Κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἦμεν πάντες οἱ ἀπόστολοι ἐν Ἰεροσολύμοις, Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ Καναναῖος, καὶ Ἰούδας Ἰακώβου, καὶ διείλαμεν τὰ κλίματα τῆς οἰκουμένης, ὅπως εἷς ἕκαστος ἡμῶν ἐν τῷ κλίματι τῷ λαχόντι αὐτῷ καὶ εἰς τὸ ἔθνος ἐν ᾧ ὁ κύριος αὐτὸν ἀπέστειλεν πο ρευθῇ. κατὰ κλῆρον οὖν ἔλαχεν ἡ Ἰνδία Ἰούδᾳ Θωμᾷ τῷ καὶ Διδύμῳ· οὐκ ἐβούλετο δὲ ἀπελθεῖν, λέγων μὴ δύνασθαι μήτε χωρεῖν διὰ τὴν ἀσθένειαν τῆς σαρκός, καὶ ὅτι Ἄνθρωπος ὢν Ἑβραῖος πῶς δύναμαι πορευθῆναι ἐν τοῖς Ἰνδοῖς κηρύξαι τὴν ἀλήθειαν; Καὶ ταῦτα αὐτοῦ διαλογιζομένου καὶ λέγοντος ὤφθη αὐτῷ ὁ σωτὴρ διὰ τῆς νυκτός, καὶ λέγει αὐτῷ· Μὴ φοβοῦ Θωμᾶ, ἄπελθε εἰς τὴν Ἰνδίαν καὶ κήρυξον ἐκεῖ τὸν λόγον· ἡ γὰρ χάρις μού ἐστιν μετὰ σοῦ. Ὃ δὲ οὐκ ἐπείθετο, λέγων· Ὅπου βούλει με ἀποστεῖλαι ἀπόστειλον ἀλλαχοῦ· εἰς Ἰνδοὺς γὰρ οὐκ ἀπέρχομαι. Καὶ ταῦτα αὐτοῦ λέγοντος καὶ ἐνθυμουμένου ἔτυχεν ἔμπορόν τινα εἶναι ἐκεῖ ἀπὸ τῆς Ἰνδίας ἐλθόντα ᾧ ὄνομα Ἀββάνης, ἀπὸ τοῦ βασιλέως Γουνδαφόρου ἀποσταλέντα καὶ ἐντολὴν παρ᾽ αὐτοῦ εἰληφότα τέκτονα πριάμενον ἀγαγεῖν αὐτῷ. ὁ δὲ κύριος ἰδὼν αὐτὸν ἐν τῇ ἀγορᾷ περιπατοῦντα τὸ μεσημβρινὸν εἶπεν αὐτῷ· Βούλει τέκτονα πρίασθαι; Ὃ δὲ εἶπεν αὐτῷ· Ναι. Καὶ ὁ κύριος ἔφη αὐτῷ· Ἔχω δοῦλον τέκτονα καὶ βούλομαι αὐτὸν πωλῆσαι. Καὶ ταῦτα εἰπὼν ὑπέδειξεν αὐτῷ τὸν Θωμᾶν ἀπὸ μακρόθεν, καὶ συνεφώνησεν μετ᾽αὐτοῦ τριῶν λιτρῶν ἀσήμου, καὶ ἔγραψεν ὠνὴν λέγων· Ἐγὼ Ἰησοῦς υἱὸς Ἰωσήφ τοῦ τέκτονος ὁμολογῶ πεπρακέναι ἐμὸν δοῦλον Ἰούδαν ὀνόματι σοὶ τῷ Ἀββάνῃ ἐμπόρῳ Γουνδαφόρου τοῦ βασιλέως τῶν Ἰνδῶν. Τῆς δὲ ὠνῆς τελεσθείσης ὁ σωτὴρ παραλαβὼν Ἰούδαν τὸν καὶ Θωμᾶν ἀπήγαγεν πρὸς Ἀββάνην τὸν ἔμπορον· καὶ ἰδὼν αὐτὸν ὁ Ἀββάνης εἶπεν πρὸς αὐτόν· Οὖτός ἐστιν ὁ δεσπότης σου; Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ναί, κύριός μού ἐστιν. Ὃ δέ φησιν· Ἠγόρασά σε παρ᾽ αὐτοῦ. Καὶ ὁ ἀπόστολος ἡσύχαζεν. Τῇ δὲ ἑξῆς ὄρθρου εὐξάμενος καὶ δεηθεὶς τοῦ κυρίου εἶπεν ὁ ἀπόστολος· Πορεύομαι ὅπου βούλει κύριε Ἰησοῦ· τὸ θέληματὸ σὸν γενέσθω. Ἀπῆλθεν δὲ πρὸς Ἀββάνην τὸν ἔμπορον μηδὲν ὅλως τι μεθ᾽ ἑαυτοῦ κομισάμενος ἀλλ᾽ ἢ τὸ τίμημα αὐτοῦ μόνον. δεδώκει γὰρ αὐτῷ ὁ κύριος λέγων· Ἥτω μετὰ σοῦ καὶ ἡ τιμή σου μετὰ τῆς χάριτός μου ὅπου ἂν ἀπέρχῃ. Κατέλαβεν δὲ ὁ ἀπόστολος τὸν Ἀββάνην ἴσως τὰ σκεύη αὐτοῦ ἀναφέροντα εἰς τὸ πλοῖον· ἤρξατο οὖν καὶ αὐτὸς συναναφέρειν αὐτῷ. ἐμβάντων δὲ αὐτῶν εἰς τὸ πλοῖον καὶ καθεσθέντων ἐξήταζεν ὁ Ἀββάνης τὸν ἀπόστολον λέγων· Ποίαν ἐργασίαν οἶδας; Ὃ δὲ ἔφη· Ἐν μὲν ξύλοις ἄροτρα καὶ ζυγοὺς καὶ τρυτάνας καὶ πλοῖα καὶ κώπας πλοίων καὶ ἱστοὺς καὶ τροχίσκους, ἐν δὲ λίθοις στήλας τε καὶ ναοὺς καὶ πραιτώρια βασιλικά. Εἶπεν δὲ αὐτῷ ὁ Ἁββάνης ὁ ἔμπορος· Τοιούτου γὰρ καὶ χρείαν ἔχομεν τεχνίτου. Ἤρξαντο οὖν καταπλέειν· ἔσχον δὲ ἐπιτήδειον ἄνεμον, καὶ προθύμως ἔπλεον ἕως ὅτε κατήντησαν εἰς Ἀνδράπολιν, πόλιν βασιλικήν. Ἐξελθόντες δὲ ἀπὸ τοῦ πλοίου εἰσῄεσαν εἰς τὴν πόλιν. καὶ ἰδοὺ φωναὶ αὐλητῶν καὶ ὑδραύλεων καὶ σάλπιγγες περιηχοῦσαι αὐτούς· ἐξήταζεν δὲ ὁ ἀπόστολος λέγων· Τίς ἐστιν αὕτη ἡ ἑορτὴ ἡ ἐν τῇ πόλει ταύτῃ; Ἔλεγον δὲ αὐτῷ οἱ ἐκεῖ ὅτιΚαὶ σὲ οἱ θεοὶ ἤγαγον ἵνα εὐωχηθῇς ἐν τῇ πόλει ταύτῃ. ὁ γὰρ βασιλεὺς θυγατέρα μονογενῆ ἔχει, καὶ νῦν αὐτὴν ἐκδίδωσιν ἀνδρὶ πρὸς γάμον· τῶν οὖν γάμων ἡ χαρὰ καὶ ἡ πανήγυρίς ἐστιν αὕτη σήμερον ἣν εἶδες ἑορτήν. ὁ δὲ βασιλεὺς κήρυκας ἀπέστειλεν κηρύξαι πανταχοῦ πάντας παρατυχεῖν εἰς τοὺς γάμους, πλουσίους τε καὶ πένητας, δούλους τε καὶ ἐλευθέρους, ξένους τε καὶ πολίτας· εἴ τις δὲ παραιτήσηται καὶ μὴ παρατύχῃ εἰς τοὺς γάμους, ὑπεύθυνος ἔσται τῷ βασιλεῖ. Ἀββάνης δὲ ἀκούσας εἶπεν τῷ ἀποστόλῳ· Ἀπέλθωμεν οὖν καὶ ἡμεῖς, ἵνα μὴ προσκρούσωμεν τῷ βασιλεῖ, καὶ μάλιστα ξένοι ὄντες. Ὃ δὲ εἶπεν· Ἀπέλθωμεν. Καταλύσαντες δὲ ἐν τῷ ξενοδοχείῳ καὶ ὀλίγον ἀναπαέντες ἀπῆλθον εἰς τοὺς γάμους. καὶἰδὼν ὁ ἀπόστολος ἀνακεκλιμένους πάντας ἀνεκλίθη καὶ αὐτὸς ἐν τῷ μέσῳ· ἀπέβλεπον δὲ εἰς αὐτὸν πάντες ὡς | εἰς ξένον καὶ ἐξ ἀλλοδαπῆς ἐλθόντα γῆς· Ἀββάνης δὲ ὁ ἔμπορος ὡς ἅτε δεσπότης εἰς ἄλλον τόπον ἀνεκλίθη. Δειπνησάντων δὲ αὐτῶν καὶ πιόντων ὁ ἀπόστολος οὐδενὸς ἐγεύσατο· οἱ οὖν περὶ αὐτὸν ὄντες ἔλεγον αὐτῷ· Τί ἦλθες ἐνθάδε μήτε ἐσθίων μήτε πίνων; Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς λέγων· Διὰ μεῖζόν τι τῆς βρώσεως ἣ καὶ τοῦ πότου ἦλθον ἐνθάδε, καὶ ἵνα τὸ θέλημα τοῦ βασιλέως τελέσω. οἱ γὰρ κήρυκες τὰ τοῦ βασιλέως κηρύσσουσιν, καὶ ὃς ἂν μὴ ἀκούσῃτῶν κηρύκων ὑπόδικος ἔσται τῇ τοῦ βασιλέως κρίσει. Δειπνησάντων οὖν αὐτῶν καὶ πιόντων, καὶ στεφάνων καὶ μύρων προσενεχθέντων, λαβόντες μύρον ἕκαστος, ὃς μὲν τὴν ὄψιν αὐτοῦ κατήλειφεν, ὃς δὲ τὸ γένειον, ὃς δὲ καὶ ἄλλους τόπους τοῦ σώματος αὐτοῦ· ὁ δὲ ἀπόστολος τὴν κορυφὴν ἤλειψεν τῆς ἑαυτοῦ κεφαλῆς, καὶ ὀλίγον τι εἰς τοὺς μυκτῆρας ἐπέχρισεν ἑαυτοῦ, κατέσταξεν δὲ καὶ εἰς τὰς ἀκοὰς τὰς ἑαυτοῦ, προσῆπτε δὲ καὶ τοῖς ὀδοῦσιν | αὐτοῦ, καὶ τὰ περὶ τὴν καρδίαν αὐτοῦ συνέχρισεν ἐπιμελῶς· καὶ τὸν στέφανον δὲ τὸν προσενεχθέντα αὐτῷ ἐκ μυρσίνης καὶ ἄλλων ἀνθέων πεπλεγμένον λαβὼν ἐπέθετο τῇ ἑαυτοῦ κεφαλῇ, κλάδον δὲ καλάμου ἔλαβεν ἐντῇ χειρὶ αὐτοῦ καὶ κατεῖχεν. ἡ δὲ αὐλήτρια κατέχουσα ἐν τῇ χειρὶ αὐτῆς τοὺς αὐλοὺς περιήρχετο πάντας καὶ ηὔλει· ὅτε δὲ ἦλθεν καθ᾽ ὃν τόπον ἦν ὁ ἀπόστολος, ἔστη ἐπάνω αὐτοῦ καταυλοῦσα πρὸς τὴν κεφαλὴν αὐτοῦ ὥραν πολλήν. ἦν δὲ Ἑβραία τῷ γένει ἡ αὐλήτρια ἐκείνη.