοὶ αὐτῷ γένωνται ἐν οἷς διαπράττεται. τοῦτο διδάσκει, σέβειν καὶ φοβεῖσθαι ἕνα θεὸν τὸν πάντων δεσπότην καὶ Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, ἵνα σχῶσιν τὴν αἰώνιον ζωήν. ὃ δὲ ἐσθίει ἄρτος ἐστὶν καὶ ἄλας, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ ἀφ᾽ ἐσπέρας ἕως ἐσπέρας, πολλὴν εὐχὴν ποιούμενος· καὶ ὅσα ἂν αἰτήσῃ τὸν θεὸν αὐτοῦ, δίδωσιν αὐτῷ. καὶ διδάσκει ὅτι θεὸς οὗτος ἅγιός ἐστιν καὶ δυνατὸς καὶ ὁ Χριστὸς ζωὴ καὶ ζωοποιῶν. διὸ καὶ παραινεῖ τοῖς παροῦσιν αὐτῷ ἐν ἁγιωσύνῃ καὶ ἁγνείᾳ καὶ ἀγάπῃ καὶ πίστει προσέρχεσθαι αὐτῷ. Καὶ ταῦτα ἀκούσας Μισδαῖος ὁ βασιλεὺς παρὰ Σιφόρου πολλοὺς ἔπεμψεν στρατιώτας εἰς τὸν οἶκον Σιφόρου τοῦ στρατηλάτου, ἀγαγεῖν Θωμᾶν τὸν ἀπόστολον καὶ πάντας τοὺς εὑρισκομένους ἐκεῖσε. εἰσελθόντες δὲ οἱ πεμφθέντες ἔσω εὗρον αὐτὸν πλῆθος πολὺ διδάσκοντα· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ ἐκάθητο. θεασάμενοι δὲ τὸν πολὺν ὄχλον περὶ αὐτὸν ἐφοβήθησαν καὶ ἀπῆλθον πρὸς τὸν βασιλέα αὐτῶν καὶ εἶπον· Οὐκ ἐτολμήσαμεν εἰπεῖν αὐτῷ τι· ὄχλος γὰρ ηνπολὺς περὶ αὐτόν· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ καθεζομένη ἠκροᾶτο τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα. Καὶ ταῦτα ἀκούσαντος Μισδαίου τοῦ βασιλέως καὶ Χαρισίου ἐκπηδήσας ὁ Χαρίσιος ἀπ᾽ ἔμπροσθεν τοῦ βασιλέως συνεπισπασάμενος ὄχλον πολὺν εἶπεν· Ἐγὼ αὐτὸν φέρω βασιλεῦ καὶ τὴν Μυγδονίαν, ἧς τὸν νοῦν ἀφείλατο. Καὶ ἦλθεν εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρατηλάτου ἐντάραχος. καὶ εὗρεν αὐτὸν διδάσκοντα· Μυγδονίαν δὲ οὐ κατέλαβεν, ἀναχωρήσασα γὰρ ἧν εἰς τὸν οἶκον αὐτῆς, ἐγνωκυῖα ὅτι ἐμηνύθη τῷ ἀνδρὶ αὐτῆς ὅτι ἐκεῖ ἦν.