ΔΕΞΙΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟ TEΛOYΣ KATHΓOPIAΣ ΑΠΟΡΙΩΝ IE ΚΑΙ ΛΥΣΕΩΝ < ΠΡΩΤON> 1 Spengel ἁ. Διὰ τί πολλοὶ εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπόρησαν; β. Διὰ τί κατηγορίας ἐπέγραυεν τὸ βιβλίον ; γ. τίνος ἐστὶν ἡ κατηγορία σημαντική , πότερον φωνῆς ἢ πράγματος <ἢ νοήμαιος> ; δ. Πῶς χρὴ τὰς κατηγορίας εὑρίσκειν καὶ μὴ ὑπάγεσθαι ταῖς τῶν Στω·ἰκῶν ἀπορίαις; ἑ. Διὰ τί περὶ τῶν καιηγοριῷν λέγειν ἐπαγγειλάμενος οὐκ ἀπ’ ἐκείνων ἄρχεται, ἀλλὰ τῶν ὁμωνύμων καὶ συνωνύμω ν ; ς. Διὰ τί Ἀρχύτας ἐν ἰοῖς καθόλου λόγοις περὶ ὁμωνύμων καὶ συνω- νύμων καὶ παρωνύμων οὐκ εἴρηκεν ; ζ. Διὰ τί οὐ πάντα τὰ χρήσιμα προέγραψεν, ἀλλὰ καὶ ὅτερα μετὰ τὴν τῶν κατηγοριῶν ἀπόδοσιν ἐπήνεγκεν; ἡ. Διὰ τί περὶ πρώτων τῶν ὁμωνύμων εἶπεν ; θ. Διὰ τί περὶ ὁμωνυμίας μᾶλλον οὐκ εἴρηκεν; ι. Διὰ τίπροσέθηκε τὸ μόνον λέγων ὧν ὄνομα μόνον κοινόν; ία. Πῶς πολλῶν τοῖς ὁμωνύμοις ὄντων κοινῶν ἐπὶ τοῦ ὀνόματος εἶπε μόνον τὸ κοινὸν; 1 Tit. exhibent ACMRs ante Πλατωνικοῦ additum τοῦ del. Α 2 πρῶτον add. Spengel (cf. p. 43,2. 75,2 Sp.): om. libri 3 κεφάλαια τοῦ πρώτου βιβλίου C (ut coni. Spengel): κεφάλαια AMR: om. ,s 4 ἁ.] numeros exhibent OR: om. AM τὰς Ἆῤ· κατηγορίας CR : τὰς κατηγορίας τοῦ Ἆῤ. AM fi σημαντική, πότερον AMR: σημαντικὸν τὸ περὶ C 7 ἢ νοήματος add. Spengel (cf. p. 6,31): om. libri U an ἀλλ’ ἀπὸ? (cf. p. 10,15) post συνωνύμων adde καὶ παρωνύμων (cf. v. 13 p. 16,15. 25) fTT 14 μετά CMR: προτὰ (sic) Α 15 μετήνεγκεν Α 18 ὧν snpra scr. C 20 τὸ abundare putat Spengel ιβ. Ὅτι οὔτε κατὰ τὸ ἀδιαίρετον κοινὸν οὔτε κατὰ τὸ διῃρημένον κοινὸν ὑπάρχει τὸ ὄνομα τοῖς ὁμωνύμοις· ιγ. Ἄλλη ἀπορία πρὸς τὸ Κοῖνον· ιδ. Ἄλλη ἀπορία πρὸς τὸ κοινὸν· ιε. Ὅτι περιττῶς προσέθηκε τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος της ουσίας ἕτερος. ιζ. Διὰ τί οὐκ εἶπεν ὅρος τῆς οὐσίας ἀλλὰ λόγος;’ ιζ. Ὅτι δύναται τὰ ὁμώνυμα εἶναι συνώνυμα· ιη. Πῶς τοῦ ὁμωνύμου ἐν πάσαις ταῖς κατηγορίαις θεωρουμένου ὁ λογος ὐτῶν ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιοπιζει; ιθ. Διὰ τί μετὰ τὰ ὁμώνυμα τὰ συνώνυμα ετασεν; κ. Ὅτι ἡμάρτηται τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς λεγόμενα. κα. Ὅτι κατὰ τὴν ἐνυπογραφὴν τοῦ ἐν ὑποκειμένῳ δύναται τὸ σῶμα εἷναι ὡς ἐν ὑποκειμένῳ τῷ χρόνῳ <καὶ τόπῳ> κβ. Ὅτι εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ μέρη τῆς οὐσίας· κγ. Ὅτι ὁ λόγος ὁ τῶν ἐν ὑποκειμένῳ κοινός ἐστι καὶ τῶν μὴ ὲν υποκδ. κγ. Ὅτι αί εὐωδίαι ποιότητες οὖσαι καὶ ἐν ὑποκειμένῳ χωρισταί εἰσιν· κε. Ἀπορίαι πλείονες πρὸς τὴν ἰδιότητα τῶν καθ’ ὑποκειμένου φερομεναι, καὶ τούτων δὲ λύσεις· κζ. Ὅτι οὐχ ὡς καθ’ ἑτέρου λέγεται τὸ γένος τοὺ εἴδους. κζ. Διὰ τί ὁ μὲν ἄνθρωπος κατὰ Σωκράτους, τὸ δὲ εἶδος οὐκέτι; κη. Πῶς ἐνίας καὶ πῶς πάσας καὶ ποίας ἑκατέρως λέγει κατηγορεῖσθαι τὰς τοῦ κατηγορουμένου διαφορὰς καὶ τὰς ὑποκειμένου: κθ. Ὅτι τινὰ ὄνια γένη ἕτερα ταῖς αὐταὶς διαφοραῖς χρῆται· λ. Ἀπορίαι καὶ περὶ τοῦ ἑτερογενοῦς· λα. Τί εἶδος, τί διαφορά καὶ πῇ διέστηκε ταῦτα ἀπ’ ἀλλήλων; λβ. Πόβεν ἡ εὕρεσις τοῦ εἴδους καὶ γένους καὶ διαφορᾶς; λγ. Πῶς εἶπεν ἕτεραι τῷ εἴδει καὶ αί διαφοραί; λδ. Πῶς τὸ ἄτομον καὶ ἓν ἀριθμῷ λέγεται; λε. Πῶς δύναται ὁ εἷς καὶ ἄτομος τοῦ ἑνὸς κα· ἀτόμου ἀριθμῷ διαλε φέρειν; 1 Ὅτι CMR: Ἔτι (etiam in ceteris capitibus rubricatoris culpa) A 4 Ἄλλη οἶνόν CMR: om. Α 5 post λόγος add. ἔτι. εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ μέρη (cf. cap. 22) Α 7 post λόγος add. titulum capitis 22 (suo loco repetnum) M 11 μετὰ supra scr. A 14 τῷ χρόνῳ καὶ τόπῳ scripsi: loco et tempore Felic.: τῳ (??) codd. s (cf. p. 27,11 sq. Sp.) 16 τῶν ἐν ὑποκειμένω CM2R: τῶν ἐν ὑποκειμένων τῶν μὴ ὑποκειμένων R 19 ante πρὸς add. τῶν AM: om. CR 20 δὲ λύδεις MR1: δὴ λύσεις A: διαλύσεις CR2 23 ἑκατέρως] ἑκατέρας coni. Spengel post λέγει additum τὰς (ut videtur) eras. Α 24 τὰς (ante τοῦ ὑποκειμένου eicias 25 ὄντα γένη CR: ὄντα γένει M: ὄντα γένει ὄντα Α CR: αὐτὰ AMs 28 γένους καὶ εἴδους colloc. AM διαφορᾶς CR: τῆς διαφορᾶς AMs (cf. p. 34, 21 Sp.) λζ. Ὅτι οὐκ ἐλλείπει ἡ τῶν κατηγοριῶν τομή. λη. Ὅτι ἄλλα ἀντὶ ἄλλων οὐκ εἰσάγει τὰ τῶν κατηγοριῶν γένη. λθ. Ὅτι τὸ ὂν οὐχ ὁμώνυμον ἀλλὰ συνώνυμον. μ. Ὅτι τὸ ἔστιν ἤτοι ἑκάστης κατηγορίας κατηγοροῦμεν καὶ οὕτως ἐπ’ ἄπειρον προβησόμεθα, ἢ εἰ ἐγκέκλιται ἀπὸ τοῦ ὄντος, γένος ἂν εἴη τὸ ὄν. 6 ἐγκέκλιται corr. Sahune: ἐγκέκλεισται AM: ἐγκέκλησται C: ἐγκέκληται R (cf. p. 42,22 Sp.) Δεξίππου nλατωνικοῦ φιλοσόφου τῶν εἰς τὰςἈριστοτέλουςκα- τηγορίας ἀποριῶν τεκαὶλύσεων τὸ πρῶτον. ἔστι δὲ δ̔͂ιαλογιικον τὸ σύγγραμμα καὶ τὰτοῦδιαλόγου πρόσωπααὐτὸς- ο.υτοςΔεξιπ- ποζ καὶ Σέλευκος. Ὄκνος τις ἔχει με μαΑα καλὴν καὶ γενναίαν χάριν αἰτῆσαι προθ̀υͅμούμένον πείθομαι αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, θαρσῶν διαλεχθῆναι περὶ αὐτῆς βούλομαι· Ἀλλ’ ἔγωγε καὶ πάλαι μὲν ἐθαύμαζον. ὦ καλὲ κἀγαθὲ Σέλευκε, ὅτι τηλικοῦτος ὢν εὐμαθίᾳ καὶ πραότητι διαφερόντως ἐκλάμπεις, ἐμβριθῶς τε πρὸς τὰς μαθήσεις ἀπαντᾷς ἀσφαλῶς τε καὶ ἀπταίστως ,ταύτας φυλάττεις. ὑπὸ δὲ ἀγχινοίας καὶ ὀξύτητος κινούμενος πολὺ τοὺς ἄλλους ὑπερπηδᾷς ταῖς ἐρωτήσεσι, καὶ νῦν δὲ ἕτοιμός σοι πείθεσθαι σπουδαίως, ἔχοντι περὶ τὰ μαθήματα. οὐδενὸς μὲν γὰρ τῶν ἐκ τῆς ἀγαθῆς τύχης ἐνδεως, ἔχεις, ἀλλὰ καὶ τὰ ἐκ γένους καὶ δόξης ὑπάρχει σοι, ὅσα μηδενὶ τῶν καθ ἧμας· ἐπαινῶ δέ σου τήν τε τῆς φύσεως ἐπιτηδειότητα πρὸς πάντα ἀνηγμένην τὰ καλά, καὶ ὅτι τῶν μὲν ἄλλων, τῶν ἔξωθεν ὑπερχόντων, ὑπερφρονεῖς. παιδείας δὲ ἐρᾷς καὶ τοὺ μανθάνειν ἀκορέστως ἔχεις· ὥστε ὅτι βούλει· τῶν εἰς λόγους ἡκόντων, ἐπίταττε. | Διαίτησον δὴ τοῖς εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπορημένοις καὶ τὰ ἀμφισβητούμενα διαλῦσαι πειράθητι· Μέγα μὲν τὸ ἐπίταγμα , ὦ φίλη καὶ τιμιωτάτη κεφαλή, καὶ οὔτι μοι νῦν ἐπιτελεσθῆναι ῥᾴδιον· ἥ τε γὰρ ἐπὶ Διϊφίλῃ τῇ θυγατρὶ συμφορὰ τῇ σοφῇ τε καὶ καλῇ βαρεῖά μοι καὶ χαλεπὴ φαίνεται (τί γὰρ οὐ ὸει· τἀληθῆ 1–4 tit exhib. CR: om. AM in summo marg. ἀγαθῇ τύχῃ C 1 φιλοσόφου Πλατωνικοῦ colloc. C τῶν C: om. Rs 2 ἔστι C: ἔτι R 3 οὗτος R: οὗτος ὁ C 6 Ἡσιόδῳ] op. et d. 317 9 θαρσῶν περὶ αὐτῆς διαλεχθῆναι (sed διαλεχθῆναι del.) colloc. Α 10 καὶ CR: om. AM ὅτι ACM: ὅστις. R 12 μαθήσεις A2CMR: προμαθήσεις A1 14 ἕτοιμός] κατὰ ἔλλειψιν του εἰμί in marg. add. R πείθεσθι σπουδαίως iterata del. R 16 ὑπάρχοι Α 17 ἀνεγμένην Α 24 διϊφίλη AM: δΐΐ φίλη CR: Διφύλλῃ coni. Spongel: an Διφίλῃ? 25 τε CR: om. AM λέγειν ;) καὶ τὸ σῶμά μοι νόσοις ἐκτέτηκεν. ἡδέως μήν σοι πείθομαι, πόρρωθεν δὲ ὥσπερ οἱ δειλοὶ τῶν ἀγωνιστῶν ὁμολογεῖν ἔγνωκα. ὅτι Πλωτίνῳ τῷ Πλατωνικῷ φιλοσόφῳ ἀντιλέγειν χαλεπὸν οὕτω βαθέως ἡπορηκότι. οὐ μὴν ἀλλὰ καὶ πρὸς δαίμονά περ κατὰ τὸν Ὸμηρικὸν ἥρωα σὴν χάριν ὁρμᾶν οὐκ ὀκνῶ, σὺ δέ μοι ξυλλαμβάνου τοῦ λόγου τἀς κατὰ μέρος ἐξηγήσεις μηδαμῶς ἀπαιτῶν· πολλὰς γὰρ καὶ ἀπείρους ξυγγραφὰς εἰς τὸ βιβλίον τοῦτο ἄλλοι τε πολλοὶ καὶ μάλιστα Πορφύριος εἶθ’ ὕστερον Ἰάμβλιχος καταβέβληνται καὶ τῷ πλήθει δυσλήπτους. ἵν’ οὖν μὴ ταὐτὸν ἐκείνοις πάθωμεν, μόνα τὰ ἀπορούμενα ἐρώτα· οὐ γὰρ ὥσπερ λεῖπόν τι προσθήσων διανοοῦμαι (οὐχ οὕτω τετύφωμαι), ἀλλὰ ταχείας καὶ συντόμους καὶ σαφεῖς τὰς λύσεις ἀποδοῦναι βούλομαι. δεῖ δὲ τὸν μέλλοντα τὰς ἀπορίας ταύτας ἀναγνώσεσθαι τῶν κατηγοριῶν νενοηκέναι πρῶτον τὰ ἐδάφια ἀκριβῶς τὰ κατὰ λέξιν, ἐπεὶ οὐδὲν τῶν ἐνταῦθα λεγομένων εἴσεται. α. Τί οὖν ποτε ἦν ἄρα τὸ ποιῆσαν τοὺς παλαιοὺς φιλοσόφους ποικίλας καὶ παντοδαπὰς ἐσχηκέναι πρὸς ἀλλήλους ἔριδας περὶ τούτου τοῦ Ἀριστοτελικ̀οῦ συγγράμματος, ὃ δὴ καλοῦμεν Κατηγορίας : σχεδὸν γάρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς ἑτέραν ὑπόθεσιν γεγόνασιν οὔτε μείζους 20 ἀγῶνες κεκίνηνται οὐ μόνον τοῖς Στωτκοῖς καὶ Πλατωνικοῖς σαλεύειν ἐπιχειροῦσι ταύτας τὰς Ἀριστοτέλως κατγορίας. ἀλλὰ | καὶ αὐτοῖς γε τοῖς 6 Περιπατητικ̀οῖς πρὸς ἑαυτούς, τοῖς μὲν μᾶλλον ἐφικνεῖσθαι τῆς διανοίας τἀνδρὸς ὑπειληφόσι, τοῖς δ᾿ εὐπορώτερον λύειν οἰομένοις τὰ παρ’ ἑτέρων ἀπορούμενα. Ὁτι, ὦ φιλομαθέστατε Σέλευκε. περὶ τῶν πρώτων καὶ ἁπλῶν λέξεων, ὧν αὗται σημαίνουσι, σκοπός ἐστιν ἐν τούτῳ τῷ βιβλίῳ· ἐπειδὴ τοίνυν ὁ λόγοςι πᾶσι τοῖς εἴδεσι τῆς φιλοσοφίας χρήσιμος, τούτου δὲ ἀρχαὶ αἱ ἁπλαῖ λέξεις καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, εἰκότως πολλὴ γέγονεν ἀμφισβήτησις περὶ τοὐ καλῶς ἢ μὴ καλῶς Ἀριστοτέλη διειληφέναι περὶ αὐτῶν. β. Ἀλλὰ δὴ τί βούλεται αὐτῷ ἡ ἐπιγραφὴ καὶ τὸ τὼν κατηγοριῶν ὄνομα; οὐ γὰρ ὸήπου παραστῆσαι ἐθέλει, πῶς ἐν τοῖς δικαστηρίοις ἄνθρω- 1 ἡδέως] ὅρα τὸ ἐπιεικὲς τοῦ φιλοσόφου in marg. add. R 5 —μονά περ oblitt. R 6 κατὰ τὸν Ὀμηρικὸν ἥρωα i. e. Meiielaum. cf. P 104 (περὶ Διομήδους ταῦτα φησί falso adn. in marg. R) 7 μέρος oblitt. R 8 καὶ ἀπείρους CR: oin. AM τε πολλοὶ καὶ oblitt. R 10 —πτους ἵν᾿ οὖν oblitt. R μόνα CMK: μόνον Α 11 λεῖπόν τι coni. Spengel (deficiens aliquid Felic): λείπονται codd. προσ6ήσων C: προσ6ῆσαι AM: προσθεῖ- να- colli. Spengel: an προσθήσειν ? -θήσων διανοοῦμαι oblitt. R οὐχ οὕτω τετύφωμαι] cf. Demosth. de cor. §. 11 p. 229 12 σαφεῖς καὶ συντόμους colloc AM βούλομαι oblitt. R 14 —φια ἀκρμ oblitt. R ἐπεί] εἰ δὲ μὴ vel ἐπεὶ ἄλλως coni. Spengel (non recte) 16 nuraeros capitium exhib. in marg. CR: om. AM τὸ oblitt. R 20. 21 ταύτας ἐπιχειροῦσι colloc. AM . 22 ταῖς διανοίαις (errore typogr.) Brandis (p. 40 a 4) 2̀) ὑπειληφόσι A- MR: ὑπ.ηλειφόσι C: ἀπειληφόσι Α1 25 ἁπλῶν λέξεων oblitt. R 27 πᾶσι τοῖς εἴδεσι oblitt. R 28 εἰκότως πολλὴ oblitt. R 29 ἀρι- στοτέλη AM: ἀριστοτἐλει CR 30 ἀλλὰ δὴ τί oblitt. R 31 ἐθέλει c : ἐ(θἐλει—τοῖς oblitt.) R: θέλει AM ποι μέμφονται· τῇ γὰρ κατηγορίᾳ, ᾗ ἀντίκειται ἡ ἀπολογία, τοῦτο ὄνομα τέταχεν ἡ τῶν Ἑλλήνων διάλεκτος, ὥστε εἰκότως ἄν τις αὐτὸν αἰτιάσαιτο· ὅτι ξενίζει τοῖς ὀνόμασι. Πολλαὶ μὲν οὖν, ὦ Σέλευκε, π·ρὸς ταύτην τὴν αἰτίαν ἀπαντήσεις φέρονται ὑπὲρ Ἀριστοτέλους, καὶ ταύτας ἔξεστιν ἀναλέγεσθαι ἔκ τε τῶν Ἀλεξάνδρου καὶ Πορφυρίου. ἐγὼ δὲ τἀς μὲν πλείους παρήσειν ἔοικα; τὴν δὲ φαινομένην εἶναί μοι βαθυτέραν ἐκθήσομαι· οὐ γὰρ συνεξισάζει τοῖς πράγμασι τὰ ὀνόματα οὐδὲ τὴν αὐτὴν ἔχει φύσιν καὶ τάξιν τὰ σημαίνοντα τοῖς σημαινομένοις, ἀλλὰ πάμπολυ τῶν· πραγμάτων ἐλαττοῦται ἡ τῶν ὀνομάτων σημασία. ἀνάγκη δὴ πᾶσα τοῖς φιλοσόφοις ἢ χρῆσθαι ξέναις λέξεσι καὶ τῶν συνήθων ὀνομάτων ἀπηλλοτριωμέναις, ἐπειδὴ καὶ τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων εἰσὶν ἐξηγηταί, ἢ τῇ προχείρῳ χρῆσθαι συνηθείᾳ καὶ τὰ ἐπ’ ἄλλων κείμενα ὀνόματα μεταφέρειν· ἐπεὶ γὰρ σύμβολα καὶ σὴ. μεῖα τῶν πραγμάτων τέθειται τὰ ὀνόματα.. τοῖς μὲν πᾶσι γνωρίμοις ἀνάγκη ἦν ἤδη κεῖσθαι ὀνόματα ἃ ταῦτα σημαίνει, ὅσα δ’ ἐπιστημονικὰ τῶν πραγ- μάτων, παρὰ τῶν ἐπιστημόνων ἀπῄτει τὴν θέσιν. οὕτως οὖν καὶ ὁ | Ἀριστοτέλης ὁτὲ μὲν ξενοφωνεῖ τῇ θέσει τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τῆς ἐντελεχείας αὐτὸς ὀνοματοποιήσας ταύτην, ὁτὲ δὲ ἐκ τῶν κατὰ τὴν συνήθειαν παρακειμένων τὰ σημαντικὰ καὶ παραστατικὰ τοῦ προκειμένου εἰς διδασκαλίαν πράγματος μεταφέρει, ὥσπερ δὴ καὶ νῦν ἐπὶ τοῦ τῆς κατηγορίας ὀνόματος πεποίηκε· τοῦ γὰρ κατηγορεῖν ἐπὶ τοῦ μετ’ αἰτίας ἐγκαλεῖν παρὰ τοῖς πολλοῖς κειμένου μετήνεγκεν ὁ φιλόσοφος τοῦτο ἐπὶ τοῦ κατά τινος ἁπλῶς δημαίνοντός τι διὰ τῆς λέξεως. δείκνυσι τοίνυν ἡ τῆς κατηγορίας ἐπιγραφή, ὅτι καὶ ἰὰ γένη καὶ ἰὰ εἴδη καὶ πάντα τὰ καθόλου κατηγορεῖται κατὰ τῶν ὑφ’ ἑαυτοῖς ὄντων καὶ αἱ σημαντικαὶ λέξεις αἱ κοιναὶ καταγορεύονται κατὰ πασῶν τῶν ὑποτεταγμένων μερικῶν λέξεων. γ. Ἀλλ’ ὅτι μὲν αἱ κατηγορίαι ὠνομάσθησαν ἀπὸ τοῦ καταγορεύεσθαι, ὅπερ ἐστὶ λέγεσθαι κατά τινος ὑποκειμένου, καλῶς ἅμα καὶ βραχέως ἐδί- δαξας· καὶ γὰρ εἴπερ ἄλλου τινὸς καὶ τῆς συντομίας φροντιστέον, ἵνα μὴ εἰς τὴν αὐτὴν τοῖς προειληφόσιν ἀπειρίαν ἐμπέσωμεν· ἐπεὶ δὲ ἄπορον φαίνεταί μοι, τί ποτέ ἐστι τὸ λεγόμενον, πότερον φωνὴ ἢ πρᾶγμα ἢ νόημα, τοῦτό μοι σαφῶς ἐπιδεῖξαι πειράθητι. 2 τῶν ἑλλήνων ACM: om. R αἰτηάσαιτο C 4 —λλαὶ μὲν οὖν to oblitt. R 5 ἀναλέγεσθαι AM: ἀνάγεσθαι C: oblitt. R 8 post φύσιν add. τε AM: om. CR σημαίνοντα CM, in litura R1 (coni. Spengel): σημαινόμενα As 10 σημασία ex ὀνομασία corr. Α 12 ἀγνώστων iterat del. R 13 μεταμεταφέρειν Α 13. 14 σύμ- βολα καὶ σημεῖα CR: συμβολικὰ σημεῖα AM 15 ἃ oblitt. R 16 θέ— oblitt. R 17 ὁτὲ ACM: ὅτε R 17. 18 —λεχείας oblitt. R 18 ταύτην CR: αὐτὴν AM ὁτὲ AM: ὅτε C: ὅτε R τὴν AMR: om. C 19 καὶ παραστατικὰ CM: —στατικὰ post litteras oblitt. R: καὶ στατικὰ s: om. Α 20 μεταφέρει CR: φέρει AM 22 τοῦτο ex τούτων corr. Α 22. 23 ἐπὶ τὸ—σημαῖνόν τι coni. Spengel 25 κατὰ CR: om. AM 25 σημαντικαὶ λ— oblitt. R 27 ἀλλ’ ὅτι μὲν. oblitt. R ἀπὸ CMR: ὑπό Α 30 ἀπειρίαν CMR: ἀπορίαν Α 30. 31 φαίνεταί μοι CR: μοι φαί- νεται εἶναι AM 31 τί—τὸ τό λεγόμενον] τίνα—τὰ λεγόμενα coni. Spengel Ἔδει μὲν συντόμως ἀπσκρίνασθαί με πρὸς τὴν ἐρώτησιν, ὅτι προηγουμένως σημαίνεται τὰ νοήματα, κατὰ συμβεβηκὸς δὲ καὶ τὰ πράγματα· ἐπεὶ δὲ πολλὴ περὶ τῶν λεγομένων ἐστὶν ἡ ζήτησις, πλείονα κἀγὼ περὶ τῶν λεγομένων εἰπεῖν βούλομαι· καὶ γὰρ Σωσιγένης ὁ Περιπατητικὸς παραλλήλους ἐπιχειρήσεις περὶ τῶν λεγομένων ἀντεξήτασεν, οὐ μὴν περὶ μιᾶς γε αὐτοτελῶς ἀπεφήνατο, ἀλλ’ ἰσομαχοῦντας ἀφῆκε τοὺς λόγους. βούλομαι δὴ καὶ τὰ ἐκείνου ἐπισκέψασθαι καὶ τελευταίαν ἰὴν ἐμαυτοῦ δόξαν ἐπαγα γεῖν. ἐπιχειρῶν δὴ περὶ τῶν πραγμάτων καὶ βουλόμενος ταῦτα εἶναι τὰ λεγόμεναι ἐφόδῳ τινὶ τοιαύτῃ | κέχρηται· εἰ γάρ τοὺ λέγειν καὶ τοῦ μὴ λέγειν κύριά πώς ἐστι τὰ πράγματα, καὶ μὴ ὄντων μὲν οὐδεν λέγομεν ὄντων δὲ ἀποφαινομεθα, ταῦτα ἂν εἴη τὰ λεγόμενα. πρὸς δὴ τοῦτο εἴποιμ’ ἄν ὡς οὐδὲν κωλύει αἴτια εἶναι τοῦ λέγειν τὰ πράγματα, μὴ μέντοι προσεχῶς, ὅπερ νῦν ζητοῦμεν, ταῦτα εἶναι τὰ λεγόμενα· καὶ γὰρ τοῦ πυρέττειν φέρε αἰτία ἐστὶν ἡ ἡλίωσις καὶ τοῦ ὀδυνᾶσθαι ἡ τῆς βελόνης νύξις, ἀλλ’ οὔτε ἡ βελόνη ἐστὶν ἐν τῇ ὀδύνῃ οὔτε ἡ ἡλίωσις ἐν τῷ πυρέσσειν. τῶν γὰρ αἰτίων ἃ μέν ἐστιν ἔξω χωριστά. ἃ δὲ συμπάρεστιν· ὥστε δύναται μὲν καὶ τὰ πράγματα αἴτια εἶναι τοῦ λέγειν, οὐ μὴν αὐτὰ εἶναι τὰ λεγόμενα· καὶ γάρ καὶ περὶ μὴ παρόντων πραγμάτων λέγομεν καὶ περὶ γε- γενημένων καὶ περὶ μελλόντων, ἔδει δὲ τοῦ λόγου ὄντος τοῦ περὶ αὐτῶν καὶ τὰ πράγματα εἶναι. εἰ δὲ οὐ συνυφέστηκε τῷ λόγῳ τὰ πράγματα, οὐκ ἂν εἴη ταῦτα τὰ λεγόμενα· καὶ γὰρ ἔστι λέγειν καὶ ἀνύπαρκτα οἷον ἱπποκενταύρους καὶ τραγελάφους, λέγουσι δὲ λόγουσ καὶ οἱ μαονόμενοι καὶ οἱ παράφρονες, ὥστε εἴπερ τὰ λεγόμενα ἦν τὰ πράγματα, κἀκεῖνοι ἄν κατὰ πραγματων ἔφερον τὸν λόγον καὶ οὐδὲν ἂν μὴ ὑφεστηκὸς ὠνομάζομεν. ἔτι φησίν, εἰ ἀληθὴς ὁ λόγος καὶ ψευδὴς ἐκ τῶν πραγμάτων, οὐκ ἂν δύναιτο ἄλλο μὲν εἶναι τὸ λεγόμενον, ἄλλο δὲ τὸ ποιοῦν τὸ ψεῦδος καὶ τὸ ἀληθές, ὥστε ταῦτα ἂν εἴη τά λεγόμενα, ἅπερ αἴτιά ἐστι τοῦ αὐτοτελοῦς λόγου. τούτῳ τῷ ἐπιχειρήματι χρώμενος ὁ Σωσιγένης θαυμάζω πῶς οὐ συνεῖδεν, ὡς εἰ μὲν πᾶς λόγος ἀληθὴς ἦν ἢ ψευδης, ἕδοξεν ἄν τι λέγειν κατασκευάζων ὅτι τὰ πράγματά ἐστι τὰ λεγόμενα· εἰ δέ ἐστί τις λόγος μήτε ἀληπρὸς 1 τὴν ἐρώτησιν CR: om. AM 2 καὶ CR: om. AM 3 πλείονα CR: πλείω AMs 4 λεγομένων ex βουλομένων corr. M 5 ἀντεξέτασεν Α 6 γε s (ex coniect.): τε codd.: τινος fort, rectius Brandis (p. 30b nota 1, quae Porphyrio falso adscribitur) 7 δὴ CR: δέ AMs ἐκείνου ex ἐκείνων corr. Α 10. 11 ὄντων ο CR: ὄντος AM utrobique 12 κωλύει CR: κωλύοι Α: κωλώει (sic) M πράγματα CMR: om. Α 14 ἡ ἡλίωσις] ἡ ἀλοίωσις supra scr. M 15 οὔτε (ante ἡ ἡλίωσις) oblitt. R πυρέσσειν CR: πυρέττειν AMs 16 ἔξω supra scr. Α χωριστά eicias τῶν αἰτίων τἄ μὲν χωριστά, τὰ δὲ οὐ χωριστά scholion mrg. R) 17 καὶ τὰ πρ— oblitt. R 18 —μάτων λέγομεν oblitt. R 18. 19 γενημένων R 19 τοῦ περὶ αὐτῶν scripsi: τοῦ παρ’ αὐτῶν CR (cf. p. 14,7. 32,18. 21 Sp.): περὶ αὐτῶν AMs 20 δὲ οὐ συν—oblitt. R 24 μὴ supra scr. Α. ὀνομάζομεν Α 25 δύναιτο AM: δύναται C: δύναται τὸ τὸ m.2 del.) R 28 θαυμάζω iter. Α 29 ἄν τι λέγειν corr. Usener: ἀντιλέγειν ACMRs 30 τὰ (ante πράγματα) AM: om. CR (cf. V. 17. p. 8,6. 17) θὴς μήτε ψευδής, ἔστι δὲ λέγειν καὶ κατὰ μηδενὸς ὐποκειμένον φερόμενον, πῶς ἔστι τούτῳ τῷ ἐπιχειρήματι διισχυρίζεσθαι; ἔπειτα ἄλλο μέν ἐστι τὸ περὶ πράγματος λέγειν καὶ ποιεῖν περὶ αὐτοῦ ἀληθῆ ἢ ψευδῆ λόγον, νῦν δὲ ζητοῦμεν, τίνα ἐστὶ τὰ λεγόμενα. πρὸς τούτοις ἔστω καὶ τὸ πρᾶγμα αἴτιον τοῦ ἀληθοῦς καὶ ψευδοῦς λόγου, ἀλλ’ οὐ διὰ τοῦτο ἐξ ἀνάγκης ἀκο- λουθήσει τὸ τὰ πράγματα εἶναι τὰ σημαινόμενα· δύναται γὰρ καὶ γίνεσθαι μέν τις, εἴ γέ τις συγχωρήσειεν, ἀληθὴς ἡ ψευδὴς λόγος διὰ ταῦτα, ἄλλα δέ τινα εἶναι τὰ ὑπὸ τοὐ λόγου σημαινόμενα· οὐ γὰρ ἐπεὶ δεκτικός ἐστι τοῦ ἀληθοῦς ἢ ψευδοῦς ὁ λόγος, διὰ τοῦτο ἐκ τῶν πραγμάτων ἢ ἀληθὴς ἢ ψευδὴς γεγένηται· κατὰ συμβεβηκὸς μὲν γὰρ αὐτῷ ὑπάρχει τὸ ἀληθεῖ εἶναι ἢ ψευδεῖ, κατ’ οὐσίαν δὲ τὸ σημαίνειν τόδε τι προηγουμένως. ἀλλ’ ἔστι, φησί, καὶ μετὰ τὸ λεχθῆναι τὰ πράγματα οἷον ἵππος φέρε ἢ βοῦς ἢ λίθος, εὔδηλον ὅτι ταῦτά ἐστι τὰ σημαινόμενα· οὐ γὰρ ἂν ἦν παυσα- μένου τοῦ λόγου. καίτοι τὸ ἐναντίον εἴποιμ’ ἄν, ὅτι οὕτως οὐκ ἔστι τὰ λεγόμενα τὰ πράγματα, οὐδὲ πρὸς πρῶτα αὐτὰ ὁ λόγος ἔχει σχέσιν. ὁ μὲν γὰρ λόγος ὁ περὶ αὐτῶν λέγων παρῆλθε, τὰ δὲ πράγματα μένει· εἰ δὲ ἦν τὰ σημαινόμενα τὰ πράγματα, ἔδει κἀκεῖνα μὴ εἶναι τοῦ λόγου παρ- ελθόντος. νῦν δὲ ὁ μὲν λέγων ἔστι καὶ ἀκούων, ἐὰν οὕτω τύχῃ, τὰ δὲ πράγματα, περὶ ὧν ὁ λόγος, οὐκ ἔστι. καίτοι εἰ τὸ ποιοῦν ἀναγκαῖον εἶναι τότε, ὅτε καὶ τὸ πάσχον πάσχει, ἀνάγκη καὶ τὸ λεγόμενον εἶναι τότε, ὅτε καὶ τὸ ἀκοῦον ἀκούει· εἰ δὲ ἔστι μὲν ὁ λέγων καὶ ὁ ἀκούων, τὰ δὲ πράγματα οὐκ ἔστιν, ὅταν περὶ τῶν γεγενημένων ὁ λόγος ᾖ, πῶς οἷόν τε τὰ πράγματα εἶναι τὰ σημαινόμενα; περὶ μὲν δὴ τῶν πραγμάτων οὕτω διει- λήφαμεν· ἄν δὲ λέγῃ τις ὅτι ἡ λέξις ἐστὶν ἡ λεγομένη καὶ γὰρ καὶ πλείους δύνανται ταύτης ἀκούειν καὶ δύναται καὶ ὄντων καὶ μὴ ὄντων πραγ- μάτων εἶναι καὶ λέγεσθαι), ἐροῦμεν ὅτι ἄλλο μέν ἐστι τὸ διὰ ταύτης σημαίνεσθαί τι, ἄλλο δὲ τὸ αὐτὴν ταύτην ὑπό τινος σημαίνεσθαι· εἰ μὲν γὰρ τὸ τῇ | φωνῇ προφέρειν τοῦτο ὑπειλήφαμεν εἶναι τὸ λέγειν, αἱ λέξεις λέγονται, ἐπεὶ διὰ φωνῆς προφέρονται· εἰ δὲ τὸ ὀνομάζειν τὸ ὄνομα οὐκ ἔστι λέγειν, ἀλλὰ διὰ τοῦ ὀνόματος ἄλλο τι, οὐδ’ ἂν τὸν λόγον εἴη λέγειν, ἀλλὰ ἄλλο τι διὰ τοῦ λόγου, ὥστε νῦν ζητοῦμεν τί ἐστὶ τὸ σημαινόμενον διὰ 1 ἔστι δὲ oblitt. R 2 ἔπειτα] ἔπ—oblitt. R 3 post ποιεῖν add. τι AM: om. CR ἢ] ἢ εἴτε C: εἴτε R: ἡ καὶ AM λόγον] ἄλλο δὲ ἐστιν αὐτὸ τὸ πρᾶγμα λέγειν· οὐ γὰρ ποιεῖ τοῦτο ἀληθῆ ἢ ψευδῆ λόγον in mrg. add. R 3. 4 νῦν δὲ oblitt. R 4 ἔστω AMR: έσται C 5 ἀλλ’ οὐ oblitt. R 6 δύναται γὰρ oblitt. R γίνεσθαι ex δύνασθαι corr. C 8 τὰ AM: om. CR 9. 10 ψευδὴς ἢ ἀληθὴς colloc. AM 10 τὸ] τῶ Α 11 ἢ ψευδεῖ εἶναι colloc. AM 12 φέρε CR: om. AM 13 an εὔδηλον #x003E;? ἄν CR: om. AM 13. 14 παυσαμένου AM: παυσάμενος CR 18 corrigas #x003E; ἀκούων (cf. V. 21 p. 10,14) 21 ἀκούει CMR: ἀκούειν Α ὁ (ante ἀκούων) CR: om. AM 23 τῶν CR: om. AMs 23. 24 διειλήφομεν M 24 ἐστὶν AMR: ἢν C 25. 26 ante πραγμάτων addendum τῶν coni. Spengel (fort, recte) 26 εἶναι καὶ CR: εἶναί τε καὶ AM ταύτης CMR: ταὐτὴ Α 27 τὸ (ante αὐτὴν) CR: οm. AM 28 προφέρειν M: προσφέρειν ACR (cf. v. 29 p. 9.1. 14) 29 προφέρονται AM: προσφέρονται CR τὸ ὀνομάζειν iterat. del. R2 30 ἂν—ἀλλὰ om. in mrg. suppl. Μ2 τοῦ λόγου, σὺ τί διὰ τῆς φωνῆς προφερόμεθα. ἀλλ᾿ ὥσπερ, φησί, τὸ βα δίζειν τοῦ βαδίζοντός ἐστιν ἐνέργεια καὶ τὸ γράφειν τοῦ γράφοντος, οὕτω καὶ τὸ λέγειν τοῦ λέγοντος, ὁ δὲ λέγων λόγους καὶ μόρια τοῦ λόγου διέρ- χεται, καὶ ταῦτα ἂν εἴη τὰ λεγόμενα. ἀ,λλὰ φήσαιμ’ ἂν ὡς ἄλλο ἐστὶν ἐνέργεια, ἄλλο τὸ ὑπὸ τῆς ἐνεργείας ἀποτελούμενον· οὐ γὰρ τὸ οἰκοδόμημα ταὐτόν ἐστι τῇ ἐνεργείᾳ τοῦ οἰκοδόμου οὐδὲ τὸ ζωγράφημα ταὐτὸν τῇ ἐνεργείᾳ τοὺ ζωγράφου, ἀλλ’ ἕτερα τὰ ἀποτελέσματα· ὥστε καὶ τὸ λέγειν ἐνέργημα ὂν τοῦ λέγοντος ἄλλο ἔχει τὸ ὑπὸ τοῦ ἐνεργήματος σημαινόμενον. πάλιν φησὶν ὅτι τὸ λέγειν ἀπὸ τῆς λέξεως καὶ τοῦ λόγου παρωνύμως εἴρηται, ὥστε καὶ οὕτω συμβαίνοι ἂν τὰς λέξεις εἶναι τὰ λεγόμενα. καὶ ἀπ’ αὐτοῦ δὲ τούτου ἐλέγχοιτ’ ἂν τὸ νῦν ζητούμενον· εἰ γὰρ παρωνύμως ἀπὸ τοῦ λόγου τὸ λέγειν εἴρηται, οὐκ ἂν τοὺς λόγους λέγοιμεν, εἴπερ μήτε τὴν βάδισιν βαδίζομεν μήτε τὴν ὑγίειαν ὑγιαίνομεν μήτε τὰς πράξεις ἢ τὰς ποιήσεις πράττομεν ἢ ποιοῦμεν. πάλιν οἱ τὰ ἀμφίβολα προφερόμενοι καὶ 20 τὰ ὁμώνυμα ἕνα μὲν λόγον λέγουσι, πλείονα δὲ σημαίνουσιν, ὥστ’ οὐκ ἄν εἶεν αἱ λέξεις αἱ σημαινόμεναι. ἔτι ὅταν ἀσαφῶς τις εἴπῃ, τῶν μὲν ὀνο- μάτων ἀκούομεν, ἃ δὲ λέγει, φαμὲν μὴ συνιέναι, ὥστε οὐκ· ἂν εἴη τὰ ὀνόματα τὰ λεγόμενα καὶ σημαινόμενα ἀλλὰ ἄλλο τι. τί δ’ ἄν εἴποιμεν περὶ τῶν ἀσήμων φωνῶν, ὁπότε ἡ μὲν λέξις λέγεται, οὐδὲν δὲ σημαίνει; πάλιν ἐπὶ τῶν πολυωνύμων πλείω μὲν τὰ ἀνόματα, ἓν δὲ τὸ πρᾶγμα, ὥστε εἰ μὴ τὸ αὐτό ἐστι ταῖς λέξεσι τὸ πρᾶγμα, ἄλλο τι ἄν εἴη παρ’ αὐτὰ τὰ λεγόμενα. ταῦτα μὲν δὴ οὕτως ἑκατέρωθεν γεγύμνασται· μόνα δὲ σημαινόμενα οἱ ἀρχαῖοι λέγουσι τὰ νοήματα, ἐπειδὴ περὶ τῶν πραγμάτων ἐστὶ ταῦτα καὶ ἀπὸ τῶν πραγμάτων. προηγουμένως μὲν τὰ νοήματα, κατὰ δεύτερον δὲ λόγον καὶ τὰ πράγματα σημαίνεται· οὐ γάρ ἐστι τὸ ἀληθὲς ἢ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν διανοίᾳ καὶ ἐν ταῖς διεξόδοις τοῦ νοῦ. λέγει γοῦν αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς οὕτως· ‘ἡ μὲν τῶν ἀδιαιρέτων νόησις οὔτε ἀληθὴς οὔτε ψευδής, ἐν οἷς δὲ ἤδη τὸ ψεῦδος 1 προφερόμεθα AM: προσφερόμεθα CR 3 λόγου iterat. del. R2 5 post ἐνέργεια add. καὶ AM: om. CR ἀποτελούμενον] ἀποκαλούμενον ex ἀπὸ τοῦ τελουμένου corr. Α 7 τοῦ ζωγράφου· AM: τῶ.ν ζωγράφων C: τῶν ζωγράφων ex τῶ ζωγράφω corr. R1 καὶ CR: om. AM 8 ἐνέργημα ὃν τοῦ λέγοντος post σημαινόμενον colloc. AM ἄλλο. CR: ἕτερον AM 9 φησὶν ὅτι partim oblitt. refecit R2 10 καὶ οὕτω CR: om. AM συμβαίνοι C: συμβαίνει AMR 17 ἃ CR: ὃ AM 10 δὲ CMR: om. Α 22 γεγυμνάσθω coni. Spengel 22. 23 μόνα δὲ σημαινόμενα] ὁ δὲ Βοηθὸς μόνα λεγόμενα καὶ σημαινόμενα τὰς νοήσεις εἶναί φησι παρὰ τοῖς ἀρχαίοις Simpl. f. 10r3, unde Spengel coniecit 〈λεγόμενα καὶ〉 σημαινόμενα (haud recte, cf. p. 8,13. 17. 23 p. 10, 13. 18) 23 νοήματα ex ὀνόματα corr. M 26 ἐν διανοίαις καὶ ταῖς τοῦ νοῦ διεξόδοις Simpl. 27 λέγει γοῦν CR: λέγει οὖν A: λεγοῦν M τρίτω τῶν AM: τρίτω C: τρίτων (sed ultima littera m.2 del.) R Περὶ ψυχῆς] III, 6. 430a 26 27. 28 ἡ μὲν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περὶ ἁ οὐκ ἔστι τὸ ψεῦδος· ἐν οἷς δὲ . . . Arist, 28 ἤδη τὸ ψεῦδος] καὶ τὸ ψεῦδος καὶ τὸ ψεῦδος ἤδη deteriores codd. et Themist.) Arist. 28 p. 10, 1 τὸ ψεῦδος καὶ τὸ ἀληθές] τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τοῖς νοήμασιν ὁρᾶται in mrg. add. R καὶ τὸ ἀληθεί, σύνθεσίς τις ἤδη τῶν νοημάτων᾿. τὰ νοήματα ἄρα ἐστὶ τὰ πρώτως σημαινόμενα καὶ λεγόμενα· περὶ γὰρ τῶν γεγονότων καὶ τῶν μὴ ὄντων νοήσεις ἡμῖν γίνονται, ἃς ἑρμηνεύοντες λέγομεν. καὶ ψευδὴς καὶ ἀληθὴς λόγος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐκ τῶν νοημάτων τὸ ἀληθὲς ἢ ψεῦδος ὁ λόγος δέξαιτο· πρῶτος γὰρ λόγος ὁ ἐν τῇ διανοίᾳ, ἀφ’ οὗπερ εἰκὸς καὶ τὸ λέγειν αὐτὸ καὶ τὸν ἐν τῇ φωνῇ λόγον προσαγορεύεσθαι. πάλιν αἱ ἀμφιβολίαι καὶ ὁμωνυμίαι καὶ πᾶσαι ὅσαι περὶ τὴν λέξιν ἀπάται γίνονται τῷ νοήματα πλείω γίνεσθαι συμβαίνουσιν, ἐπειδὴ ἐπ’ ἄλλο καὶ ἄλλο ἡ διάνοια πίπτει· εἰ οὖν ἓν μὲν τὸ ὄνομα, νοήσεις δὲ τούτου πλείους, καὶ τὰ λεγόμενα πλείω. ἔστι. δὲ τὸ αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου ἀποδεῖξαι· κἄν γὰρ μέθυ καὶ οἶνον εἴπω, κατ’ ἄμφω μία ἐπίνοια, καίτοι ἕτερα τὰ ὀνόματα καὶ οὐ τὰ αὐτά. αἵ γε μὴν ἄσημοι φωναὶ ἄντικρυς διαρρήδην δει- κνύουσιν, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα· λέγομεν γὰρ τὸν τοιοῦτον μηδὲν λέγειν, ἐπειδὴ οὐδὲν νοεῖν ἐνδέχεται οὔτε τὸν λέγοντα οὔτε τὸν ἀκούοντα κατὰ τὰς τοιαύτας φωνάς. τούς γε μὴν τερετίζοντασ οὐδέν φαμεν λέγειν τῷ μηδὲν εἶναι νοεῖν. ὅλως δὲ τὰ ἄλλα ζῷα οὐδεὶς ἂν εἴποι λέγειν δηλονότι τῷ διανοίας μὴ κοινωνεῖν· ὥστε ἡμῖν γε ἐκ πάντων τούτων εὔδηλον | εἶναι, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα πρώτως, δευτέρως δὲ 12 τὰ πράγματα. ἔστι γὰρ ἡ κατηγορία ἡ σημαίνουσα λέξις τὸ Σωκράτους φέρε νόημα, οὐκ ἄλλως μέντοι τῆς Σωκράτους φαντασίας ἢ ὡς Σωκράτους τοῦ μὲν νοήματος κινήματος ὄντος ἀμεροῦς καὶ ἁπλοῦ τῆς † ψυχικῆς καὶ ἐνεργείας οὐκ ἐν πάθει θεωρουμένης, τῆς δὲ φαντασίας ἐν πάθει φανείσης, διεξόδου τινὸς οὔσης καὶ διανύσεως αὐτοῦ. οὐ λέγω δ’ ὅτι ἡ διανόησίς ἐστι φαντασία περὶ γὰρ τῶν ἀσωμάτων νοήσεις μέν εἰσιν, οὐκ εἰσὶ δὲ φαντασίαι), ἀλλ’ ὅτι ὑποτρέχει ἡ φαντασία τὴν νόησιν. οὐκ αὐτὰ οὖν τὰ ὄντα αἱ κατηγορίαι, ἀλλ’ αἱ σημαίνουσαι λέξεις τὰ νοήματα καὶ τὰ πράγματα. ὅταν γὰρ λέγωσι, τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου κατη- γορεῖται, λέγουσιν ὅτι ἡ σημαντικὴ λέξις τοῦ ζῴου, ἥτις ἐστὶ τὸ ζῷον ὄνομα, κατὰ τοῦ σημαινομένου νοήματος ὑπὸ τῆς ἄνθρωπος λέξεως καὶ τοὺ ὑποκειμένου τούτῳ πράγματος κατηγορεῖται· τὸ γὰρ κατηγορεῖσθαι τῶν σημαντικῶν φωνῶν ἦν ἴδιον, αἳ σημαίνουσι τὰ νοήματα καὶ τὰ πράγματα. 1 τὸ AM Arist.: om. CR τις CR Arist.: om. AM τῶν om. Arist. 2 γεγοτων ex λεγονότων corr. C 5 ὁ λόγος R: om. ACM (fort, recte) 6 προσηγορεῦσθαι Α: προσηγορεύεσθαι M 9 ἓν CMR: om. Α 11 μέθυ M: temetum Felic: μέθην ACRs 15 τεριτίζοντας C: τερεττίζοντας M 16 τῷ] τὸ C νοεῖν] ἐννοεῖν coni. Usener (sed cf. V. 14 p. 41,17 Sq.) 17 ἡμῖν ex εἰμέν corr. Α 18 δευτέρως CR: δεύτερα AM 19 post σημαίνουσα additum πρώτως del. R1 ante Σωκράτους add. τοῦ AMs: om. νοημα CR 20 νόημα] ὄνομα M μέντοι ex μέντοις corr. R1 21 τῆς ψυχικῆς καὶ ἐνεργείας CR: τῆς ψυχῆς καὶ ἐνεργείας AM: τῆς ψυχικῆς ἐνεργείας s (ex Sahunii coniect.): fort, corrigas τῆς ψυχικῆς ἐνεργείας καὶ οὐκ ἐν πάθει θεωρουμένου 23 αὐτοῦ CR: αὐ- τῶν AM ’) οὐκ αὐτὰ AM: οὐ κατὰ CR 25. 26 οὐ κατὰ οὖν om.) τὰ ὄντα— πράγματα in mrg. repet. R 30 τοῦ ὑποκειμένῳ Α δ. Ἀλλὰ δὴ πῶς μέλλομεν διαγινώσκειν τὰς προτιθεμένας λέξεις πότερον ὑπὸ τὰς κατηγορίας πίπτουσιν ἤ οὔι δὸς οὖν τι κριτήριον. ῖνα τὰ μὴ ὑποπίπτοντα τῇ τῶν κατηγοριῶν διαιρέσει διακρίνωμεν. Φημὶ δὴ ὅτι τὸ σημαντικὸν πᾶν γένος προῦπάρχειν δεῖ ὡς· ὑποί̣εί- μένον καὶ ἐν ἀρχαῖς τάξαι ἐν τῇ τοιαύτῃ διαιρέσει· οὐ γάρ οἷόν τέ ἐστιν οὐδέποτε ἄνευ τοὺ τοιούτου τρόπου τῆς φωνῆς κατηγορεῖσθαί τι ὡς ἕτερον καθ’ ἑιέρου. οὐκοῦν εἴ τι ἄσημόν ἐστι μόριον καθ’ αὑτὸ οἷον τὸ βλίτυρι ἢ κατὰ ἀναφορὰν ἐφ’ ἕτερον σημαντικόν ὡς αἰ οὕτως καλούμεναι ἐπαναφοραί. αἵτινες κατὰ τὴν ἐπὶ τὰ ἀόριστα μόρια ἀναφορὰν δηλοῦσί τι ὡς ἡ ἐκεῖνος φωνὴ ἐπὶ τὸ τὶς ἀνογομένη, ἢ εἴ τι συσσημαντικὸν εἴη μεθ’ ἑτέρου ὡς τὰ ἄρθρα καὶ οἱ σύνδεσμοι, οὐδαμῶς τὰ τοιαῦτα ἐν ταῖς κατη γορίαις θείη ἄν τις δικαίως. | πάλιν τοίνυν μεῖά τῆς πρὸς τὸ πρᾶγμα σχέσεως καὶ τῆς κατὰ τὰ πράγματα διαφορᾶς βούλειαι ῆ κατηγορία κυρίως εἰδοποιεῖσθαι, ἐπειδὴ προηγουμένως ἡ σημαντικὴ λέξις τῆς πρώτης ἔχεται χρείας τοῦ λόγου, καθ’ ἣν τὰ πράγματα δηλοῦν ἀλλήλοις ἐφιέμεθα, οἷον ἡ μὲν ἄνθρωπος λέξις πρὸς οὐσίαν ἔχει τὴν σχέσιν, ἡ δὲ λευκότης πρὸς ποιότητα, καὶ αἱ ἄλλαι ὁμοίως. ἐὰν οὖν λέξις οὕτως σχηματισθῇ, ὡς μὴ τῆς πρώτης εἶναι σημασίας τοῦ λόγου, ἀλλὰ τοῖς οἰκείοις μέρεσι τὸν ἐπιβάλλοντα χαρακτῆρα ἀφορίζειν, ὡς διόθεν, οἴκοθεν, κάλλιστα, ὀρθότατα, σοφώτατα, ποιητικώτατα, ἢ κατὰ τὴν τῶν νοημάτων πρὸς ἄλληλα ἐπιπλοκήν, ὥσπερ ἐπὶ τῆς ἀκολουθίας τοῦ ὑποθετικοῦ οἷον τοῦ (εἰ ἡμέρα ἐστί’, καὶ τῆς μάχης τοὺ διαιρετικοῦ οἶον ‘ ἤτοι ἡμέρα ἐστίν’, οὐκ ἂν γένοιτο λέξις οὐδ’ ἡτισοῦν τούτων προσήκουσα ταῖς κd́-γͅγ‘ιρίαιb-· ἅπασαι γὰρ αἱ τοιαίδε χρεῖαι τοῦ λό ἴου παντάπασιν ἀ)̔̔-̓́σταν-αι τῆς τῶν κατηγοριῶν προrlγουμά-νrι.́ ποὸς τὰ πράγματα συντάξεως. πάλιν εἴ τις ἄρρητος εἴη κίνησις τῆς δια- νοίας ὡς ἐπὶ τῶν στεναγμῶν καὶ βρυχημάτων, ἢ εἴ τις ἄναρθρος ψόφος ὡς ἐπὶ τῶν ποππυσμάτων , ἢ εἴ τις ἀ-̔́ι άν-αστο--̀ φωνὴ ὡς ἐπὶ τῶν τερε- τισμάτων, ἢ εἴ τι ὄνομα μηδὲν πρᾶγμα δηλώσειεν, οὐδαμῶς οὐδὲν τούτων ἐστὶ κατηγορία· οὐδαμῇ γὰρ διασώζουσι ἰὴν ἰδιότητα τῆς κὰτ ι ἴ̀‘)ρικγι οὐ- σίαc. ἔτι τοίνυν αἱ ἀνωτάτω τῶν γενῶν διαστάσεις ἢ εἰ οὕτω τις βού- λοιιο λέγειν τῶν γενικωτάτων λέξεων οὐὸὲν ἔχουσι κοινὸν πρὸς ἀλλήλας· οὔκουν οὐδὲν ἕξουσιν οὐσιῶδες ἐφ’ ἑαυτῷ ὂν ἢ λεγόμενον κατηγόρημα ἕτερόν ἀνωτέρω. κατὰ δὴ τοῦτον τὸν διορισμὸν δεῖ τοὺς ὀρθῶς θηρεύον- θηρεύοντας τὰς κατηγορίας μήτε τὸ ὂν ὡς κοινὸν καθ’ ὅλων ἀποδεικνύναι (εἰ δὲ 2 πίπτουσιν AM: πιστοῦσιν CR 5 τάξαι 010. C γὰρ CR: om. AM 7 οὐκοῦν κ τ. λ.] αἱ ἄσημοι φωναὶ καὶ αἱ ἐπαναφοραὶ καὶ αἱ σ)̀σσrιμαίνο)σαι λέξεις οὐκ ἀνάγονται ὑπὸ κατηγορίας in mrg. add. R βλίτυρι AM: βλίτιρι C: βλίτρι Iv.s 10 συσσηματι- κὸν Α 11. 12 ἐν τῖς κατηγορίαις post τις colloc. C IC ἡ . . . λέξεις C 17 λέξις ex λέξεις coiT. C, an λέξις·〈τις〉? σχηματιστῆ CR ID κάλλιστα ΑMa: om. C ὀρθώτατα AM 20 σοφώτατα CR: om. AM 22 μάχης] ἀλλαγῆς coni. Usener ἤτοι R, ex εἴτοι corr. G: εἴ τι AM 27 ποππυσμάτων R: ποπυ- σμῶν C : ποππυσμῶν M : ποπτυσμῶν ex ποmσμάτων corr. Α 28 εἴ τις ὄνομα C οὐδαμῶς CR: οὐδαμοῦ AM 32 οὐκοῦν AC 33 ὀρθῶς CMR: ὀρθοὺς (sic) Α 34 τὸ AM: om. CR μή, οὕτω οὐκέτι ἔσονται δέκα, ἀλλ’ εἰς ἓν γένος συναχθήσονται), μήτε τὴν κίνησιν κατὰ τοῦ ποιεῖν καὶ πάσχειν ὡς κοινὸν κατηγορεῖν· οὐ γὰρ ἔτ’ ἔστι δύο γένη ταῦτα, ἀλλ’ ἓν τὸ συναμφότερον ἡ κίνησις. καὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ἐάν τέ τις ἐν τοῖς τῶν ὄντων γένεσιν αὐτὸ ἐπισκοπῇ, ἄν τ’ ἐπὶ τῶν γενικωτάτων σημαν|τικῶν λέξεων, ἐάν τε καὶ συναμφοτέρως, πανταχῇ οὑτωσὶ τὸν χαρακτῆρα ἀφορίζει τῶν κατηγοριῶν· οὔτε οὗν τὰ σύνθετα οἷον Δίων περιπατεῖ οὔτε τὰ ὑποσύνθετα οἷον † ξυστρόπων οὔτε τὰ κατὰ συγκοπὴν ἢ ἀποκοπὴν λεγόμενα οὔτε τὰ πεποιημένα ὀνόματα οὕτε τὰ παρεσχηματισμένα οὔτε τὰ ἐπίθετα οὔθ’ ὅσα ποιητικῆς ἢ ῥητορικῆς ἴδια θεωρεῖν, οὐδαμοῦ προσήκει τι ταῖς κατηγορίαις· ἄλλης γὰρ θεωρίας τῆς περὶ τὴν λέξιν καὶ δευτέρας τὰ τοιαῦτα γινώσκειν. ἡ δὲ κατηγορία τὴν προηγουμένην σημασίαν βούλεται θηρεύειν τῶν λέξεων καὶ τὰς προη- γουμένας οὐσιώδεις κοινότητας τῶν ὄντων, αἵτινες ἐν τοῖς ἀνωτάτω γένεσι θεωροῦνται, ἀλλ’ οὐχὶ τὰς κατὰ συμβεβηκὸς ἄλλως θεωρουμένας δευτέρας κοινὰς ἐπινοίας. οἱ μὲν σχηματισμοὶ καὶ αἱ ἐπίνοιαι ἐπ’ ἄπειρον δυνάμεναι προϊέναι ἄχρηστοί εἰσι πρὸς ἐπιστήμην, αἱ δὲ γενικαὶ σημαντικαὶ λέξεις ἢ αἱ τῶν πρώτων γενῶν περιλήψεις ἐν ἀπείρῳ τὸ πεπερασμένον παραδιδοῦσαι ἐμποιοῦσιν εἴδησιν ἀκριβῆ τοῦ τε λόγου ἐν ταὐτῷ καὶ τῶν ὄντων. διόπερ ταύταις χρηστέον ταῖς ἀφορμαῖς ὡς εἰκότως μάλιστα σπουδαζομέναις ὑπὸ τῶν τοῦ λόγου τε καὶ τῆς οὐσίας φιλοθεαμόνων. οὔτε ἄρα τὸ τροπικὸν ἢ μεταφορικὸν ὄνομα ὡς τὸ ‘ἀνεχαίτισεν’ ἢ ‘πόδα νείατον Ἴδης’, ἀλλ’ οὐδὲ οἱ τρόποι οἷον τὸ ἐξ ἀνάγκης καὶ ἐνδέχεδθαι καὶ ὑπάρχειν, οὔτε οἱ προσ- διορισμοὶ ὥσπερ τὸ πᾶς ἢ οὐδεὶς ἢ τὸ τὶς ἢ οὐχί τις ὑπὸ τὰς κατηγορίας ταχθήσεται· οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων ἀφωρισμένην ἰδίαν πραγμάτων ἔχει φύσιν· διόπερ ἄν τις αὐτὰ εὐλόγως ἀποδοκιμάσειεν ὡς οὐκ ἐφ·αρμό- ζοντα τῷ τῶν νῦν προειρημένων σκοπῷ τῶν κατηγοριῶν. οἶμαι τοίνυν καὶ τὸ πρὸς ἀλήθειαν βλέπον τοῦ λόγου καὶ ἐν ᾧ κυρίως τὸ ἀληθεύειν ἢ ψεύδεσθαι περιέχεται, τοῦτο προηγουμένως συναρμόζειν ταῖς κατηγορίαις. ὅσα δὴ οὖν δύναται μόρια τῆς σημαντικῆς φωνῆς εἰς κατηγορικὴν ἁπλῆν πρότασιν ληφθέντα τοὺς ὅρους, ἐξ ὧν συνέστηκε, κυρίως ἀποτελεῖν, ταῦτ’ ἄν εἴη τῶν κατηγοριῶν ἐχόμενα. ποιησώμεθα δὲ ὑπὲρ σαφηνείας κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τὸν λόγον· πολλῆς γὰρ 3 ἓν ACM: ἐνὶ R 4 τε supra scr. M 5 καὶ CMR: om. Α συναμφοτέρως CR: συναμφοτέρων AM 6 ἀφορίζει AM: ἀφορίζῃ CR 7 ξυστρόπων] multifidus Felic., conicias ξυστροποιεῖ (cf. Simpl. f. 17v43 οὐδὲ τὰ ὑποσύνθετα λεγόμενα . . . ὡς τὸ λιθοβολεῖ, ψευδοδοξεῖ, βουκολεῖ) 10 τι AMR: om. C 11 περὶ AM: παρὰ CR (cf. p. 9,17) 15 post κοινὰς II litterae erasae Α ἐπίνοιαι CR: om. AM 17 παραδιδοῦσιν AM 19 post χρηστέον add. μάλιστα AM: om. CR: inclus. s σπουδαζομέναις CR: σπουδαμέναις A: σπουδασμέναις M 21 ὄνομα supra scr. C ἀνεχαίτισεν] Demosth. ΙΙ, 9 p. 20,27 πόδα νείατον Ἴδης] Hom. Β 824 22 καὶ ἐν— supra scr. M καὶ (ante ὑπάρχειν) CR: om. AMs 23 ἢ οὐδεὶς CR: ἢ τὸ οὐδεὶς M: καὶ τὸ οὐδεὶς Α 24 ἀφορισμένην R et ante correct. C 26 τῷ τῶν νῦν προειρημένων] τῷ τῶν νῦν προκειμένων coni. Usener, quod reponas, nisi malis τῷ τῶν νῦν] προειρημένῳ σκοπῷ τῶν κ. 29 δὴ CR: om. AM οὔσης περὶ τούτων ζητήσεως κάλλιον· ἐνδιατρῖψαι τῷ προκειμένῳ· ἐρώτα τοίνυν εἰ βούλει. Τὸ ὃν ποίας ἐστὶ κατηγορίας; Οὐδεμιᾶς. Διὰ τί; Ὁτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τί δαί, τὸ ἓν ποίας ἐστὶ κατηγορίας; Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί; Ὅτι καὶ τοῦτο δεκαχῶς λέγεται, ὁσαχῶς τὸ ὄν. Τῷ δὲ ἑνὶ τὸ ἐναντίον πλῆθος, τίνος οὖν κατηγορίας τὸ πλῆθος; Οὐδεμιᾶς. Διὰ τί; Ὅτι καὶ τὸ πλῆθος δεκαχῶς, οὐσία οἷον ἄνθρωποι, ποσὸν οἷον τριπήχεις, ποιὸν οἷον λευκοί, πρός τι οἷον πατέρες, καὶ ἐπὶ τῶν λοιπῶν. πάλιν τὸ μὴ ὃν ποίας κατηγορίας ἐστί; Διττῶς λέγεται τὸ μὴ ὄν, τὸ μὲν πάσης τῆς φύσεως ἄρσις, ὅπερ ἐστὶ πάντῃ μὴ ὄν, οὔτε οὐσία οὕτε ποιὸν οὐδέ τι τῶν λοιπῶν, ἢ τὶ δὲ μὴ ὄν, οἷον μὴ ποιόν, μὴ οὐσία, ἀλλ’ ἄλλο τι οἷον πρός τι. Ποίας οὖν ἑκάτερον μὴ ὂν κατηγορίας ἐστί; Τὸ μὲν πάντῃ μὴ ὂν οὐδεμιᾶς· ἀνύπαρκτον γάρ ἐστι· τὸ δὲ τὶ μὴ ὂν δεκαχῶς καὶ αὐτὸ λέγεται, τὸ μὲν ὡς μὴ οὐσία, τὸ δὲ ὡς μὴ ποιόν, καὶ ἐπὶ τῶν λοιπῶν. Τὸ δὲ ἔστι ποίας ἐστὶ κατηγορίας; Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί; Ὄτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τὸ δὲ ταὐτὸν καὶ τὸ ἕτερον τίνος κατηγορίας ἐστί; Καὶ τούτων ἑκάτερον δεκαχῶς λέγεται· ταὐτὸν γὰρ ἢ οὐσία πρὸς οὐσίαν ἢ ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὸν καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν 5 δὲ ἐναλλὰξ λαμβάνηται, πλείω ἔσται, οὐσία πρὸς ποσὸν καὶ οὐσία πρὸς πρὸς τι καὶ ἐπὶ τῶν λοιπῶν, ἄλλα δέκα ταῦτα γίνεται σημαίνομενα, καὶ ἐὰν ἄπο τοῦ ποιοῦ, ἐννέα ἄλλα, ποιὸν πρὸς ποσὸν καὶ ποιὸν πρὸς πρός τι, καὶ ἄπο τοῦ ποσοῦ ὀκτώ, καὶ ἀπὸ τοῦ πρός τι ἑπτὰ καὶ ἤδη ἐπὶ τῶν λοιπῶν κατὰ τὸ ἀνάλογον. ὁμοίως δὲ καὶ τὸ ἕτερον δεκαχῶς, ἢ οὐσία πρὸς οὐσίαν ἢ 7 δαί R: δὲ ACM 16 post πάλιν add. δὴ Ss: om. ACMR 17 διττῶς CR: διττὸν AM ἄρσις] ἄρνησις s (ex coniect.) 18 οὐδέ τι CR: οὔτε ἄλλο τι AMs 19 τὶ δὲ R: τόδε C: τόδε τι AMs: an τί γε? (cf. v. 21) 22 ante αὐτὸ add. τὸ R: supra scr. C: om. AM 23 λοιπῶν CMR: ἄλλων Α 24 δὲ AM: om. CR 27 ὅτι CR: διότι AM 29 ἢ CR: ἡ AM 30 ἡ (ante ποιὸν) CR: καὶ AM καὶ ἐπὶ— πρὸς ποσὸν (31) om. Α 31 ἔσται CR: ἐστὶν M 22 ἄλλα AC: ἀλλὰ MRs ταῦτα supra scr. C 34 ποσοῦ scripsi: ποιοῦ libri post ἤδη add. καὶ del. C 35 ἢ (ante οὐσία) ACR: ἡ Ms ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὶν καὶ ἐπὶ τῶν λοιπῶν. τὰ δὲ ἐναλλὰξ κατὰ τὴν αὐτὴν ἀναλογίαν πλείω. Ἑκάστη δὲ τῶν κατηγοριῶν τὶ ἐστί; Ναί Πῶς οὖν ἑκάστη τί; Δεκαχῶς, τὸ μὲν ὡς οὐσία τί, τὸ δὲ ὡς ποιὸν τί, ἡ δὲ ὡς ποσόν, Ὁ δὲ ὅρος τὸ τί ἐστι δηλοῖ; Καὶ μάλα. Ποῖον δή τι; Δῆλοῖ ὁ ὅρος τὴν ὡς ἰδιότητα. Ποίαν ἰδιότητα; Καὶ αὕτη δεκαχῶς, ἡ μὲν ὡς οὐσίας ἰδιότης, ἡ δὲ ὡς ποσοῦ, ἡ δὲ ὡς πρός τι, ἡ δὲ ὡς ποιοῦ καὶ ἐπὶ τῶν λοιπῶν. Εἷς οὖν ἐστιν ὁ ὅρος; οὔ· ἀλλὰ καὶ οὗτος δεκαχῶς ὁσαχῶς καὶ τὸ ὄν. Διὰ τί; | Εἰ γὰρ ὁ ὅρος τὴν ἑκάστου ἰδιότητα παρίστησι, δεκαχῶς δὲ τὸ ὄν, δεκαχῶς καὶ ἡ ἰδιότης. Ὁ δὲ ὅρος ἐκ γένους ἐστὶ καὶ ἰδίου, καὶ ποίου γένους καὶ ποίου ἰδίου; Δεκαχῶς πάλιν καὶ τὸ γένος καὶ τὸ ἴδιον. ὅσαι γὰρ αἱ κατηγορίαι, τοσαῦτα γένη, καὶ ὅσαι κατηγορίαι τοσαῦτα ἴδια. Διαφέρει δὲ γένος κατηγορίας; Τῇ μέν, τῇ δὲ οὔ. Πῇ μὲν διαφέρει καὶ οὐ διαφέρει; Τῇ μὲν ἐπὶ ὑποκείμενον ἀναφορᾷ οὐ διαφέρει τὰ γὰρ ὑποκείμενα δέκα εἰσί), καθόσον δὲ αἱ μὲν κατηγορίαι φωναί εἰσι, τὰ δὲ γένη φύσεις, διαφέρει. ὡσαύτως δὲ καὶ ἡ διαφορά· ἑκάστου γὰρ γένους ἐστὶ διαφορά, δεκαχῶς δὲ τὸ γένος. καὶ ἡ διαίρεσις δὲ γένους οὖσα εἰς εἴδη τομὴ δεκαχῶς ἂν εἴη, ὁσαχῶς καὶ τὸ γένος τέμνεται. καὶ τὸ εἶδος εἰς ἴσα τέμνεται. Πῶς οὖν, εἰ πολλαχῶς λέγεται τὸ γένος, ὅρον Ἀριστοτέλης δίδωσιν αὐτοῦ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῳ εἴδει ἐν τῳ. τι ἐστι κατηγορούμενον’; Ὅτι οὐδὲν κωλύει τῶν πολλαχῶς λεγομένων πολλαχῶς ὅρον 5 πῶς] ποσαχῶς coni. Speugel 7 post ἡ δὲ iuseras ὡς πρός τι καὶ 13 αὐτὴ AMR: αὐτὴ C 14 ἡ δὲ ὡς ποιοῦ, ἡ δὲ ὡς πρός τι colloc. C 18 ὃν ex ἓν corr. Α 22 post τοσαῦτα (utrobique) addendum τὰ et post ὅσαι addendum αἱ coni. Spengel (fort, recte) 25 μὲν CR: om. AM 27 μὲν ACRM: om. Ss φωναί CR: om. AM 28 ὡσαύτως δὲ—εἰς ἴσα τέμνεται (31) scholiastae deberi videntur, carte post ἴδια (v. 22) transponenda sunt 29 ἡ διαίρεσις—τομή] cf. Porph. in Categ. p. 86,10 γένους CRM: γένος Α 32 ὅρον Ἀρ. δίδωσιν] cf. Top. Α 5 p. 102a31 33 αὐ- τοῦ AM: αὐτὸ CR 35 κωλύει CR: κωλύει Μ: κωλύοι Α πολλαχῶς (alterum) CR (coni. Spengel): πολλαχοῦ AMs λεγόμενον ἀποδοῦναι· ὡς γὰρ τὸ γένος δεκαχῶς, καὶ τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον πολλαχῶς. Ἀλλ’ εἰ τριχῶς τὸ ταὐτὸν εἴρηκεν Ἀριστοτέλης ταὐτὸν γὰρ ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ), πῶς δεκαχὼς εἴρηται τὸ ταὐτό; Ὅτι καὶ τὸ γένει ταὐτὸ δεκαχὼς, οἷον οὐσία μὲν ταὐτὸν ὡς ἄνθρωπος, ἵππος γένει γάρ τῷ ζῴῳ. ταὐτά, οὐσία δὲ τὸ ζῷον), ποσῷ δὲ οἷον γραμμή, ἐπιφάνεια μεγέθει γὰρ ταὐτά ἐστι ποσά), † πρὸς τι δὲ διπλάσιον, ποιῷ δὲ οἷον λευκόν, μέλαν χρῶμα γὰρ ἑκάτερον τὸ αὐτό]), καὶ ἐπὶ τῶν λοιπῶν. ὁμοίως δὲ τὸ εἴδει ταὐτὸν δεκαχὼς, ἢ τῇ οὐσίᾳ ἢ τοῖς λοιποῖς, καὶ τὸ ἀριθμῷ δὲ ὁμοίως. ὡσαύτως δὲ καὶ τὸ ἕτερον δεκαχὼς. εἰρηκότος δὲ αὐτοῦ εἶναί τι τριχῶς γένει, εἴδει, ἀριθμῷ, λέγω ὅτι καὶ τὸ γένει ἕτερον καὶ τὸ εἴδει καὶ τὸ ἀριθμῷ δεκαχὼς, τὰ δὲ ὑπο- δείγματα δῆλα. Τὸ διχῶς καὶ τριχῶς καὶ τὸ διχθά, τριχθά, τετραχθὰ εἰς ποίαν κατηγορίαν ἀνάξομεν; Ἠδη πολλάκις εἰρήκαμεν, ὅτι τῶν λέξεων αἱ μὲν τῆς πρώτης ἔχονται σημασίας, αἱ δὲ εἰς τὴν δευτέραν ἀνάγονται χρείαν τοῦ λόγου, ἃς. οὐκέτι προσποιεῖται ἡ τῶν κατηγοριῶν πρόθεσις. διὸ εἰ μέν τις καὶ ταύτας εἰς τἀς πρώτας ἀνάγοι νοήσεις, ἀφ’ ὧν ὁρμηθεῖσα ἡ διάνοια κινήματα τοιαῦτα ἀπεγέννησε, τοῦ ποσοῦ λέγοι ἂν εἶναι ταῦτα· εἰ δὲ ἀποτέμνοιτο ταῦτα τῶν πρώτων νοήσεων, αἳ τοῖς πράγμασι συνήρτηντο, οὐκ ἀπαιτητέον, τίνος ἄν εἶεν γένους τῶν κατηριθμημένων κατηγοριῶν. Τὸ ὅλον καὶ τὸ μέρος εἰς ποίαν κατηγορίαν τάξομεν; Τῆς δευτέρας τοῦ λόγου χρείας ἔχεται καὶ ταῦτα. χεὶρ μὲν γὰρ καὶ κεφαλὴ πρῶτα ὀνόματα, ὅτι δὲ ἡ χεὶρ καὶ ἡ κεφαλὴ μέρη ἐστὶν ὅλου καὶ ὡς μέρη ὀνομάζονται, δευτέρα κίνησις λεκτικῆς μηνύσεως· Σωκράτης μὲν γὰρ τῆς οὐσίας προσηγορία, ὅτι δὲ τὸ Σωκράτης ὄνομα, δευτέρα θέσις ὀνόματος ἐπὶ τῇ πρώτῃ. οὕτως οὖν ἔχει καὶ τὸ ὅλον καὶ τὸ μέρος, καὶ διὰ τοῦτο παραιτητέον εἰς τὰς κατηγορίας αὐτὸ ἀνάγειν· εἰ δ’ ἄρα. πρός τι τοῦτο τάξομεν· ὅλου γὰρ μέρος τὸ μέρος καὶ τὸ ὅλον ἐκ τῶν μερῶν ὅλον. Τὸ καθόλου καὶ τὸ καθάπαξ καὶ τὸ ἄρδην εἰς ποίαν κατηγορίαν ἀνάξομεν 1 δεκαχὼς CR: AM (recte, nisi malis πολλαχῶς v. 2 inducere) 3 τὸ ACR: om. Ms εἴρηκεν Ἀρ.] cf. Top. H 1 p. 151b 28, 152b 31 5 τὸ γένει seripsi: τῷ γένει ACMRs 6 τὼ. ζώω s 7 ταῦτά ἐστι ποσά coni. Utsener. malim ποσά eicere 7. 8 πρός τι δὲ διπλάσιον] item in iis quae sunt ad aliquid, duplum et triplum, quippe cum multiplicia utraque sint Felic., sed cum etiam ante διπλάσιον requiri videatur οἷον, nescio an illa inducenda sint 8 οἷον AM: om. CR τὸ αὐτό eiecit Usener 9 δὲ CMR: δὲ καὶ Α τὸ MR: τῶ (superscr. ὁ) Α: τῶ ex τὸ corr. C 10 τὸ ἀριθμῷ corr. Sahune: τῶ ἀριθμῶ codd. 12 τὸ ἀριθμῷ καὶ τὸ εἴδει colloc. AM τὸ (ante ἀριθμῷ) ex τῶ corr. AR 14 διχθὰ, τριχθὰ, τετραχθὰ CR: διχθὰ καὶ τὸ τριχθὰ AMs 19 ἀνάγει (superscr. οἱ) M 20 ἀπεγένησε Α 23 εἰς] εἰ R 26 μηνύσεως ex κινήσεως corr. A 27 ante τὸ Σωκράτης add. καὶ AMs: om. CR 27. 28 δευτέρα θέσις ὀνόματος iter. M 28 καὶ (tertium) om. C Ταῦτα τῶν κατηγοριῶν ἐξῄρηται· κατὰ μετοχὴν γὰρ πρώτων τινῶν καὶ ἀρχετύπων κατηγοριῶν ἀναφέρεται. Τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἴδιον καὶ τὸ ἀλλότριον καὶ τὸ | κοινὸν καὶ τὴν ἀδιαφορίαν τήν τε ἀμφιβολίαν καὶ τὴν συνωνυμίαν ποῦ τάξομεν; εἴρηται μὲν ὅτι κατὰ πάσας ἕκαστον τούτων λέγεται· ἐπεὶ δὲ ὀνομάτων ἐστὶ καὶ τῆς δευτέρας ὄντα θέσεως τῶν ὀνομάτων φαίνεται, τῶν κατηγοριῶν ἐκπίπτει. ἤδη γὰρ πολλάκις εἰρήκαμεν, ὅτι αἱ κατηγορίαι κτὰ τὸ σημαντικὸν τῶν ἐν τοῖς οὖσι διαφορῶν ὑφίστανται· διὸ καὶ μᾶλλον ἀξιοῦμεν τὰ ἄτομα καὶ ἔχοντα δεῖξιν θεωρεῖν ὡς κυριώτερα ἐν ταῖς κατη- γορίαις καὶ μᾶλλον ἀποπληροῦν αὐτῶν τὴν ἐπαγγελίαν δυνάμενα. τούτων τοίνυν διωρισμένων ἄξιον ἐπιστῆσαι πρὸς τὴν τελεωτάτην ἐπιστήμην ἀνα- φέροντας αὐτῶν τὴν εἴδησιν. ε. Τί δήποτε περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενος οὐ περὶ τούτων λέγειν ἄρχεται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων, καί- τοι. ἐν ταῖς ἄλλαις συγγραφαῖς εἰωθὼς ἀεὶ τοῦ σκοποῦ ἔχεσθαι καὶ μηδὲν περαιτέρω τῶν εἰς τὴν ὑπόθεσιν τεινόντων λέγειν; Éροῦμεν ὅτι οὐ συμμετρεῖται τῷ πλήθει τῶν πραγμάτων τὰ ὀνόματα, οὐδ’ ὅσα τὰ πράγματα, τοσαῦται καὶ αἱ ἐπ’ αὐτοῖς σημαντικαὶ λέξεις οὔτε καθ’ ἕκαστον οὔτε κοινῶς κατὰ γένος, ἀλλ’ ὅπου μὲν ὑπερβάλλει, ὅπου δὲ ἐνδεῖ τὰ ἕτερα τῶν ἑτέρων· καὶ γὰρ ἑνὸς πράγματος πολλάκις εὑρίσκεται πλείω τὰ ὀνόματα καὶ πραγμάτων πλειόνων ἓν ὄνομα κατ’ οὐδὲν κοινὸν καὶ ταὐτὸν κείμενον, ὥστε ἐπὶ τὴν προτεθεῖσαν λέξιν τὴν ἁπλῆν καὶ ἀσύνθετον χρὴ σκοπεῖν, εἰς ποίαν κατηγορίαν ἀνάγεται. διὰ τοῦτο περὶ ὁμωνύμων, συνωνύμων καὶ παρωνύμων διαλαμβάνει διδάσκων ἡμᾶς πανταχόθεν ἐπισκοπεῖν, μή τι ταῖς λέξεσι τοιοῦτο συμβέβηκεν, ὥστε τὰ οἰκείως προτετάχθαι ὀφείλοντα πρῶτον παραδίδωσι τοῖς μέλλουσιν ἀκριβῶς τἀς κατηγορικὰς λέξεις γνώσεσθαι. ὥσπερ γὰρ ἐν ταῖς ἄλλαις ἐπιστήμαις τρολαμβάνομέν τινα, ὧν ἄνευ χαλεπὸν καὶ ὅλως ἀδύνατον ἦν γνῶναι τὸ προκείμενον, οὕτως κἀνταῦθα κἀνταῦθα | πρὸ τῆς εἰς τὰς κατηγορίας διαιρέσεως προλαμβάνομέν τινα συντελεῖν μέλλοντα εἰς τὴν σαμήνειαν τῶν ἑξῆς. ς. οὔκουν ἔδει πρὸ τοῦ περὶ τῶν καθολικῶν λέξεων καὶ Ἀρχύταν λέγειν, ἃς ἡμεῖς κατηγορίας ὀνομάζομεν, ταῦτα προειληφέναι; 1 τῶν CR: om. AM ἐξήρηται CMR: ἐξήρτηται Α 2 ἀναφέρεται CR: προέρχεται AM 4 ἀδιαφορίαν CR: διαφορίαν M: διαφοράν Α post ἀδιαφορίαν add. καὶ del. M καὶ τὴν (ante συνωνυμίαν) CMR: τήν τε Α συνωνυμίαν ex ὁμωνυμίαν corr. Α 7 ὀνομάτων prius] ὀνόματα coni. Sahune 9 ὑφίστανται CR: ἐφίστανται AM 12 τελειωτάτην Α 14 προθέμενος Simpl. (f. 5 v 1): προέμενος AM: προιέμενος CRs 22 οὐδεὲν Α 24 δεῖ Α 25 συνωνύμων καὶ in mig. suppl. M 26 μή τι] μήτι AM: μήτε CR τοιοῦτον Α 28 λέξεις AM: om. CR 33 οὔκουν scripsi: οὐκοῦν libii 33. 34 καὶ Ἀρχύταν post ὀνομάζομεν transponi iubet Usener (recte) Ἢ μήποτέ οὐδὲ κατὰ νοῦν γίνεται τὸν Ποθαγορικὸν ἡ τοιαύτη διαίπᾶσαν τὴν ἀνωμαλίαν τὴν περὶ τὰς λέξεις παραιτοῦνται. ζ. Ἀλλὰ ταῦτ.α μὲν ὑπερθώμεθα, ἐπειδὴ τὸ τοιοῦτο γένος τῶν ζητήσεων παρὰ τῶν τὰς Πυθαγορικὰς ὑποθέσεις θαυμαζόντων ἀπαιτεῖν τεῖν προσῆκεν· εἴπερ δὲ τὰ χρήσιμα προλαμβάνειν ἔδει, τί βουλόμενος μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπήγαγε περὶ. ἐναντίων καὶ ἀντικειμένων καὶ κινήσεων καὶ τῶν ἄλλων; Ὄτι, ὦ γενναῖος, τῶν μὲν ἄλλων, ὅσων ἔννοιαν οὐκ ἔχομεν, παρὰ τῶν ἐπιστημόνων εἰκότως προδιδασκόμεθα, τοιαῦτα δέ γε ἦν τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ παρώνυμα· τούτων γὰρ πρόληψιν οὐκ ἔχομεν καί που πάντως ἔδει παρὰ τοῦ ἀκριβῶς τοῖς ὀνόμασι χρωμένου εἰς τὴν ἐπίνοιαν ἡμᾶς προαχθῆναι· ὧν δὲ φυσικὴν ἔχομεν τὴν ἐπιβολήν, οὐ μήν πω ταύτην διηρθρωμένην, τούτων ἔδει μὲν τῇ κοινῇ ἐννοίᾳ χρήσασθαι, ἵνα μὴ τὸ σύνεχες, τῆς διδασκαλίας διακοπῇ, μετὰ ταῦτα δὲ ἀκριβῶς διαρθρῶσαι ἕκαστα, ἀυτὰ τὰ πράγματα διαλαμβάνοντα, ἀλλ’ οὐχὶ τῇ φυσικῇ θεωρίᾳ ταύτα σκοπούμενον. αὐτίκα ὥσπερ· εἰς γένη μέν τινα τὴν διδασκαλίαν ἀνάγει περί τε ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν ἄλλων, ἔτι τε περὶ κι- νήσεως καὶ τοῦ ἅμα παχυτέραις ταῖς ἐπιβολαῖς χρώμενος, τὴν <δ᾿> ἀκριβεστέραν θεωρίαν ἐν τοῖς Φυσικοῖς ἐκδιδάσκει. ἡ. τίς οὖν αἰτία τοῦ περὶ πρώτων τῶν ὁμωνύμων αὐτὸν ἀλλ’ | οὐχὶ τῶν συνωνύμων μνημονεῦσαι, καίτοι τὰ μὲν ὁμώνυμα καθ᾿ ἓν μόνον ὄνομα κοινωνεῖ, τὰ δέ γε συνώνυμα κατ’ ἀμφότερα, τό τε ·ὄνομά φημι καὶ τὸν λόγον; Λέγω δὴ τὸ αἴτιον εἰς αὐτὰς ἀναφέρεσθαι τὰς κατηγορίας. ἐπεὶ γὰρ ὁμώνυμοι τυγχάνουσιν αὗται, τὸ προηγουμένως κοινῇ πάσαις ὑπάρχον τοῦτ’ εὐλόγως προέταξεν· ἑκάστη μὲν γὰρ τῶν ὑφ’ ἑαυτὴν εἰδῶν κατὰ τὸ οἰκεῖον ἑαυτῆς γένος συνωνύμως κατηγορεῖται, ἁπλῶς δὲ πᾶσαι ὁμωνύμως κατηγορίαι λέγονται. θ. Ἀλλ’ εἰ πρόκειται αὐτῷ περὶ τῶν λέξεων εἰπεῖν τῶν τε ἄλλων καὶ τῶν ὁμωνύμως ἐχουσῶν, διὰ τί περὶ μὲ ὁμωνυμίας οὐδὲν λέγει, περὶ 1 μήποτε CMR: μηδέποτε Α τὸν Πυθαγορικὸν CR: τῶν Πυθαγορικῶν Α: τῶν Πυθαο γορικῶν M 3 τὴν (post πᾶσαν) CR: om. AM περὶ λέξεων Brand. (p. 43b39) 4 ὑπερτιθέμεθα Brand. 5 παρὰ supra scr. M τῶν CMR: om. Α τὰς supra scr. R 6 προσῆκεν] προσήκει coni. Spengel 9 ἔννοιαν CMR: εὔνοιαν Α 11 τὰ παρώνυμα καὶ τὰ συνώνυμα colloc. M τὰ (ante παρώνυμα) ACM: om. R 12 που AM: om. CR ἀκριβῶς S: ἀκριβοῦς ACMR χρωμένου CR: χρωμένους AM 14 διηρθρωμένην CMR: διηρθωμένην A 15 διαρθρῶσαι CMR: διαρθῶβ α σᾶι Α 16 οὐχὶ CMR: οὐ Α 19 ταῖς ἐπιβολαῖς παχυτέραις C τὴν δ’ scripsi: τὴν ACMRs 20 ἐν τοῖς Φυσικοῖς] cf. Γ 1 200b12 sq. 21 αὐτὸν AMR: om. C 23 γε CR: om. AM 26 προηγουμένως CR: προηγούμενον AM 27 ἑκάστη CR: ἕκτη AM 31 ὁμωνύμως CMR: ὁμωνύμων Α περὶ μὲν ὁμωνυμίας MR: περὶ ὁμωνυμίας μὲν Α: περὶ ὁμωνυμίας μὲν om.) C comment. Arist Arist. IV 2 Dexipp. in Cat. ὁμωνύμων δὲ διδάσκει τῶν κατὰ τὴν σχέσιν τῶν· πραγμάτων ἐπινοουμένων ἔχειν τὸ διττὸν τῆς σημασίας; Οτι ἀπὸ τῶν πραγμάτων διαφόρως ἐχόντων διακρίνεται ὁδῷ προΪόντων ἡμῶν καὶ ἡ ὁμωνυμία. ἀφ’ ὧν οὖν πρώτως λαμβάνει τὴν σύστασιν καὶ ἅπερ ἐστὶ κυριώτατα αὐτῆς αἴτια καὶ ἐν· οἷς ἔχει τὸ εἶναι ἡ ὁμωνυμία, ταῦτα προηγουμένως ἀναδιδάσκει, ὧν νοουμένων ὁμοῦ καὶ ἡ λέξις ὡς οὖσα ὁμώνυμος συνθεωρεῖται· ὅταν γὰρ ᾖ πλείονα ταῦτα, εὐθὺς συναποδείκνυται καὶ τὰ ὀνόματα ὥσπερ πλεοναχῶς λεγόμενα. δι’ ὧν οὖν ἡ εὕρεσις ῥᾴστη καὶ ἀνυσιμωτάτη γίνεται, ταῦτα προὔθηκεν εἰκότως. ταῦτα δέ ἐστι τὰ πράγματα κύρια ὄντα τοῦ ποιεῖν τὴν ὁμωνυμίαν, ὥστε κατὰ τὰς διαφορὰς τῶν πραγμάτων παραστήσας τὰ ὁμώνυμα συνακολουθοῦντα τούτοις ἔχει καὶ τὸν περὶ τῆς ὁμωνυμίας λόγον. ι. Ἀλλ’ εἰ τὸ μόνον διχῶς λαμβάνεται, ἢ ὡς ἓν ὥσπερ μόνος ὁ ἥλιος’ ἢ ὡς πρὸς ἀντιδιαστολὴν ἑτέρων ὡς ‘τὸ χιτῶνα μόνον ἔχειν’, ὅταν λέγῃ· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, δὲ κατὰ τουνομα λόγος τῆς οὐσίας ἕτερος, ἤτοι τὸ μόνον σημαίνει αὐτῷ τὴν πρὸς τὸν λόγον ἀντιδιαστολὴν ἢ οὐ σημαίνει.· ἀλλ’ εἰ μὲν σημαίνει, περιττὰ τὰ λοιπά, εἰ δὲ οὐ σημαίνει, περιττὸν τὸ μόνον.| Φημὶ δὴ οὖν τὰς προσθήκας σαφηνείας χάριν λαμβάνεσθαι, ἧς μάλιστα χρὴ φροντίζειν τοὺς λέγοντας. κἀνταῦθα τοίνυν τὸ ἀμφίβολον τοῦ μόνου σαφηνίζει τὸ ἐπαγόμενον· ὡς γὰρ ὁ εἰπὼν ‘οὗτος χιτῶνα μόνον ἔχει σα- φέστερον ἐποίησε τὸ λεγόμενον ἐν τῷ προσθεῖναι ‘ἱμάτιον δὲ οὐκ ἔχει’, οὕτως καὶ ὁ τῷ μόνῳ προσθεὶς τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐ- σίας ἕτερος οὐκ ἀτόπως τοῦ σαφοῦς ἐφρόντισεν. ία. Ἀλλ’ εἴποιμ’ ἂν ὅτι οὐ μόνον τὸ ὄνομα τῶν ὁμωνύμων κοινὸν ἀλλὰ καὶ ἄλλα πλείω (τοῖς γοῦν Αἴασιν οὐ μόνον τὸ ὄνομα κοινὸν ὑπάρχει, ἀλλὰ καὶ τὸ Ἕλλησιν εἶναι καὶ στρατηγοῖς καὶ φίλοις)· πῶς οὖν εἶπεν ὧν ὄνομα μόνον κοινόν καίτοι τοῖς ὁμωνύμοις πολλῶν κοινῶν 10 ὑπαρχόντων; Ὅτι οὐ, τί πρόσεστι τοῖς Αἴασι κοινόν, σκοπούμεθα κατὰ τὰς λέξεις ἢ κατὰ τὸ γένος, ἀλλὰ καθόσον ἀλλήλοις ὁμώνυμοι μόνον, ὥστε ἡ προ- σθήκη ἀναγκαία ἡ τοῦ μόνου· κατὰ γὰρ τὸ ὄνομα μόνον ὁμώνυμον τὸ ὁμώνυμον. ιβ. Ἀλλ’ εἰ τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων· καὶ γὰρ τὸ εἰς μέρος ἀδιαίρετον ὡς ὁ ἵππος καὶ ὁ οἰκέτης κοινός, καὶ τὸ διαιρούμενον, 1 τῶν κατὰ τὴν σχέσιν iter, m.2 del. R 4 καὶ CR: om. AM 5 κυριώτατα] υ ex αἰ corr. R ἐστὶν αὐτῆς κυριώτατα colloc. AM 6 ἀναδιδάσκει MR: διδάσκει ἄνα superscr.) Α: ἐκδιδάσκει C 14 an ὡς πρὸς ἕτερον ἀντιδιαστολὴ? χειμῶνα Μ 17 ἀντιδιαστολὴν CR: διαστολὴν AM 19 μάλιστα CR: κάλλιστα Α: μάλλιστα M 21 χειτῶνα M 22 προσθῆναι R 23 ὁ (ante τῷ μόνῳ) supra scr. C τῶ μόνω CR: τὸ μόνω AM 27 ὑπάρχει Α2CMR: ὑπάρχειν Α1 30 κοινὸν τοῖς Αἴασι colloc. AM 32 ἡ supra scr. M μόνου] μόνον coni. Spengel (sed cf. V. 23) μόνον CR: κοινόν AM 35 κοινός] κοινόν coni. Spengel (sed cf. Porph. in Cat. p. 62,23) τοῦτο δὲ διαφόρως, ἢ τὸ ἐν προκαταγήψει ἑκάστου † τὸ ἠγνοημένον, μετὰ δὲ τὴν χρῆσιν ἀναπεμπόμενον <εἰς τὸ> κοινόν, οἷον δή ἐστι τὸ βαλανεῖον καὶ τὸ θέατρον, καὶ τὸ μετὰ τὴν νέμησιν ἑκάστου ἴδιον γιγνόμενον, ὡς τὰ λάφυρα τῶν πολεμίων τοῖς στρατιώταις. ὧν δὴ τρόπων τῆ·ς κοινότητος κατ’ οὐδένα τοῖς ὁμωνύμοις προσεῖναι δυναμένων ἀναγκαίως ἡ ὕπαρξις αὐ- τῶν ἀναιρεῖται· οὔτε γὰρ ὡς ἀδιαιρέτου μετέχει τοῦ ὀνόματος τὰ ὁμώνυμα ὡς ἵππου καὶ ἀνθρώπου, ἃ παρὰ μέρος εἰς χρῆσιν ἔρχεται (οὐδὲν γὰρ κωλύει πολλοὺς ἅμα τῷ αὐτῷ ὀνόματι χρῆσθαι), οὔτε ὡς διαιρουμένου οὐ γὰρ κατὰ συλλαβὰς ἡ | μετοχὴ τοῦ ὀνόματος)· εἰ δὲ μήτε ὡς ἀδιαιρέτου μήτε ὡς διῃρημένου, πῶς οἷόν τε κοινὸν εἶναι τὸ ὄνομα; Ἀλλ’ ὁ ταῦτ’ ἀπορῶν ἠγνόηκεν ὅτι τοῦ ἀδιαιρέτου τὸ μὲν παρὰ μέρος εἰς χρῆσιν λαμβανόμενον λέγουσιν ὥσπερ τὸν ἵππον καὶ τὴν λύραν, τὸ δὲ ἀθρόως καὶ ἀμερίστως πλείοσιν ὑπάρχειν δυνάμενον ἀδιαίρετον παραλείπουσιν, ὅπερ ἐστὶ τρόπος τῆς ἐπὶ τοῦ ὀνόματος κοινωνίας· αὐτῷ γὰρ τῷ μὴ διαιρεῖσθαι τούτῳ καὶ πάρεστι πᾶσι τοῖς μετέχουσιν αὐτοῦ. ιγ. Ἀλλ’ εἰ τὸ ὄνομα σημαντικόν ἐστιν ἀπροσδεῶς, οὗπέρ ἐστιν ὄνομα εἰ γὰρ προσδέοιτό τινος ἑτέρου πρὸς τὸ σημῆναι, οὐδ’ ἂν ὄνομα εἴη), τὸ δὴ κοινὸν πλειόνων οὐχ ἑνός ἐστι σημαντικόν. ἄδηλον γάρ ἐστι, τί τῶν πολλῶν βούλεται σημῆναι· ὁ γὰρ εἰπὼν κύνα, ὅτι μὲν οὐ βοῦς οὐδ’ ἵππος οὐδ’ ἄνθρωπος τὸ σημαινόμενον ἐδήλωσεν, τίνα δὲ κύνα βούλεται δηλοῦν, οὐ σημαίνει. τὸ δὲ ὄνομα τὸ σημαντικόν ἐστιν, ὥστε οὐκ ἂν εἴη ὄνομα κοινὸν πλειόνων· εἰ δὲ τοῦτο, οὐδὲ ὁμώνυμον ὅλως ἔσται τι πρᾶγμα· τὰ γὰρ ὁμώνυμα βούλεται ὑπὸ κοινοῦ τινος σημαίνεσθαι ὀνόματος πλείω ὄντα πράγματα. εἰ δὲ προσθήκης δεῖται τὸ ὄνομα πρὸς τὸ σημῆναι ἓν ἐκ τῶν πολλῶν ὃ βούλεται, πάλιν ὁ τοῦ ὁμωνύμου λόγος ἀνα- τρέπεται· οὐκέτι γὰρ διαμένει κοινόν, ὅταν τῇ προσθήκῃ τῆς διαφορᾶς ἴδιόν τινος γένηται, οἷον ὅταν τῷ κυνὶ προσθῶμεν τὸ χερσαῖον ἢ θαλάτ- τιον, ὥστε οὐ μόνον οὐ διαμένει τὸ ὄνομα κοινόν, ἀλλ’ οὐδὲ ὅλως ἐστὶν ὄνομα διαφορὰν προσλαβόν. Τὸ μὲν περίεργον τῆς ἀπορίας φευκτόν, λυτέον δὲ ὅμως αὐτὴν καὶ οὐκ ἀρνητέον. τὸ γὰρ κοινὸν τοὐ ὀνόματος κακῶς εἴληπται· οὐ γὰρ 1 τὸ ἠγνοημένον] τὸ ἰδιούμενον coni. Spengel, malim μὲν γιγνόμενον τὸ ἐν προκαταλήψει τινὸς γινόμενον Porph. p. 62,23, τὸ ἐν προκαταλήψει μὲν ἰδιούμενον Simpl. f. 6 v 9) 2 εἰς τὸ κοινόν Porph. Simpl.: κοινόν libri βαλανεῖον CR: βασίλειον AM 3 καὶ] ἡ coni. Spengel 4 post στρατιώταις add. τὰ λάφυρα del. M ὧν CR: ὃν AM τρόπων s: τρόπον codd. 5 ὁμωνύμως M an δυναμένου τοῦ #x003E;? 7 ἵππου καὶ ἀνθρώπου, ἃ CR: ἵππος ἀνθρώπου, ἃ AM: an ἵππου οἱ ἄνθρωποι, ὃς? post μέρος add. ἀνθρώπου del. Α 8 διαιρουμένου CMR: διαιρουμένας Α 11 παρὰ] περᾶ R 12 καὶ τὴν CR: πρὸς τὴς AMs (πρὸς ινψλθσ.) cf. p. 20,1 14 an ὅσπερ? 17 οὗπέρ CMR: οὖ Α 22 τὸ (post ὄνομα) delendum ooni. Sahune, om. Simpl. (f. 6 v 10 τὸ γὰρ ὄνομα σημαντικὸν εἶναι βούλεται) 20 τοῦ ὁμωνύμου CR: τῶν ὁμωνύμων AMs (cf. p. 21,1. 15) 28 τινι Μ 32 οὐ CMR: εἰ Α 2* οὕτως εἶπεν Ἀριστοτέλης τὸ κοινόν, ὡς τὴν λύραν καὶ τὸν ἵππον, ἀλλ’ ὡς τὴν κοινὴν φωνὴν τὴν ἐν τῷ θεάτρῳ, ἥτις ἡ αὐτὴ καὶ μία οὖσα εἰς διφόρων ἀκοὰς ἀφικνεῖται ὅλη· καὶ γὰρ ἐνταῦθα τοὔνομα ἕν καὶ ταὐτὸν ὂν κατὰ οιαφορων πραγμάτων τέτακται. ιδ. Εἰ δέ τις λέγοι πᾶν αἰσθητὸν τρεπτόν, πᾶν τρεπτὸν ἀλλοιωτόν, πᾶν ἀλλοιωτὸν οὐδέποτε μένει ταὐτόν, ἀλλ’ ἄλλοτε ἄλλο γίνεται, ἐάν τε ἐν πλείοσιν ἐάν τε ἐν ἑνὶ τὴν ἀλλοίωσίν τις λαμβάνῃ, τὸ δὲ ἀλλοιούμενον κοινὸν εἶναι ἀδύνατον διαμένειν γὰρ δεῖ τὸ κοινόν· εἰ γὰρ μὴ διαμένοι, ἴδιον ἑκάστου γίνεται τὸ καθῆκον εἰς ἕκαστον), τὸ δὲ ὄνομα αἰσθητόν. αἰσθητὴ γὰρ ἡ φωνή· ὥστε οὐδὲ κατὰ τοῦτ’ ἄν εἴη κοινὸν ὄνομα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ὁμωνύμων. αἰσθάνομαι μὲν οὖν καὶ αὐτός, ὡς σοφισματώδης ἐστὶν ἡ τοιαύτη ἀπορία, ὅμως δὲ λύσιν αὐτῆς δοθῆναι βούλομαι. Φημὶ δὴ ἠγνοηκέναι αὐτούς, ὅτι τὸ κοινὸν οὐχ οὕτως ἐρρέθη, ὡς τὸ μεριστὸν εἰς πλείω, ἀλλ’ ὡς ὅλον ἑκάστου ταὐτόν, καὶ οὐχ ἕτερον μὲν τούτου ἄλλο δὲ τούτου, ὡς ἰδίαν εἶναι περιοχὴν σχημάτων τὴν τῆς ὁμωνυμίας κοινότητα. καὶ ᾧ λόγῳ μένει τὸ ἴδιον ἑκάστου ὄνομα, καὶ τὸ κοινὸν δια- μένει. ἔπειτα καὶ τὸ τρεπτὸν εἰ καὶ κατὰ τῆς φωνῆς ὡς σώματος ἐλήφθη, ἀλλ’ οὐ κατά γε τοῦ ὀνόματος καλῶς ἄν λαμβάνοιτο· ἀμετάβλητον γὰρ δεῖ τοῦτο μένειν. ιε. Ἐπεὶ δὲ οὐ μόνον τούτοις μέμφονται. ἀλλὰ καὶ περιττότητα ἐγκαλοῦσι τῇ ὑπογραφῇ, ἄξιον καὶ τοῦτο ἐπισκέψασθαι. ἤρκει γάρ φασιν εἰπεῖν· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, οἱ δὲ ὅροι ἕτεροι· Ἀλλ’ εἰ μὴ προσετέθη ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος, ἐνῆν τὰ αὐτὰ ὁμώνυμα καὶ συνώνυμα ἀποφαίνειν ὡς τοὺς Αἴαντας· μὴ γὰρ ἀποδιδομένου τοῦ ὅρου κατὰ τὸ ὄνομα εἷς καὶ ὁ αὐτὸς ὅρος ὡς ἀν- θρώπων ἐγίγνετο, ὥστε ἐφαίνοντο συνώνυμοι. ις. Ἀλλὰ τί δήποτε οὐκ εἶπεν ὁ δὲ κατὰ τοὔνομα ὅρος ὁ αὐ- τός, ἀλλ’ ὁ λόγος τῆς οὐσίας; Ὅτι οὐ πάντα ὅροις δηλοῦται τὰ πράγματα ἀλλὰ καὶ ὑπογραφαῖς, διόπερ ἀκριβῶς λόγον τῆς οὐσίας ἀντὶ ὅρου παρέλαβεν. ιζ. Ἐπεὶ δὲ βιάζονταί τινες τὰ ὁμώνυμα συνώνυμα ἀποδεικνύναι, φέρε καὶ τοῦτο διάρθρωσον· φασὶ γὰρ ὡς εἰ συνώνυμά ἐστιν ὧν τό τε ὄνομα καὶ ὁ κατὰ τοὔνομα λόγος ὁ αὐτός, τὰ δὲ ὁμώνυμα καὶ ὄνομα 2 τῶ CMR: om. Α 3 τὸ ὄνομα AM 5 λέγοι CR: λέγει AM 7 λαμβάνη CR: λαμβάνοι AM λαμβάνῃ τις τὴν ἀλλοίωσιν colloc. s (culpa collatoris codicis R) οι 8 γὰρ (ante μὴ) CR: δὲ AM διαμένει Α 11 ὡς AMR: εἰ C 13 ἐρέθῃ C 19 τοῦτο δεῖ colloe. Rs 20 τούτοις μόνον colloe. AM 21 ὑπογραφὴ] ὕπο supra scr. Α φασιν ex φησιν corr. C 22 ὁμώνυμον Brand, p. 42a20 (errore typogr.) 24 ἀλλ’ εἰ] εἰ δὲ C λόγος τῆς οὐσίας R post λόγος add. ἕτερος AMs: om. CR 25 αὐτὰ AMR: om. C 26 εἷς CR: ἧς AM ὁ supra scr. C 28. 29 ὅρος ὁ αὐτός, ἀλλ’ ὁ λόγος τῆς οὐσίας CR: ὅρος τῆς οὐσίας, ἀλλ’ ὁ λόγος (ὁ αὐτός om.) 30 δηλοῦται CR: δηλοῦνται AMs 31 ὅρου CR: τοῦ ὅρου AM ἔχει ταὺτὸν (καλεῖται γὰρ ὀμώνυμα) καὶ λόγον ἐπιδέχεται τὸν τοῦ ὁμωνύμου, συνώνυμα ἔσται τὰ ὁμώνυμα. ἀλλὰ μὴν καὶ τὰ συνώνυμα πολὺ πρότερόν ἐστι συνώνυμα· πάντα ἄρα ἔσται συνώνυμα. Ἔδει μὲν πρὸς τοὺς οὕτως ἐπιτηδευομένους λόγους μηδὲ ἐπιχειρεῖν, πλὴν ἵνα μὴ δοκῶσί τι λέγειν, οὕτως αὐτοῖς ἀπαντήσωμεν. οὐδὲν γὰρ κωλύει τὰ πράγματα κατὰ ἄλλο μὲν εἶναι ὁμώνυμα, κατ’ ἄλλο δὲ συνώ- νυμα· ὥσπερ οὖν καὶ ἐνταῦθα πάντα γε τὰ ὁμώνυμα καλεῖται ὁμώνυμα, οἷον οἱ Αἴαντες· ἑκάτερός τε γὰρ αὐτῶν Αἴας καὶ ἑκάτερος ὁμώνυμος, καὶ καθὸ μὲν Αἴαντες οὐδὲν ἔχοντες προσὸν αὐτοῖς πρᾶγμα κοινόν, ὁμωνύμως λέγονται, καθὸ δὲ ὁμώνυμοι κοινὸν ἔχοντες λόγον συνώνυμοι γίνονται. ιη. Ἀλλὰ δὴ τοῖς ἐλλιπῶς ἔχειν τὴν ὑπογραφὴν τῶν ὁμωνύμων λέγουσι πῶς ἂν ἀπαντήσαιμεν; φασὶ γὰρ ὡς εἰ τὸ ὁμώνυμον οὐκ ἐν μόνῃ τῇ οὐσίᾳ ἐστὶν ἀλλὰ καὶ ἐν ποιῷ καὶ ἐν ποσῷ καὶ τοῖς ἄλλοις γένεσι καὶ γὰρ ἐπ’ ἐκείνων ὁμωνύμως ἔστιν εἰπεῖν), πῶς ἐν τῷ λόγῳ τοῦ ὁμωνύμου εἶπεν ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος; φαίνεται γὰρ ἐλλιπῶς εἰρηκώς, εἴ γε ἐν ἅπασι τοῖς γένεσι τῆς ὁμωνυμίας οὔσης ὁ λόγος οὗτος τὰ ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιορίζει. Πρῶτον μὲν οὖν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις τὸ ὁ δὲ λόγος τῆς οὐσίας πρόσκειται, ὡς καὶ Βόηθος μνημονεύει ·καὶ Ἀνδρόνικος. εἰ δὲ καὶ προσκείμενον εἴη τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος, διότι παρὰ‘ τοῖς πλείστοις οὕτως εὑπίσκεται γεγραμμένον, ἀλλ’ ὀρθῶς γε ἔχει προσ- κείμενον. εἰ γὰρ ὁ λόγος ὁμώνυμον λόγος γάρ τις καὶ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή, διαφέρει δὲ τούτων ὁ τῆς οὐσίας δηλωτικὸς λόγος), καλῶς ἐποίησε προσθεὶς τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος. πρὸς δὲ τούτοις οὐ τῆς οὐσίας μόνον εἶναι λεγομένης ἀλλὰ καὶ τῶν συμβεβηκότων ὄντων λεγομένων εἰκότως λόγον ἰῆς οὐσίας εἶπεν, οὐκ οὐσίας μόνον μνημονεύων ἀλλὰ καὶ τῶν ἄλλων γενῶν, καθὸ καὶ ταῦτα ὄντα λέγεται· ὁ γὰρ τὴν ἑκάστου τῶν συμβεβηκότων ὕπαρξιν δηλῶν λόγος τῆς οὐσίας ὀρθῶς ἂν λέγοιτο λόγος. ἔπειτα καὶ λόγον οὐσίας τὴν ὑπόστασιν τῶν ὁμωνύμων ἀκούειν προσῆκε. ιθ. Καὶ μὴν εἰ τὰ συνώνυμα καὶ λόγου τοῦ αὐτοῦ καὶ ὀνόματος μετέχει, τί δήποτε περὶ τούτων προτέρων εἰπεῖν παρῆκε, τῶν δὲ ὁμωνύτὸν 1 supra scr. Α 1. 2 τοῦ ὁμωνύμου CR Simpl. (f. 7 v 15): τῶν ὁμωνύμων AMs (cf. V. 15 p. 19, 26) 2 ἔσται CR: ἐστι AM μὴν AMR: μὴ C 3 πάντα C Simpl.: ταῦτα AMRs ἔσται CR: ἐστὶ AMs 6 κατὰ ἄλλο δὲ C 8 τε CR: om. AM 10 λέγεται Α 11 ἐλλιπῶς M: ἐλλειπῶς ACR (cf. v. 16) τῶν ὁμωνύμων τὴν ὑπογραφὴν colloc. AM 12 ἄν ἀπαντήσωμεν Brand, (p. 42a24) 13 ἐν (ante ποσῷ) om. Brand. ποῶ] ποσοῖς C 16 ἐλλιπῶς R: ἐλλειπῶς ACM γένεοι μέρεσι M 17 μόνη CR: μόνον Brand.: om. AM 19 post οὐσίας addendum ἕτερος coni. Spengel πρόσκειται AM Porph. (p. 64,25) Simpl. (f. 7 r 14): πρόκειται CR καὶ (post ὡς) CR: om. AM 20 προσκείμενον Α: προκείμενον CMR 21. 22 προσκείμενον ACR: προκείμενον M 23 διαφέρειν Α 25 μόνον ex μόνης fort. corr. C ὄντων CR: εἶναι AMs (cf. v. 27) 29 λόγον A2CMR2: λόγος A1R1 31 δήποτε CR: δὴ AM προτέρων CR: πρότερον AMs (cf. p. 17,21) μῶν ἐμνημόνευσεν; ἔτι δὲ εἰ περὶ τῶν ἀνωτάτω γενῶν μέλλει ποιεῖσθαι τὸν λόγον, τοῖς δὲ γένεσιν ὑπάρχει τὸ συνωνύμως τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι, ὁμωνύμως δὲ οὔ, ὑπάρχει μὲν αὐτοῖς τὸ συνώνυμον, τὸ δ’ ὁμώνυμον οὔ· προηγεῖται δὲ πανταχοῦ τὸ ὑπάρχον τοῦ μὴ ὑπάρχοντος, ὥστε πρότερον ἐχρῆν περὶ τῶν συνωνύμων δεῖξαι, εἶτα περὶ τῶν ὁμωνύμων. Ὅτι τὸ ὂν οὐχ ὥσπερ ἄλλοις δοκεῖ συνώνυμον, ἀλλ’ ὁμώνυμον κατὰ Ἀριστοτέλην. εἰ οὖν αὐτὸ τὸ ὂν ὁμώνυμον, προηγεῖται κατ’ αὐτὸν ἡ τοῦ ὁμωνύμου διδασκαλία καὶ ἡ τοῦ μὴ ὑπάρχοντος ἐπίδειξις· δεῖ γὰρ διαστείλασθαι πρῶτον τὴν ὁμωνυμίαν, εἶθ’ οὕτως εἰς ἀριθμὸν ἀγαγόντα καὶ ὁρισάμενον τὰ γένη καθ’ ἕκαστον λοιπὸν ἐπιδεικνύναι, πῶς τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται. κ. Εἰσί τινες τοίνυν οἳ μέμφονται τῇ τῶν κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς διαιρέσει. οὐ γὰρ πάντως ἄνευ συμπλοκῆς ἢ μετὰ συμπλοκῆς τὰ λεγόμενα· τὸ γὰρ ‘ἄνθρωπος περιπατεῖ’ οὐ μετὰ συμπλοκῆς οὐ γὰρ μετὰ συμπλεκτικοῦ συνδέσμου), τὸ δὲ ‘ἄνθρωπος’ ἡ | ‘βοῦς’ οὐκ ἄνευ συμπλοκῆς· σύνθεσιν γάρ τινα συλλαβῶν καὶ στοιχείων ἔχειν καὶ τὰ ὀνόματα. Φαμὲν δὴ ὅτι οἱ μόνην συμπλοκὴν τὴν μετὰ συμπλεκτικοῦ συν- δεσμοῦ προφορὰν λέγοντες τοῖς Στωϊκοῖς ἐπακολουθοῦσιν, ὧν ἀρχαιότερος Ἀριστοτέλης καὶ τῇ τῶν πρεσβυτέρων συνηθείᾳ χρώμενος, οἵτινες τὴν τῶν πλειόνων μερῶν τοῦ λόγου σύνοδον συμπλοκὴν ὠνόμαζον. τὸ δὲ λέγειν ὅτι μετὰ συμπλοκῆς ὁ ἄνθρωπος ἢ ὁ βοῦς, διότι σύνθεσις ἐπ’ αὐτῶν ἐστι συλλαβῶν καὶ στοιχείων, καὶ αὐτὸ οὐ καλῶς λέγεται· οὐ γὰρ τὴν τῶν στοιχείων σύνθεσιν, ἀλλὰ τὴν τῶν μερῶν τοῦ λόγου οἱ παλαιοὶ συμπλοκὴν ὀνομάζουσιν. κα. Ἀλλ’ εἰ καὶ ἐν ὑποκειμένῳ ἐστὶ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον γὰρ χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστὶν), ἀδύνατον δὲ τὸ σῶμα τόπου χωρισθῆναι, ἔσται τὸ σῶμα ἐν ὑποκειμένῳ τῷ τόπῳ. ὁμοίως δὲ καὶ τὰ ἐν χρόνῳ· οὔτε γὰρ μέρη ἐστὶν αὐτοῦ, οὔτε ἄνευ χρόνου εἶναι δύναται· καὶ γὰρ εἴ τις λέγοι τοῦ ἐν μέρει τόπου καὶ χρόνου χωρίζεσθαι αὐτὰ, ἀλλὰ τοῦ τε ἀπλῶς χρόνου καὶ τόπου οὐ χωρίζεται. Ἀλλὰ καὶ πρὸς τοῦτο ἐροῦμεν ὅτι οὐδὲν τῶν κοινῶν οὔτε τόδε οὔτε τὶ ὑπάρχει, οὐδ’ ἔν τινι οὖν ἔσται τὸ ἐν τῷ γενικῷ ὂν τόπῳ ἢ χρόνῳ. 1 ἔτι CMR: τι ἔ rubro addendum om.) Α εἰ περὶ refecit R2 6 ὥσπερ Felic., coni. Spengel: ὡς παρ’ libri 7 αὐτὸν s Felic.: αὐτὸ codd. 8 ἐπίδειξις CR: επι ἀπόδειξις As: ἀπόδειξις M 10 ὡρισάμενον C1R1 (corr. m.2) 12 οἲ CR: οἵτινες AM 13. 14 μετὰ συμπλοκῆς AM: μετὰ συμπλοκὴν CR 15 ante συμπλεκτικοῦ add. τοῦ AM: om. CR 16 γὰρ refecit R2 καὶ (aiterum) CMR: om. Α 17 ὀνόματα C: βήματα AMRs 18 ὅτι CR: om. AM 21 σύνοδον] σύνθεσιν Brand, (p. 44a12) 23 κάλλως R 27 γὰρ CR: om. AM 28 ἔσται ex ἔχει corr. Α τῶ τόπω CMR: τόπω Α 29 τὰ fort, delendum coni. Spengel (baud recte) 30 λέγοι CR: λέγει AM 31 τόπου καὶ χρόνου colloc. AM 33 οὐδ’ ἔν] οὐδέν C τὸ AM: τῶ R: τῶ ex τὸ corr. C ἔτι τὸ μὲν καθ’ αὑτό ἐστιν ἐν χρόνῳ τὸ κινούμενον καὶ μεταβάλλον, συμπορεύεται πορεύεται γὰρ τῷ χρόνῳ καὶ συμμεταβάλλεται· εἰ δ’ ἦν τι ἀίδιον, κατὰ συμβεβηκὸς ἂν ἦν ἐν χρόνῳ ἀκίνητον ὂν καὶ ἀμετάβλητον· χρόνου γὰρ ὄντος εἶναι λέγεται. τούτων δὴ οὕτω διῃρημένων εἰ τὸ κινούμενον ᾗ κινεῖται συμπαραμείβει τῷ χρόνῳ, οὐκ ἂν εἴη ἔν τινι κυρίως οὐδὲ ἐν χρόνῳ. εἰ γὰρ μηδ’ ἐν τόπῳ κινούμενον, οὐδὲ ἐν χρόνῳ ἂν εἴη· ὅμοιον γὰρ ὡς ἂν εἰ ἐκινεῖτο. τότε γὰρ πολὺ μᾶλλον οὐκ ἂν εἴη ἐν τόπῳ ἀμφοτέρων καθ’ αὑτὰ κινουμένων. τοιοῦτον οὖν πέπονθε καὶ πρὸς τὸν χρόνον οὐδέτερον γὰρ ὑπομένει, ὥστε οὐκ ἔσται τὸ ἕτερον ἐν τῷ ἑτέρω, οὔτε ἐν τῷ | κατὰ μέρος οὔτε ἐν τῷ γενικῷ. εἰ δὲ καὶ ἐν χρόνῳ ῥητέον, κοινότερον, ἀλλ’ οὐκ ἐν τῷ ὡρισμένῳ ῥηθήσεται· οὔτε γὰρ κινήσεως οὔτε χρόνου ἐστὶ δεῖξις ἀμφοτέρων ἐν πλάτει θεωρουμένων καὶ κατὰ διέξοδον· ὑφισταμένων καὶ κατὰ συνεχῆ τῶν μερῶν γένεσιν· τὸ μὲν γὰρ παρελήλυθεν, τὸ δὲ μέλλει. εἰ δ’ ἄρα εἴη, ἄλλο ληπτέον τὸ ἐν τῷ τόπῳ καὶ χρόνῳ, ἄλλο τὸ ὡς ἐν ὑποκειμένῳ τὸ ἐπὶ του χρώματος· κβ. Εἰ τὰ συμπληροῦντα τὴν ἑκάστου οὐσίαν μέρη ἐστίν αὕτη γὰρ μέρους ἔννοια τὸ συμπληρωτικὸν εἶναι τὸ μέρος τῆς οὐσίας), συμπληροῖ δὲ τοῦ μὲν ἁπλῶς λεγομένου σώματος τὴν οὐσίαν χρῶμα καὶ σχῆμα καὶ ποσότης (οὐδὲν γὰρ ἄχρουν ἢ ἀσχημάτιστον ἢ ἄποσον σῶμα), τοῦδε δὲ τοῦ σώματος οἷον τοῦ πυρὸς ἢ τῆς χιόνος ἡ ψυχρότης ἡ ἡ θερμότης καὶ ἡ λευκότης ἢ ἡ λαμπρότης συμπληροῦσι τὴν οὐσίαν, ἤτοι μέρη αὐτῶν ἔσται τὰ εἰρημένα καὶ εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ ὡς μέρη ὑπάρχοντα, ἡ οὐκ ἔσται μέρη καὶ οὐ συμπληροῖ ἰὴν οὐσίαν. Πρὸς τοῦτο τὸ ἀπόρημα ἐκεῖνο χρὴ προσειπεῖν, ὡς ἔστι τὸ ὑποκείμενον διττὸν καὶ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ κατὰ τοὺς πρεσβυτέρους· ἓν μὲν τὸ λεγόμενον πρῶτον ὑποκείμενον ὡς ἡ ἄποιος ὕλη, ἣν δυνάμει σῶμα Ἀριστοτέλης φησί, δεύτερον δὲ ὑποκείμενον τὸ ποιόν, ὃ κοινῶς ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκὸς καὶ ὁ Σωκράτης τοῖς ἐγγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. τὸ γὰρ ὑποκείμενον κατὰ πρός τι λέγεσθαι ἐδόκει τινὶ γὰρ ὑποκείμενον), ἤτοι δὲ ἁπλῶς τῶν γινομένων ἐν αὐτῷ καὶ κατηγορουμένων αὐτοῦ ἢ ἰδίως· ἀπλῶς μὲν γὰρ ὑποκείμενον πᾶσι τοῖς γινομένοις καὶ κατηγορουμένοις ἡ πρώτη ὕλη, τισὶ δὲ 1 ἔτι CMR: τι Α (cf. p. 22, 1) 5 ἔν τινι—οὐκ ἂν εἴη (7) CR: om. AM; quae si non subditiva sunt, certe mutilata et alieno loco iuserta esse videntur (cf. Simpl. f. 12 v 12) 7 τόπω ex χρόνω corr. Α 14 γένεσιν ex κίνησιν corr. Α εἰ δ’ ἄρα, εἴη #x003E; coni. Spengel: εἰ δ’ ἄρα εἴη] Diels ἄλλω ληπτέον AM: om. CR 15 τῷ (ante τόπῳ) AMR: om. C 17 εἰ τὰ CR: εἶτα AM 20 ἡ (prius) CR: καὶ AM 21 τῆς CR: om. AM ἡ θερμότης ἡ ψυχρότης (ἡ om.) colloc. AM 22 ἡ (ante λαμπρότης) CR: om. AM 24 μέρη AMR: μέρους C 25 προσειπεῖν AM: προειπεῖν CR 26 ἀπὸ τῆς στοᾶς CR: στωϊκοὺς AM 27. 28 δυνάμει σῶμα] vix sanum (cf. Bonitz, Ind. Arist. p. 207b28sq. p. 742a60), fort, secundum Simpl. (f. 12 v 9 ἥ τε γὰρ ἄποιος ὕλη, ἢν δυνάμει καλεῖ ὁ Ἀριστ.) σῶμα inducas 28 ὁ Ἀριστ· Brand, (p. 45a23) 33 an ἐγγινομένοις? ὑποκείμενον γιγνομένοις ἐπ’ αὐτοῦ καὶ κατηγορουμένοις ὁ χαλκὸς καὶ ὁ Σωκράτης. δύο τοίνυν ὑποκειμένων ὄντων πολλὰ τῶν ἐγγινομένων ὡς πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ὄντα ὡς πρὸς τὸ δεύτερον οὐκ ἦν ἐν ὑποκειμένῳ ἀλλὰ μέρη αὐτοῦ. διότι μὲν γὰρ πᾶν χρῶμα καὶ πᾶσα ποιότης καὶ | πᾶν σχῆμα τῆς πρώτης ὕλης ἐστὶν ἐν ὑποκειμένῳ (ἐν γὰρ ταύτῃ ὑφίσταται οὐχ ὡς μέρη αὐτῇς ὄντα καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι), διότι δὲ οὐ πᾶν χρῶμα οὐδὲ πᾶν σχῆμα ἐπὶ τοῦ δευτέρου ὑποκειμένου ἐν αὐτῷ ἐστιν, <ἀλλ᾿> ὅταν μὴ συμπληρωτικὰ ᾖ τῆς οὐσίας, τότε ἔσται ἐν ὑποκειμένῳ. * * * ἐπὶ δὲ τῆς χιόνος οὐκ ἐν ὑποκειμένῳ ἀλλ’ ὑποκείμενον. ἡ γὰρ τῆς χιόνος λευκότης οὔτε καθ’ ὑποκειμένου λέγεται ἄλλου σώματος οὔτε ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι τῆς χιόνος, ἀλλὰ συμπληροῖ τὴν οὐσίαν ὡς μέρος. Ἀριστοτέλης οὖν τὸ δεύτερον ὑποκείμενον εἰς τὴν διδασκαλίαν παραλαμβάνων πᾶν τὸ μὴ οὐσιωδῶς ὑπάρχον τινὶ ἐν ὑποκειμένῳ φησὶν εἶναι, τὰ μὲν οὐσίαν συμπληροῦντα τιθεὶς ὄντα, τὰ δὲ μὴ τοιαῦτα μέρη μὲν οὐ λέγων, συμπτώματα δὲ καὶ παθήματα, ὡς· εἶναι τοῦ μὲν πρώτου ὑποκειμένου τὰς ποιότητας συμπτώματα καὶ παθήματα καὶ τὰς ποσότητας, τοῦ δὲ δευτέρου ὡς μέρη, ὅταν συμπληρῶσιν αὐτοῦ τὴν οὐσίαν. κγ. Ἀλλ’ εἴ τις καὶ δοίη μὴ εἶναι μέρη τὰ ἐν ὑποκειμένῳ· ἀλλ’ ἐκεῖνό γε ἄτοπον τὸ ἐν τῷ ὅρω τοῦ ἐν ὑποκειμένῳ δύνασθαι πολλάκις εὑρίσκεσθαι καὶ τὰ ὡς ἐν εἴδει καὶ τὰ ὡς ἐν γένει καὶ τὰ ὡς ὅλα ἐν μέ. ρεσι· κοινὸν γὰρ εἶναι καὶ πρὸς ταῦτα τὸν εἰρημένον λόγον τοῦ ἐν ὑποκειμένω. οὔτε γὰρ τὸ εἶδος μέρος τοῦ γένους δύναται γὰ·ρ καὶ ἐξαιρεθέντος εἴδους· σώζεσθαι τὸ γένος ὡς τὸ ζῷον ἐξαιρεθέντος τοῦ ἀνθρώπου), οὔτε δύναται ἄνευ τοῦ ζῴου εἶναι, πῶς γὰρ ἂν εἶδος εἴη γένους μὴ ὄντος; ἀλλὰ καὶ τὸ ὅλον ἐν τοῖς ἑαυτοῦ μέρεσιν ὂν οὔτε̣ μέρος ἐστὶν αὐτῶν ἄτοπον γὰρ τὸ ὅλον τῶν μερῶν λέγειν μέρος), οὔτε δύναται χωρὶς αὐτῶν εἶναι. πέφηνεν οὖν ὁ λόγος κοινὸς οὐ μόνον τῶν ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ. Καὶ μὴν παντὶ πρόδηλον τὸ εἶδος ὅτι μέρος μὲν οὐκ ἔστιν, ὥσπερ ἡ χεὶρ τοῦ ὅλου σώματος, ὡς μέρος δὲ θεωρεῖται. ὁ δὲ Ἀριστο|τέλης οὐκ εἶπεν ὃ ἔν τινι μὴ μέρος ὑπάρχον, ἀλλὰ μὴ ὡς μέρος ὑπάρχον, 1 post ὑποκείμενον add. μὲν As, supra scr. M: om. CR ἐπ’ AMR: ὑπ’ C 1. 2 σωκράτης καὶ ὁ χαλκός colloc. C (numeris superscr. corr.) 5 ἐστὶν CR: om. AM 8 ἀλλ’ Simpl.: om. ACMRs οὐσίας AM Simpl.: ἐξουσίας CR 9 ante ἐπὶ δὲ τῆς χίονος defectum significavi, ex Simplicio suppleveris τὸ γοῦν λευκὸν ἐπὶ μὲν τοῦ ἐρίου ἐν ὑποκειμένῳ 11 ἀλλὰ συμ— iter. M 14 συμπληροῦντα AM: ἀναπληροῦντα CR 15. 16 τὰς—πρώτας M (corr. m.1) 16 παθήματα CMR: τὰ παθήματα Α 17 συμπληρῶσιν AM: συμπληροῦσιν CR αὐτοῦ CR: αὗται AM 19 τις AMR: τι C 20 τοῦ ἐν ὑποκειμένω CR, τοῦ ex τῶν corr.) M: τῶν ἐν ὑποκειμένω νω ex νων corr.) Α 21 ὡς (ante ἐν εἴδει) supra scr. Α ὡς (ante ὅλα) supra scr. C 22 τὸν AM: om. CR 25 ζῴου] γένους coni. Spengel; malim ante ἄνευ inserere ἄνθρωπος εἶναι CR: om. AM μὴ ὄντος γένους colloc. ΑΜ 26 καὶ ACRM: om. s ἐστὶν CR: om. AM 32 μὴ (ante μέρος) AMR: om. C ὥστε καὶ τὸ ὡς εἶδος ὑπάρχον ἀνῄρηκε διὰ ταύτης τῆς προσθήκης. τὸ δὲ ὅλον οὐκ ἔστιν ἔν τινι τῶν αὑτοῦ μερῶν, ἀλλ’ ἐν ἅπασι τοῖς ἑαυτοῦ θεωρεῖται μέρεσιν, ἐκεῖνος δὲ ἔφη ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον. τὸ ὅλον οὖν περιγράφεσθαι ὑπακουστέον ἀπὸ κοινοῦ τοῦ μὴ ὡς μέρος. οὐ γὰρ μόνον τὸ ἐπὸν οὐ δεῖ εἶναι μέρος, ἀλλὰ καὶ τὸ ὑποκείμενον μὴ μέρος εἶναι τοῦ ἐπόντος· τὸ γὰρ ὅλον ὡς ἐν πᾶσι τοῖς μέρεσι καθ’ ὑποκειμένων αὐτῶν λέγεται. κδ. Καὶ πῶς οὐκ ἄτοπον τὸ λέγειν ἄνευ τοῦ ἐν ᾧ ἐστι μὴ δύνασθαι εἶναι τὸ ἐν ὑποκειμένῳ, τῆς εὐωδίας χωριζομένης καὶ τοῦ μήλου καὶ τῶν ῥόδων; πολλάκις γὰρ αἱ ποιότητες διαμένουσι τῶν πρώτως αὐτὰς δεδεγμένων μηκέτ’ ὄντων, ὥσπερ καὶ τοῦ οἴνου ποθέντος ἢ τοῦ σκορόδου βρωθέντος ἡ ὀσμὴ διαμένει. Ἀλλ’ οὐκ εἶπεν ἀδύνατον χωρίζεσθαι τὰ ἐν ὑποκειμένω τῶν ἐν οἷς ἐστιν, ἀλλὰ χωρὶς εἶναι. ἡ γὰρ εὐωδία χωρίζεσθαι μὲν δύναται τῶν ῥόδων, χωρὶς δ’ εἶναι οὐ δύναται, ἀλλ’ ἢ φθείρεται ἢ μεταδίδοται εἰς ἄλλα ὑποκείμενα. ὁ δὲ καὶ τοῦδε ἔτι ἀκριβέστερον τὸ ἐφεξῆς προστίθησιν· οὐ γὰρ ἐκείνου μόνου εἶπε μὴ δύνασθαι χωρὶς εἶναι τοῦ ἐν ᾧ ἦν, ἀλλ’ ἀπλῶς παντὸς ἐν ᾧ ἔστιν. ὥστε εἰ καὶ μεταλλάττοι τὰ ὑποκείμενα ἡ πρὶν ἐν τῷ μήλῳ εὐωδία ἐγγιγνομένη ἐν τῷ ἀέρι, ὅμως ἐν ὑποκειμένῳ τινὶ ἔσται, ἄλλοτε μέντοι ἐν ἄλλῳ, καὶ οὐδαμῶς οὐδέπ·οτε οὐδὲν διαφεύγει τὸν ὁρισμὸν τῶν συμβεβηκότων. κε. Ἀλλὰ δὴ πῶς ἀπαντήσωμεν τοῖς ἐριστικοῖς, οἳ τὰ μὴ ὑπάρχοντα τῷ κατηγορουμένῳ λαμβάνοντες ὡς λεγόμενα κατ’ αὐτοῦ ποιοῦσι πρὸς τῷ ὑποκειμένῳ τὸν τῆς· ἀποφάσεως συλλογισμόν; οἷον ὁ ἄνθρωπος | ·τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται, κατὰ δὲ τοῦ ἀνθρώπου λέγεται 31 τὸ μὴ εἶναι Σωκράτην· οὐκοῦν καὶ κατὰ Σωκράτους ῥηθείη ἂν τὸ μὴ εἶναι Σωκράτην. Πάλιν γὰρ καὶ πρὸς τούτους ὑπολογιζόμεθα, οὐχ ὡς οἱ Στωϊκοὶ λέγουσι, τὴν τῶν ἀποφατικῶν ὑπεξαίρεσιν, ἀλλ’ ὡς Ἀριστοτέλης διδάσκει, τὴν τῶν κατ’ 2 αὑτοῦ M: αὐτοῦ Α: αὐτῶν CR 3 μέρεσι θεωρεῖται colloc. AM ὃ ἔν] ὃτ’ A1C1 4 ὑπακουστέον CR: προσακουστέον AM μέρος AM: μέρους CR 9 τὸ CR: om. AM 10 διαμένουσι] δία supra scr. Α πρώτως OR: πρώτων AM 11 δεδεγμένων CR: δεδειγμένων AM σκορόδου ACM Simpl.: σκόρδου Rs 16 ὁ δὲ καὶ τοῦδε CR: om. AM ἔτι CMR: τι Α (cf. p. 22,1. 23,1) 18 παντὸς ἐν ὧ ἐστιν CMR: παντός ἐστιν Α μεταλλάττοι C: μεταλλάττει Α: μεταλλάττει M: μεταλάττοι R 19 ἡ ACM: om. R ἐγγιγνομένη Α: ἐγγίγνοιτο CMR; fort, scribas τὰ ὑποκείμενα #x003E; ἡ—εὐωδία ἐγγίγνοιτο 20 διαφεύγει AMR: ἀποφεύγει C των ων 21 τῶν συμβεβηκότων CR: τοῦ συμβεβηκότος Α: τοῦ συμβεβηκότος M 22 ἀπαντήσωμεν] ὑπαντήσομεν coni. Spengel (sed cf. p. 21,12. 26,7) ἐριστικοῖς ACR: ὁριστι- κοῖς Ms 23 τῶ κατηγορουμένῳ CM2R: τῶν κατηγορουμένων AM1 24 ἀποφάσεως CR: ἀντιφάσεως AM 25 τοῦ ἀνθρώπου CMR: ἀνθρώπου Α 26 ἄν ῥηθείη colloc. A τὸ (alterum) CR: om. AM 28 ὡς οἱ Στωικοὶ λέγουσι] cf. Prantl, Gesch. d. Log. (1855) I p. 491 sq. 29 ἀποφατικῶν ACR: ἀποφαντικῶν Ms: ἀποφάσεων Brand. (p. 45b36) σὐσίαν ὑπαρχόντων λῆψιν, ἢν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπάρχοντα ὡς κατ᾿ καθ᾿ ὑποκειμένου λέγεσθαι σὑσίαν προσλαμβάνοντες. κς. Εἰ δέ τις μηδ’ ὅλως καθ’ ἑτέρου λέγεσθαι τὸ γένος τοῦ εἴδους διαμφισβητήσειεν, ἐπεὶ κατὰ τὸν αὑτοῦ λόγον κατηγορεῖται τοῦ ὑποκειμένου καὶ καθόσον κοινωνεῖ πρὸς αὐτὸ τῆς αὐτῆς οὐσίας (τὰ γὰρ γένη τῶν εἰδῶν ἐπινοίᾳ χωρίζομεν, αὐτὰ δὲ καθ’ αὑτὰ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τοῖς εἴδεσι τὸ εἶναι ἔχει), πῶς ἀπαντήσωμεν; Ἡ ὅτι τὸ δοκοῦν εἶναι τούτων ταὐτὸ παραλλάττει τῇ σχέσει, ᾗ τὸ ἀκατάτακτον τοῦ κατατεταγμένου διέστηκε· καὶ ἔστι τὸ μὲν γένος μηδέπω καταταχθέν, ὥσπερ εἴ τις τὸν ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν νοήσειε, τὸ δὲ εἶδος ἤδη κατατεταγμένον εἰς τὰς κατὰ μέρος διαφοράς, ὥσπερ τὸν πολίτην φυλέτην ἐπινοοῦμεν. κζ. Πῶς οὖν ὁ μὲν ἄνθρωπος κατὰ τοῦ Σωκράτους λέγεται, τὸ δὲ εἶδος κατὰ τοῦ ἀνθρώπου, οὐκέτι δὲ κατὰ τοῦ Σωκράτους τὸ εἶδος, καὶ κατὰ μὲν τοῦ ἀνθρώπου τὸ ζῷον, κατὰ δὲ τοῦ ζῴου τὸ γένος, οὐκέτι δὲ κατὰ τοῦ ἀνθρώπου τὸ γένος κατηγορεῖται; Οτι κατὰ τοὔνομα, οὐ μέντοι κατὰ τὸν λόγον κατηγορεῖται τὰ ἀνωτέρω κατὰ τῶν ὑποκειμένων· οὔτε γὰρ ἐάν τις ἀποδιδῷ, τί ἐστιν ἄνθρωπος, ἐρεῖ ὅτι τὸ εἶδος, οὔτε ὁ λόγος τοῦ εἴδους ἐφαρμόττει κατὰ τοῦ ἀνθρώπου. καὶ περὶ τοῦ γένους δὲ ὁ αὐτὸς λόγος. ἔτι τὸ μὲν εἶδος καὶ τὸ γένος ἄλλοις συμβέβηκε καὶ ἀντιδιαιρεῖται, τὸ μὲν πρὸς τὸ μὴ τῶν εἰδῶν εἶναι, τὸ δὲ πρὸς τὸ μὴ τῶν ἀτόμων εἶναι, | τὰ δὲ καθ’ ὑποκειμένου λεγόμενα συμπληρωτικὰ τῆς οὐσίας ἦν. ἔτι τὰ μὲν κατὰ παντὸς λέγεται· πᾶς γὰρ ἄνθρωπος ζῷον εὐλόγως ἂν ῥηθείη, διότι οὐδέν ἐστι τῶν ὑπὸ τὸν ἄνθρωπον, καθ’ οὗ οὐ λέγεται τὸ ζῷον· πᾶς δὲ ἄνθρωπος εἶδος ψευδῶς ἂν ῥηθείη, καὶ πᾶν ζῷον γένος οὐχ ὑγιῶς λέγεται· ὁ γὰρ τὶς ἄνθρωπος ἄνθρωπος, οὐ μὴν εἶδος, καὶ τὸ τὶ ζῷον ζῷον μέν, οὐ μὴν γένος. οὐκ ἄρα κατὰ παντὸς λέγεται ταῦτα, ἀλλ’ ὅτι κοινότητές εἰσιν, οὕτω κατ’ αὐτῶν ῥηθήσονται. καὶ ὅτι τὸ μὲν συμπληρωτικὸν ἦν τῆς οὐσίας, τὸ δὲ ἐνδεικτικὸν τῆς τοῦ ὀνόματος κατὰ κοινὴν σχέσιν θέσεως οὐ γάρ ἐστιν ὁ ἄνθρωπος ἢ ὁ Σωκράτης αὕτη ἡ κοινότης ἡ κατηγορουμένη), μᾶλλον οὖν ἔοικεν αὕτη τοῦ ὀνόματος εἶναι παραστατική, παρὰ ποίαν σχέσιν ὠνόμασται ὁ ἄνθρωπος ἤτοι ζῷον, καὶ ἔστιν ὀνόματα ὀνομάτων δεύτερα προτέρων, ἀλλ’ οὐχὶ τῆς προηγουμένης ἔχεται τῶν λέξεων σημασίας, οὐδὲ τὴν φύσιν αὐτὴν σημαίνει 1 παρασωσάμενοι Brand.: παρωσάμενοι ACMRs 2 καθ’ ὑποκειμένου λεγόμενα AM: om. CR 4 αὐτοῦ libri τοῦ] τούτου C 6 ἐπινοία CR: τῆ ἐπινοία AMs καθ’ αὐτὰ R 7 ἀπαντήσωμεν C1R: ἀπαντήσομεν AC2Ms 8 ἧ ACR: ἢ Ms 9 μηδέπω] δέ supra scr. Α 19 post ἐφαρμόττει add. καὶ AMs: om. CR 20 ἔτι] τι A 21 ἄλλοις AM: ἄλλου CR 23 ἔτι] τι Α 24. 25 τῶν ἄνθρωπον (sic) Α 26. 27 ἄνθρωπος AM: om. CR; an ἄνθρ. #x003E;? 28 ante εἰσιν add. τε AM: om. CR 29 ἦν CMR: om. Α ἐνδεικτικὸν CR: δεικτικὸν AM 30 οὐ γάρ ἐστιν— ἡ κατηγορουμένη (31) abhorrent a Porph. p. 81,18 διαφέρει δὲ ὁ ἄνθρωπος τοῦ Σωκράτους, ὅτι ὁ μὲν κατὰ κοινότητα λέγεται, ὁ δὲ Σωκράτης οὐ κατὰ κοινότητα, ἀλλὰ ἀτόμως sq.), sed Sana esse videntur 33 καὶ ἔστιν—πρότερων nescio an eicias τῶν ὀνομαζομένων πραγμάτων, ἀλλὰ κατὰ ποῖον ὠνόμασται χαρακτῆρα ἐνοεικνυται. κη. Ἀλλὰ δοκεῖ πως ἐναντίωσίν τινα ἡ παροῦσα διάταξις ἔχειν· ὅταν μὲν γὰρ λέγῃ τῶν ὑπ’ ἄλληλα γενῶν μηδὲν κωλύειν τὰς αὐτὰς εἶναι διαφοράς, ὡς περὶ ἐνίων ἀποφαίνεται, καὶ οὐχ ἁπλῶς περὶ ἁπασῶν· ὅταν δὲ προσδιορίζῃ τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, τοσαύτας εἶναι καὶ τοῦ ὑποκειμένου, ὡς περὶ πασῶν καθόλου ἀποφαίνεται μηδεμίαν αὐτῶν ὑπεξαιρούμενος. Δῆλον μὲν οὖν ὅτι οὐχ ὡσαύτως διορίζεται τὸ ἐπί τινων καὶ τὸ ἐπὶ πασῶν, ἀλλὰ διαφόρως· οὐσῶν γὰρ τῶν μὲν εἰδοποιῶν διαφορῶν, καθ’ ἃς εἰδοπεποίηται καὶ πεποίωται τὸ γένος, οἷον τὸ ζῷον κατὰ τὸ ἔμψυχον καὶ αἰσθητικόν, ·ἅπερ αὐτοῦ καὶ συμπληροῖ τὴν οὐσίαν, οὐσῶν δὲ καὶ ἄλλων διαιρετικῶν, καθ’ ἃς διαιρεῖται τὸ γένος εἰς τὰ ὑπ’ αὐτὸ εἴδη οἷον τὸ ζῷον εἰς τὸ ·λογικὸν καὶ ἄλογον, φανερὸν γέγονεν, ὅτι αἱ μὲν κατ’ οὐσίαν ὑπάρχουσαι τῷ ζῴῳ διαφοραὶ | πολὺ πρότερον ὑπάρξουσι καὶ τῷ ὀρνέῳ, αἱ δὲ τέμνουσαι αὐτὸ εἰς τὰ περιεχόμενα ὑπ’ αὐτοῦ αὗται ἐνίοτε μὲν τῷ ὀρνέῳ ὑπάρξουσιν, ὅταν πρὸς αὐτὸ κοινωνῶσιν, ἐνίοτε δὲ οὐχ ὑπάρξουσι, ὅταν μὴ κοινωνῶσι πρὸς αὐτό, ὡς ἡ τοῦ λογικοῦ. ἀληθὲς ἄρα τὸ καὶ ἐνίας καὶ πάσας εἶναι ταύτας διαφορὰς τοῦ κατηγορουμένου καὶ ὑποκειμένου, καὶ ποίας ἑκατέρας, διεκρίναμεν. οὐκ ἄρα διορθωτέον τὴν λέξιν μεταστρέφοντας ἐπὶ τἀναντία τὴν ἀπόφασιν οὕτως· ὥστε ὅσαι τοῦ ὑποκειμένου, τοσαῦται καὶ τοῦ κατηγορουμένου. ἡμάρτηται γὰρ ἡ διόρθωσις· οὐχ ὅτι γὰρ ἡ τοῦ ἀνθρώπου διαφορὰ λέγοιτ’ ἂν κατὰ τοὐ ζῴου, τὸ δίπουν φημὶ καὶ τὸ διαλεγόμενον καὶ τὰ ἄλλα ἀλλὰ δῆλον ὅτι τὸ μὲν οὐδὲν κωλύει καὶ τὸ μὴ πάσας κατηγορεῖσθαι ταῖς διαιρετικαῖς προσήκει, τὸ δὲ πάσας κατηγορεῖσθαι ταῖς εἰδοποιοῖς. δοκεῖ δ’ ἐμοί γε καὶ αὐτὸς ἐνδείκνυσθαι ταῦτα, δι’ ὧν ἀντιδιαιρεῖ τὸ ἐπάνω τῷ ὑποκάτω, οὐκ ἐπὶ τῶν γενῶν μόνον τῷ τοιούτῳ διορισμῷ χρώμενος, ἀλλὰ καὶ ἐπὶ τῶν διαφορῶν. ἐπάνω μὲν οὖν ταύτας θήσομεν διαφορὰς τὰς συμπλγρωτικάς αὐτῶν τῆς οὐσίας, ὅσας καὶ οἷόν τε κατηγορεῖν ἐπὶ τῶν ὑποκειμένων, ὑποκάτω δέ, ὅσαι περιέχονται ἐν τοῖς προτέροις αὐτῶν γένεσιν, ἃς ἐνίοτε οὐχ οἷόν τε κατηγορεῖσθαι. διέλοι δ’ ἄν τις καὶ τὰς μὲν γενικὰς προσαγορεύων 3 πως AM: πρὸς CR ἡ παροῦσα διάταξις ἐναντίωσίν τινα (ἐναντίτινα Α) ἔχειν colloc. AM 5 ὡς περὶ Simpl. (f. 14 v 26): ὥσπερ ACMRs περὶ (post ἁπλῶς) AM Simpl.: παρὰ CR (cf. p. 7,19) (3 ἁπασῶν] πασῶν Simpl. προσδιορίζηται Simpl. 8 περὶ AM Simpl.: παρὰ CR ἀποφαίνεται AM Simpl.: ὑποφαίνεται CR 10 post διορίζεται add. μηδεμίαν αὐτῶν ὑποκειμένου del. M 13 καὶ ἄλλων CR: ἄλλων AM 15 κατ’ οὐσίαι Α 16 ζώω CR: supra scr. M: εἴδει Α 18 ὅταν πρὸς αὐτὸ—ὑπάρξουσιν CMR: om. As 20 τὰς κατηγορούμενας καὶ ὑποκειμένας AM 21 post ἑκατέρας addendum λέγει coni. Spengel 22 ὅσαι—τοσαῦται (23) CR: ὅσα— τοσαῦτα AM 25 τὸ (ante διαλεγόμενον) AM: om. CR 27 δ’ ἐμοί γε] δὲ μοί γε libri 29 μόνον ex μόνων corr. C 30. 31 αὐτῶν CR: αὐτῆς AMs 31 ἐπὶ CR: ἐστὶ AM 32 ὅσαι scripsi: ὅσα CRs: ὅσον AM 33 οἷόν τε ἐστὶ AM γενικὰς in mrg. suppl. Α προσαγορεύειν (ω superscr.) M διαφοράς, τὰς δὲ εἰδικάς· εἰδικὰς μὲν ὅσαι τέμνουσι τὸ γένος, καθ’ ἃς καὶ εἰδοποιεῖται τὰ ὑπὸ τὰ γένη εἴδη, γενικὰς δὲ αὖ τὰς τῶν γενῶν συμπληρωτικὰς διαφοράς, αἷς εἰδοποιεῖται τὰ γένη. εἰσὶ μέντοι τινὲς καὶ τῶν διαιρετικῶν, ἃς οἷόν τε ὑπάρχειν τοῖς αὐτοῖς, ὡς ἐπὶ τῶν ὑπαλλήλων ἐπιδέδεικται. κθ. Τί δ’ ἄν εἴποις περὶ τοῦ τὰ ἕτερα γένη ταῖς αὐταῖς διαφοραῖς χρῆσθαι; ἰσόπλευρα γὰρ καὶ ἀνισόπλευρα ἐπίσης· ἑκάτερα σχήματα λέγεται καὶ ἓν κατ’ αὐτῶν κοινὸν ὄνομά ἐστι τὸ σχῆμα, καὶ τῶν | ἀρετῶν καὶ κακιῶν διαφερουσῶν τῷ γένει τὰς αὐτὰς εἶναι διαφοράς· αἱ μὲν γὰρ λογικαὶ αἱ δὲ ἄλογοι κατηγοροῦνται ἐπ’ ἀμφοτέρων. Οί δὴ ταῦτα ἀποροῦντες διημαρτήκασι παρὰ τὴν ἄγνοιαν τοῦ ἑτέρου γένους. ταῦτα γὰρ εἰ καὶ μὴ ὑπάλληλά ἐστιν, ὅμως οὐκ ἔστιν ἕτερα, εἴ γε ὑπὸ ἓν κοινὸν γένος ὑποτάττεται, ὥσπερ ἐπὶ τοῦ εὐθυγράμμου καὶ ὑπὸ τὸ σχῆμα· καὶ ἡ ἀρετὴ τοίνυν καὶ ἡ κακία ὑπὸ τὴν ἕξιν ταχθήσεται, καὶ οὐκ ἔσται ἕτερα ἀλλήλων τὰ τοιαῦτα γένη. λ. Τούτοις δέ ἐστιν ὅμοια καὶ τὰ τοιαῦτα ἀπορήματα· τὸ γὰρ πεζόν φασι καὶ τὸ πτηνὸν καὶ τὸ ζῷον καὶ τὸ ὄρνεον τὰς αὐτὰς ἔχει διαφορὰς ἐνίας, οὐ μόνον ἄρα ἐπὶ τῶν ὁμογενῶν καὶ τῶν ὑπαλλήλων, ἀλλὰ καὶ τῶν διεστηκότων αἱ αὐταὶ ἐνίοτέ, εἰσι διαφοραί· καὶ οὕτως ψεῦδος ἔσται τὸ νυνὶ λεγόμενον. ἔστι δὲ καὶ πρὸς τούτους ἡ αὐτὴ ἀπάντησις· ἐροῦμεν γὰρ ὅτι κακῶς λαμβάνετε τὰ ἕτερα γένη, οὐ γὰρ τὰ ἐπὶ βραχὺ παραλλάττοντα ἀλλὰ τὰ πάντῃ διεστηκότα ἐστὶν ἕτερα. πάλιν ὅταν λέγωσι τὸ ζῶον πεζὸν καὶ τὸ ζῷον πτηνὸν τὰς αὐτὰς ἔχειν διαφοράς· ποηφάγα γὰρ καὶ σαρκοφάγα καὶ σπερμοφάγα ἐστὶν ἀμφότερα καίτοι μὴ ὄντα ὑπάλληλα ἀλλ’ ἀντιδιαιρούμενα· ὥστε ῥᾴδιον καὶ πρὸς τοῦτο τὸ ἀπόρημα ἀντιθεῖναι τὸ αὐτό· τὸ γὰρ πεζὸν καὶ τὸ πτηνὸν ἄμφω κοινωνεῖ τοῦ ζῴου καὶ οὐ πάντῃ ἕτερα εἴληπται τὰ γένη. λα. Ἀλλὰ δὴ συντόμως ἔπελθέ μοι τὸν περὶ τοῦ εἴδους καὶ διαφορᾶς λόγον. Τὸ μὲν οὖν εἶδος κοινοῦ ἔχεται λόγου, χωριστὸν δέ ἐστι τοῦ οἰκείου γένους ταῖς εἰδοποιοῖς διαφοραῖς, ἴδιον δὲ πρὸς διορισμὸν ἔχει τὸ κατὰ 1 ὅσαι OR: ὅσον AM καὶ CR: om. AM 4 τοῖς αὐτοῖς] an τοῖς ὑποκειμένοις? (cf. Porph. p. 86,2): τὰς αὐτάς coni. Diels 6 εἴποις AMR: εἴπῃς C 11 παρὰ CR: περὶ AM 13 γένος κοινὸν colloc. C (corr. litt. superscr.) 13. 14 ἐπὶ τοῦ εὐθυγρ. καὶ ὑπὸ τὸ σχῆμα corrupta sunt: ὃ (pro καὶ) coni. Diels 15 οὐκ ἔσται CR2: οὐκ ἔστι R1: οὐκέτι A: οὐκ ἔτι M 19 τῶν διεστ. CR: ἐπὶ τῶν διεστ. AMs 20 ἔστι CR: ἐστὶ AM ante ἔστι δὲ (v. 20), πάλιν (v. 22), ὥστε (v. 25) fort, vices indicare debebam. (cf. p. 63,8 Sp.) 21 post γὰρ add. πρὸς αὐτοὺς AMs: om. CR κακῶς CMR: καλῶς Α λαμβάνετε MR: λαμβάνεται Α: λαμβάνεται C ἕτερα AMR: τοιαῦτα C 22 παραλλάττοντα in lit. refecit R2 πάντη in lit. refecit R2 23 ποηφάγα CR (ι post ὁ eras.) Porph. (p. 84,12) Simpl. (f. 14v26): πο φάγα (sic) M: in lac. om. ποιηφάγα s 24 ἐστὶν AR: εἰσὶν AM 25 ὥστε] an ἔστι? 26 πτηνὸν καὶ τὸ πεζὸν coll. ΑΜ 27 τὰ CR: om. AMs 28 περὶ CR: om. AM 28. 29 δια- φορᾶς CR: τῆς διαφορᾶς AM 30. 31 τοῦ οἰκείου γένους iter. M ἀτόμων ἔχειν τὴν κοινωνίαν τοὐ λόγου, ὥσπερ τὸ γένος τὸ κατὰ εἰδῶν ἔχειν τὸ κοινόν. διαφορὰ δέ ἐστι τὸ χωρίζειν πεφυκὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος τὰ ὗπ’ αὐτὸ τεταγμένα, καὶ ὅτῳ διαφέρει | ἕκαστον τῶν εἰδῶν. κατὰ γὰρ τὸ γένος οὐ διενήνοχεν. οὐ μέντοι ἁπλῶς τὸ χωρίζον ἐστὶ διαφορά, ἀλλὰ τὸ ἐν τῷ εἶναι χωρίζον· οὐ γὰρ εἰ τὸ πλεῖν χωρίζει ἡμᾶς ἀπὸ τῶν ἄλλων ζῴων, ἔσται διαφορὰ τοῦ ἀνθρώπου ἡ τοῦ πλευστικοῦ. οὐ γάρ κατ’ οὐσίαν τὸν χωρισμὸν αὕτη ποιεῖται, κατὰ συμβεβηκὸς δὲ ἄλλως. βούλεται οὖν ἡ διαφορὰ γίγνεσθαι οὐσίας μέρος· περὶ γὰρ τὴν οὐσίαν τὴν ἰδιότητα ἀφορίζει τῶν κεχωρισμένων. διαφορὰ δὲ καὶ εἶδος διαφέρει ὡς ὅλον καὶ μέρος· ὥσπερ γὰρ τὸ ὄνομα τὸ λογικὸν ἔχει πρὸς τὸν ὅρον, οὕτω καὶ τὸ πρᾶγμα τῆς οιαφορας περιέχεται ὑπὸ του εἴδους. λβ. Ἐπεὶ δὲ ἐν πᾶσιν ἀναφκαιότατόν ἐστιν εἰδέναι τὰς εὑρέσεις τῶν προτιθεμένων θεωρημάτων; καὶ ἐνταῦθα πειραθῶμεν ἐπὶ τῶν παρόντων διά τινος μεθόδου τεχνικῆς τὴν εὕρεσιν αὐτῶν παραδοῦναι. Ὅτι μὲν οὖν ἀπὸ τῆς κοινότητος τῆς οὐσιώδους τὸ γένος καὶ τὸ εἶδος εὑρίσκεται φανερόν. καὶ τοῦτο δὲ πρόδηλον ἤδη ἐκ τῶν προδιωρισμένων, ὅτι τὸ μὲν εἶδος τῇ κοινότητι διατείνει περὶ τὰ καθ’ ἕκαστα, τὸ δὲ γένος περὶ τὰ εἴδη καὶ καθολικώτερον μᾶλλον. τὴν δὲ διαφορὰν εὑρίσκομεν ἀπὸ τῆς κὰτ ειοη ειεροτητος χαρακτηριστικης. ἔχει μὲν οὖν τὸ μέσον οὐσίας καὶ ποιότητος ἤτοι ἐξ ἀμφοῖν συνεστηκὸς ἢ τῆς οὐσίας συλλαβούσης τὸ ποιὸν ἢ ἀνάπαλιν τῆς ποιότητος τὴν οὐσίαν ἢ μεταξὺ τῆς διαφορᾶς οὔσης τῶν ποιῶν τε καὶ τῆς οὐσίας, ὡς ἐκβεβηκέναι αὐτὴν ἀμφότερα τὰ ἄκρα. δεῖ τοίνυν τὸν λόγον τῆς διαφορᾶς μηδαμοῦ ἀπέχεσθαι τῆς οὐσίας τῶν εἰδῶν εἰ δὲ μή, γίνεται κατὰ συμβεβηκός), ἀλλ’ ὥσπερ εὑρίσκεται τὸ γένος ἀπὸ τῆς τῶν εἰδῶν καὶ τῆς οὐσίας κοινωνίας, τὰ δὲ εἴδη, ἡνίκα ἄν τὰ ἀριθμητὰ κοινωνῇ τοὐ. εἶναι, οὕτως δὴ καὶ τὰς διαφορὰς ἀπὸ τῆς ἑτερότητος τῆς θεωρουμένης κατὰ τὰς ἰδιότητας τῆς οὐσίας περιλαμβάνεσθαι· οὕτω γὰρ ἄν εὔληπτος αὐτῶν γένοιτο ἡ εὕρεσις. λγ. Ἐξήγησαι τὸ ἐδάφιον, ὅπου φησὶ τῶν ἑτέρων γενῶν ἑτέρας εἶναι τῷ εἴδει τὰς διαφοράς. | Τῷ εἴδει εἶπεν ἀντὶ τοῦ τῷ λόγῳ, ὥσπερ καὶ· ἐν τοῖς τοπικοῖς σύυηθες αὐτῷ ταῦτα ἐπαλλάττειν ἀντὶ ἀλλήλων, βούλεται δὲ διὰ τούτου ἀκριβολογεῖσθαι περί τινος μείζονος· ἵνα γὰρ μὴ τῷ ὀνόματι προσέχοντες τὰς 1 ἔχειν] ἔχει coni. Spengel 3 αὐτὸ scripsi: αὐτῶ libri (cf. p. 28,13. 14) διαφέρει GMR: διαφέρειν Α 4 ἐστι τὸ χωρίζον colloc. AM 5 πλεῖν] εἴν in lit. refecit R2 7 τὸν ex τὸ corr. Α 8 γίνεσθαι Α 11 περιέχεται CR: ἐπέχεται AM 13 προτιθεμένων CR (coni. Spengel): προστιθεμένων AMs 13. 14 τῶν ·πα- ρόντος Α 16 δὲ CR: δὴ AM προσδιορισμένων (sic) ex προσδιορισμῶν corr. Α 17 ἕκαστα C 20 συνεστηκὸς CMR: συνεστὸς Α συλλαβούσης CMR: λαμβανούσης Α 23 μηδαμοῦ AMR: μηδαμῶς C 26 κοινωνῇ τὰ ἀριθμητὰ colloc. AM δὴ] δεῖ s ex coniect. 27 περιλαμβ. AMR: παραλαμβ. C 29 ἑτέρων γενῶν CR: ἑτερογενῶν AM Arist. (cf. p. 30,4) 31 ἐν τοῖς τοπικοῖς] cf. Α 7 103a 8 sq. 32 ἐπαλλάττειν coni. Spengel: ἐπαλλάττει libri αὐτὰς λέγωμεν διαφορὰς σκεύους καὶ ζῴου, οἷον τὸ ὑπόπουν καὶ ἄπουν, διὰ τοῦτο προσέθηκε τῷ λόγῳ· ταῦτα γὰρ ὀνόματι μόνῳ δο.κεῖ τὰς αὐτὰς διαφορὰς ἔχειν. ἢ καὶ οὕτως ἄν εἴποιμεν· ὡς ἕτεραι τῷ εἴδει εἰσὶν αἱ λαμβανόμεναι ὡς ἐν τῷ εἴδει ἑκάστου τῶν ἑτέρων γενῶν, ἐν μὲν τῷ ζῴῳ τοῦ ἀνθρώπου, ἐν δὲ τῇ ἐπιστήμῃ τῆς μουσικῆς λαμβανομένης, δύναται τὸ ἕτεραι τῷ εἴδει καὶ τὰς εἰδοποιοὺς σημαίνειν διαφοράς, ἵνα μὴ λάβῃ τις τὰς κατὰ συμβεβηκὸς ὡς τὸ πλεῖν τοῦ ἀνθρώπου· οὐ γὰρ αἱ ὁπωσοῦν χωρίζουσαι διαφοραί, ἀλλ’ αἱ κατὰ τὸ εἰδοποιεῖν καὶ τὸ εἶναι αὗται κυρίως εἰσὶν ἕτεραι τῷ εἴδει. λδ. Λοιπὸν τοίνυν ἐστὶν ἀκριβῶς διελέσθαι, τί ποτέ ἐστι τὸ ἄτομον καὶ ἓν ἀριθμῶ. Ἄτομον μὲν οὖν λέγεται οὐχ ὡς τὸ ἀδιαίρετον καὶ ἀμέριστον, ἀλλ’ ὡς τὸ μὴ δεχόμενον τομὴν γένους εἰς εἴδη μηδὲ εἴδους εἰς τὰ καθ’ ἓν ἀριθμῷ διωρισμένα. ἓν δὲ ἕκαστον τῶν αἰσθητῶν λέγεται οὐ κατὰ μίαν δύναμιν, ἀλλ’ ὅτι πάντα εἰς μίαν νεύει οὐσίαν. ἐπεὶ δὲ πολλαχῶς τὸ ἓν λέγεται καὶ γένει καὶ εἴδει καὶ κατ’ ἄλλους τρόπους πλείονας, ἀφορίζει νῦν ἓν τὸ κατ’ ἀριθμὸν λαμβάνων οὐ μόνον ᾧ ἀριθμοῦμεν, ὡς συκοφαν- τοῦσί ·τινες, ἀλλὰ καὶ τὸ ἀριθμούμενον. οὕτω γὰρ καὶ τοὺς πέντε ἵππους ἐν ἀριθμῷ τινι λέγομεν. λε. Ἀλλ’ εἰ εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, τίνι διαφέρει ὁ ἄτομος καὶ εἷς τοῦ ἀτόμου καὶ ἑνός· ἓν γὰρ ἀριθμῷ ἐστι καὶ οὗτος κἀκεῖνος. Οἱ μὲν οὖν λύοντες τὴν ἀπορίαν ταύτην κατὰ τὸ ἰδίως ποιόν, τοῦτ’ ἔστιν ὅτι ὁ μὲν φέρε γρυπότητι ἡ ξανθότητι ἢ ἄλλῃ συνδρομῇ ποιοτήτων ἀφώρισται, ἄλλος δὲ σιμότητι ἢ φαλακρότητι ἢ γλαυκότητι, καὶ πάλιν ἕτερος ἑτέραις, οὐ καλῶς μοι δοκοῦσι λύειν· οὐ γὰρ ἡ συνδρομὴ τῶν ποιοτήτων ἀριθμῷ ποιεῖ διαφέρειν, ἀλλ’ εἴπερ ἄρα ποιότης. μᾶλλον οὖν ἐκείνως ἀπαντητέον, ὅτι τὰ τῷ ἀριθμῷ ἕτερα οὐ διαφέρει ἀλλήλων τῇ φύσει καὶ τῇ οὐσίᾳ, ἀλλ’ ἔχει τὸ ἕτερον κατὰ τὸ ἀριθμεῖσθαι· ἕτερα οὖν ὡς ἀριθμητά· ἐν γὰρ τῷ καθ’ ἓν ἀριθμεῖσθαι ἕκαστον ἐπέρχεται ὁ ἀριθμός. διαφέροντα οὖν τῷ ἀριθμῷ δοκεῖ μοι λέγειν τοῦτ’ ἔστι διεστηκότα ὡς ἀριθμητά, ἵν’ ᾖ τὸ λεγόμενον ἐπὶ τοῦ εἴδους τοιοῦτον, ὅτι τὸ κατὰ πλειόνων καὶ διεστηκότων τῷ ἀριθμεῖσθαι εἶδός ἐστιν, ἵνα τὸ διαφέρειν ἀντὶ τοῦ διεστηκέναι λαμβάνωμεν. λς. Ἀκήκοα δέ τινων πλεονασμὸν ἐγκαλούντων τῇ τομῇ ταύτῃ, ὡς οὐ 5 fort. λαμβανόμεναι, nisi malis eicere G ἕτεραι AM: ἕτερα CR λάβη AM: λάβοι CR 8 τὸ εἰδοποιεῖν CMR: εἰδοποιεῖν Α 9 εἴδει] εἰ (alterum) refecit R2 14 ὡρισμένα M1 (δι superscr.) 16 πλείονας] πλείονα Brand. (45a48) 18 καὶ (ante τοὺς) supra scr. M 19 τινι supra scr. Α 20 τὸ κατὰ—τί ἐστι (21) transcriptoris culpa iter, (uncinis inclus.) s 21 καὶ om. ACRs: superscriptum del. M: inserendum coni. Spengel (cf. v. 10. 11 p. 2,30) 23 λύοντες AM: λέγοντες CR 29 ἔχει R: ἔχειν ACM 30 τῶ ex τὸ corr. R2 ἕκαστον in mrg. suppl. Α 33 διεστηκότων CR: διαφερόντων AM τῶ CR: τὸ AM 33. 34 ἵνα—λαμβάνωμεν eicias (cf. v. 31) καλῶς τῷ ποιεῖν τὸ πάσχειν ἀντέταξεν· ἐχρῆν γὰρ ἀμφότερα ὑφ᾿ ἓν γένος εἶναι τὸ κινεῖσθαι. Ἔστι δ’ ἡ τούτου λύσις τοιαύτη· οὔτε τὸ ποιοῦν ᾗ ποιεῖ πάσχει οὔτε τὸ πάσχον ᾗ πάσχει ποιεῖ, οὐδὲ τοῖς συνθέτοις συνέρχεται τὰ δύο εἰς ταὐτὸ ὑπὸ τοῦ τὰς δύο ἀρχὰς εἰς ταὐτὸ συμπίπτειν. τὸ μὲν οὖν κινεῖσθαι ἐν τῷ πάσχειν ἐστί. τὸ δὲ ποιοῦν κινεῖ ἀκίνητον ὄν. ἔνια δὲ τῶν ποιούντων ἐν τοῖς αἰσθητοῖς κατὰ συμβεβηκὸς κινεῖται ἀπὸ τοῦ τὰς δύο ἀρχὰς ἐν αὑτοῖς ἔχειν, καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ κινούμενον ἕτερον. ἀντιδιεῖλεν οὖν τῷ ποιοῦντι τὸ πάσχειν κατὰ τὰ ἑαυτῷ περὶ τῶν αἰτίων δοκοῦντα. Ἄλλη πάλιν αἰτία καθ’ ἕτερον τρόπον τὴν περιττότητα αἰτιᾶται· τὰ μὲν γὰρ καθ’ αὑτά, τὰ δὲ πρός τι διαιροῦνται, καὶ ἐν τούτοις περιλαμβάνειν νεῖν δοκοῦσι πάντα τὰ γένη. ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμνοντες αὐτὰ ἡγοῦνται ἀρκούντως διαιρεῖσθαι. | οὐκ ὀρθῶς οἰόμενοι· οἱ μὲν γὰρ εἰς ὑποκείμενον καὶ συμβεβηκὸς διχοτομοῦντες τὰς κατηγορίας ἐφάπτονται μέν πως τῆς Ἀριστοτέλους πρώτης καὶ εἰς ἐλάχιστα τῶν γενῶν τομῆς, καὶ ταύτῃ γε οὐχ ἁμαρτάνουσιν· ᾗ δὲ παραλείπουσι τὰ καθόλου καὶ ἐν μέρει, ταύτῃ δὲ κακῶς χρῶνται καὶ ἀτελῶς τοῖς Ἀριστοτελικοῖς. οἱ δ’ αὖ εἰς οὐσίαν καὶ πρός τι ἀντιδιαιροῦντες, ἐπειδὴ τὰ συμβεβηκότα ἄλλου ἐστί, καὶ οὕτω δύο μόνα ποιοῦντες γένη τὰς ὅλας κατηγορίας, οὗτοι δὲ ἐπιτίθενται τῇ ἐνδείᾳ τῶν ὀνομάτων· ᾗ γὰρ συμβεβηκότα οὐ πάντα ἐστὶν ἄλλου, ἀλλὰ ἓν μόνον τὸ αὐτῷ λεγόμενον πρός τι. δοκεῖ δὲ πρός τι εἶναι πάντα τὰ συμβεβηκότα διὰ τὸ ῇμᾶς ἀφαιρεῖν τὰ ὀνόματα τῶν πεφυκότων συσσημαίνεσθαι διὰ τὸ γνώριμον· οὕτως ἡ λευκότης δοκεῖ τινος εἶναι οὐκ οὖσα καθ’ αὑτήν τινος. ἐπὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ προηγουμένως καθ’ αὑτὰ πρός τί ἐστι. Σωκράτης γὰρ Σωφρονίσκου λέγεται οὐχ οὕτως, ᾗπέρ ἐστι Σωκράτης, ἀλλὰ παραλείπομεν ὡς γνώριμον τὸ υἱός, ἐπεὶ ᾗ Σωκράτης οὐδενός. καὶ τὸ συμβεβηκὸς εἰ μὲν ἀναφέρ·οιμεν εἰς τὸ ὑποκείμενον, πρός τι, ὥσπερ ὁ ἀγρὸς ὡς κτῆμα πρός τι, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συμβεβηκὸς φύσις τις ἰδία. καὶ ἡ ὕλη δὲ καὶ τὸ ὑποκείμενον καθὸ μὲν τυγχάνει τούτων τῶν προσηγοριῶν, πρός τί 1 τὸ πάσχειν CMR: καὶ τὸ πάσχειν Α 2 εἶναι] an θεῖναι? 3 δ’ ἡ CR: δὴ AMs τούτου supra scr. A 6 ἀκίνητον CR: ἀεικίνητον AM 7 κινεῖται Simpl. (f. 15v33): κεῖται ACMRs τοῦ τὰς AM: τούτου CR 8 αὑτοῖς MR: αὐτοῖς AC μέν τι CR: μέντοι AM αὐτῶν—πάσχειν (9) om. AM 9 τὸ in lit. R2 περὶ AM: παρὰ CR (cf. p. 7,19) 11 αἰτία AM: ἀπορία CRs 12. 13 περιλαμβάνειν AM Simpl. (f. 15v33): παραλαμβάνειν CR 13 ante συμβεβηκὸς add. εἰς M: om. ACR Simpl. 15. 16 ante διχοτομοῦντες add. διατέμνοντες ταῦτα ἡγοῦνται ἀρκούντως διαι- ρεῖσθαι (cf. V. 13. 14) statim del. R 16 πως CR: που AM 19. 20 ἀντιδιεροῦντες R 20 ποιοῦντες ACR: ποιοῦνται Ms 22 οὐχ ὅλα πάντα (sed ὅλα del.) M ἄλλου CR: ἄλλα AM 23 δοκεῖ AMR: δοκοῦν C 24 διὰ supra scr. M 25 οὕτως R: οὕτω CM2: οὔτε AM1 καθ’ αὑτήν ACR: κατ’ αὑτήν M 26 κατ’ αὐτὰ M 28. 29 εἰ μὲν AMR: εἴπερ C 29 ἀναφέροιμεν AMR: ἀναφέρομεν C 30 ἡ AMR: om. C ἐστι (τινὶ γὰρ ὑπόκειται), καθὸ δὲ ἀρχή, κατὰ διάστασίν ἐστι καὶ καθ’ ἑαυτό. δεῖ τοίνυν μὴ ῥημάτων συνηθείας ἀλλὰ τῆς τῶν πραγμάτων φύσεως ἐξεταστὰς γίνεσθαι, μηδὲ τῇ ἐνδείᾳ τῶν ὀνομάτων ἐπιτίθεσθαι, ἀλλὰ ταῖς διαφόροις ἰδιότησι τῶν πραγμάτων συνακολουθεῖν. οὕτω γὰρ οὐχ εὑρεθήσεται τὰ γένη ἐλάττονα ὄντα τῶν δέκα. εἰ δέ τις εἰς ὑποκείμενον <καὶ τὰ περὶ τὸ ὑποκείμενον> διαιρούμενος ὡς περιττεύουσαν εὐθύνει τὴν εἰς δέκα διανομήν, καὶ οὗτος ἀορίστως ἀντιδιαιρεῖ τὰ περὶ αὐτὸ πρὸς ἓν καὶ ὡρισμένον τὸ ὑποκείμενον. λζ. Ταῦτα μὲν οὖν ἐν τῷ παρόντι ἀρκεῖ μετρίως ἀντιρρηθέντα πρὸς τοὺς περιττεύειν λέγοντας τὴν τῶν κατηγοριῶν διάταξιν, ἀπάντησον δὲ καὶ πρὸς τοὺς ἐλλείπειν αὐτὴν ἀποφαινομένους· διὰ τί γάρ φασι τῷ μὲν ποιεῖν τὸ πάσχειν ἀντέταξεν, οὐκέτι δὲ τῷ ἔχειν τὸ ἔχεσθαι; Οὔτοι παραλείπων αὐτήν, ὡς ἡμεῖς ἄν εἴποιμεν δικαιολογούμενοι, ἀλλ’ ὅτι ἐνέπιπτεν εἰς τὴν τοῦ κεῖσθαι κατηγορίαν τὴν ἤδη προωρισμένην. ἔχει μὲν γάρ τις τὴν ἀσπίδα, ἔχεται δὲ ἡ ἀσπὶς ἐν τῷ οὑτωσὶ περικεῖσθαι· οὐκ ἄλλο τι οὖν ἔσται ἡ θέσις ἢ τάξις τῶν ἐχομένων. Ἀλλὰ διὰ τί τοὺς συνδέσμους παρέλιπεν, ἀποροῦσιν. Ἐπειδή, φαμὲν ἡμεῖς, οὔτε προηγουμένη ἐστὶν αὐτῶν ἡ χρεία τοῦ λόγου ἀλλὰ δευτέρα, οὔτε τελεία ἀλλ’ ἀτελής, οὔτε λεκτικὴ συμβολικὴ δὲ μᾶλλον. ἀλλ’ οὐδὲ σημαίνει προηγουμένως συσσημαίνει δὲ μᾶλλον, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν, αἵτινες μετὰ τῶν γεγραμμένων μὲν συσσημαίνουσι τὸ ἀπαρτίζον τῆς διανοίας αὐταὶ δὲ καθ’ ἑαυτὰς οὐδὲν δηλοῦσι. καὶ οἱ σύνδεσμοι τοίνυν συσσημαίνουσι μετὰ τῶν ἄλλων μερῶν τοῦ λόγου, αὐτοὶ δὲ καθ’ ἑαυτοὺς οὐκ εἰσὶ σημαντικοί, ἀλλ’ ἐοίκασι τῇ κόλλῃ· διόπερ οὐδὲ λόγου στοιχεῖα αὐτοὺς τιθέμεθα, ἀλλ’ εἴπερ ἄρα μέρη λέξεως. κἄν σημαίνωσι δὲ οὗτοι, κατὰ σύνταξιν σημαίνουσιν, ὥσπερ ἡ βα συλλαβή, τὸν δὲ λόγον εἶναί φαμεν περὶ τῶν ἄνευ συντάξεως καὶ καθ’ αὑτὰς σημαινουσῶν λέξεων καὶ κατὰ τὰς προηγουμένας χρήσεις τοῦ λόγου, οὐ μέντοι κατὰ τὰς ἑπομένας. Πάλιν τινὲς ἐπιζητοῦσι τὰ ἄρθρα ποῦ ταχθήσεται. 1. 2 καθ’ ἑαυτό Simpl.: καθ’ ἑαυτήν ACMR 4 τῶν πραγμάτων ἰδιότησι colloc. C εις ἰδιότησι A2CMR: ἰδιότητι Α1 5 εἰς CR: ὡς Α: ὡς M 5. 6 καὶ τὰ περὶ τὸ ὑποκείμενον ex Simpl. inserui: καὶ συμβεβηκὸς coni. Spengel 6 ὡς AMR: ὥσπερ C 7 ἀντιδιερεῖ R 9. 10 ante ταῦτα vicem pars, signif. C: ante ἀπάντησον AMRs ἀρκεῖ ἐν τῷ παρόντι colloc. Α ἀντιρηθέντα CR 10 ἀπάντησιν C 11 μὲν AM: Simpl. (f. 15v 34): μὲν τὸ C: μέντοι R 12 ante τὸ πάσχειν add. καὶ CR: om. AM Simpl.: inclus. s τῶ ἔχειν τὸ ἔχεσθαι AM Simpl.: τὸ ἔχειν τῶ ἔχεσθαι CR 13 οὔτοι CR: οὔτι AM 14 τὴν (prius) CR Simpl.: cm. AM ἤδη AM Simpl.: om. CR προωρισμένην A2CRM: προωριζομένην Α1: διωρισμένην Simpl. (fort, rectius) 16 ἄλλο τι οὖν CR: ἀλλ’ ὁτιοῦν AM ἔσται CR: ἐστιν AM θέσις CMR Simpl.: σύνθεσις Α 21 παραγράφειν ΑΜ Simpl.: παρεγγράφειν CR τῶν γεγραμμένων AM Simpl.: τὸ γεγραμμένον CR 22 αὐταὶ S Simpl.: αὗται ACRM (cf. v. 24) 26 βᾱ CR: κα AM 27 τὸν ex τῶν corr. M 28 καὶ AMR: οὐ C 30 ἄθρα R Ἔστι δὲ καὶ περὶ τούτων ὁ αὐτὸς λόγος· σονδέσμων γὰρ ἔχει δόναμιν ἐπὶ ἀρρένων καὶ θηλέων μετὰ τοῦ καὶ τὸ ὑποκείμενον συμπαραδηλοῦν ἀορίστως, διὸ καὶ ἀόριστά τινες αὐτὰ καλοῦσι· τὸ μὲν γάρ τι ὑποκείμενον παρίστησι, μετὰ δὲ τοῦ ἄρρενος συνταττόμενον ἄρρεν τι δηλοῖ, μετά δὲ τοῦ θήλεος θῆλύ τι. παρῆκται δὲ τὸ τόδε | ἀπὸ τοῦ τινός, συνεκφαίνει δὲ ὁποτερονοῦν τῶν ἄρθρων τὸ ἄρρεν ἢ τὸ θῆλυ ἐν τῇ συντάξει, αὐτὸ δὲ καθ’ αὑτό ἐστιν ἄσημον. Ἀλλ’ αἱ ἀποφάσεις φασὶ καὶ αἱ στερήσεις τά τε ἀόριστα καὶ αἱ ἐγκλίσεις καθ’ ἑκάστην κατηγορίαν ἐν τίνι ταχθήσονται; Περὶ δὴ τούτου βέλτιον αὐτὸς Ἀριστοτέλης ἐν τοῖς Ὑπομνήμασιν ἀνεδίδαξε· προσθεὶς γὰρ τἀς κατηγορίας σὺν ταῖς πτώσεσιν αὐτῶν καὶ ταῖς ἀποφάσεσι καὶ ταῖς στερήσεσι καὶ τοῖς ἀορίστοις ὁμοῦ συνέταξεν αὐτῶν τὴν διδασκαλίαν πτώσεις τὰς ἐγκλίσεις ὀνομάζων. ἔσται δὴ οὖν τὸ ἀνυποδετεῖν τῆς αὐτῆς κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι, καὶ τὸ ἀναπνεῖν τῆς τοῦ ἔχειν κατηγορίας. ὥστε καὶ τὸ ὡπλίσθαι. καὶ αἱ ἀποφάσεις οὖν τούτων ἔσονται ὧν καὶ καταφάσεις, καὶ τὰ ἀόριστα τούτων ὧν καὶ τὰ ὡρισμένα· καθόλου γὰρ ἐν τούτω ἔχουσι τὸ εἶναι αἱ ἀποφάσεις καὶ στερήσεις ἐν τῷ τὰ ἀναιρούμενα μὴ εἶναι, εἰκότως ἄρα ἐπ’ ἐκεῖνα ἀναπέμποιτο τὰ ἐν ἕξει ὄντα καταφασκόμενα. καὶ ὁ νεκρὸς οὖν τούτου ἔσται οὗ καὶ τὸ ζῷον, καὶ ἡ τυφλότης τοῦ αὐτοῦ οὗ καὶ ἡ ἕξις καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. περὶ δὲ τοῦ ἑνός, ὡς οὐκ ἔστιν ἔξω πῖπτον τῶν κατηγοριῶν, πολλαχοῦ ἄν τις ἀποδείξειε· καὶ γὰρ ὡς ἀρχὴ τῶν ἀριθμῶν καὶ ὡς μέτρον ὑπάρχον τοῖς πρός τι συνταχθήσεται, καὶ εἴ τις ἀσώματον καὶ καθ’ ἑαυτὸν τὸν ἀριθμὸν τιθείη, οὐσία ἂν εἴη ἡ μονάς, εἰ δέ τις διττὸν ἀριθμὸν ὑπόθοιτο, ἔσται καὶ ἡ μονὰς ἐν δύο γένεσιν, ἐπὶ μὲν τῶν κατὰ σύνθεσ‘ιν ἀριθμητῶν ἐν τοῖς πρός τι, ἐπὶ δὲ τῶν νοητῶν ἐν οὐσίᾳ ταττομένη. μένη. εἰ δέ τις αὐτὴν καὶ μέρος ποσοῦ νομίζοι, ὥσπερ καὶ ὁ Ἀλέξανδρος, ἔσται καὶ ἐν τῷ ποσῷ ἅμα. τοῦτο μέντοι ὅλον παρακρούεται ἡμᾶς· πανταχοῦ γὰρ ἕτερόν ἐστι τὸ πέρας καὶ τὸ ὁριζόμενον ὑπὸ τοῦ πέρατος. καὶ ἡ μονὰς οὖν ἀρχὴ καὶ πέρας οὖσα τοῦ ποσοῦ οὐκ ἂν εἴη ποσόν. ἴσως δὲ βέλτιον ὁμώνυμον καὶ τὸ ἓν ἀπολιπεῖν, πολ|λαχῇ μὲν καὶ ἄλλῃ, ἀτὰρ 1 δὲ CR Simpl.: δὴ AM 2 θηλέων Brand, (p. 48a 39): θηλειῶν codd. s συμπαραδηλοῦν] παραδηλοῦν Brand. 3 τι CMR: τὸ As 5 θήλεος Brand.: θήλεως codd. s τοῦ supra scr. M 10 τούτου] τούτων Brand. ἐν τοῖς Ὑπομνήμασιν] cf. Rose, Arist. Pseudep. (Lipsiae 1863) p. 128 Arist. Fragm. (Lipsiae 1886) p. 108 11 προσθεὶς C Simpl. (f. 16 r 34): προθεὶς AMRs 12 αὐτῶν ante ὁμοῦ transp. AM 13 ἔσται CR: ἔστι AM Simpl. (cf. v. 16) δὴ om. Simpl. 14 ἀναπνεῖν] exarmatum esse Felic; fort, secundum ἀνυποδετεῖν scriptor ἀνοπλεῖν finxit 15 ὥστε] an ὥσπερ? 17. αἱ στερήσεις Simpl. 18 ἐπ’ ἐκεῖνα Simpl.: ἐπέκεινα codd. 18. 19 ἀναπέμποιτο] ἀναπέμπονται Simpl.; #x003E; ἀναπέμποιτο coni. Spengel (sed cf. Porph. p. 82,14 not.) 20 καὶ (ante ἡ ἕξις) AM: om. CR 22 ἀποδείξειε CR: δείξειε AM 23 μέτρον CR Simpl.: μέρος AMs συνταχθήσεται CR: ταχθήσεται AM 25 τὸν iter. C ὑποθοῖτο ACM 26 ἀριθμητῶν ex ἀριθμῶν corr. C 27 νομίζοι CR: νομίζει AMs 28 ὅλως Brand, (p. 448a 34) 29 πέρατος AM: περάματος CR Comment. Arist, IV 2 Dexipp. in Cat. 3 δὴ καὶ ὡς νυνὶ λέγομεν, οὐκ ἄν εἴη διαίρεσις προηγουμένη εἰς τὰς κατηγορίας οὐδὲ θέσις αὐτῶν ἀφωρισμένη εἰς ἓν γένος. λη. Τοσαῦτα μὲν καὶ πρὸς τοὺς ἐλλείπειν λέγοντας τὴν διάστασιν ταύτην ἐδικαιολογήσω, πρὸς δὲ τοὺς ἄλλα ἀντ’ ἄλλων ἀντεισάγειν τῶν κατηγοριῶν γένη τὸν Ἀριστοτέλην λέγοντας πῶς ἂν διαπραγματεύσοιο; λέγουσι τοίνυν τινές, ὡς δεῖ τὴν κίνησιν γένος εἶναι < ἀντὶ> τοὐ ποιεῖν καὶ πάσχειν· οὔτε γὰρ εἰς ἄλλο γένος αὐτὴν προσήκει ἀνάγειν, οὔτε ἄνωθέν τι αὐτῆς ἐν τῷ τί ἐστι κατηγορεῖται, οὔτε εἰς τὸ ποιεῖν οἷόντε αὐτὴν τάττειν καὶ γὰρ ἐν τῷ πάσχειν πολλαὶ κινήσεις), οὐδ’ αὗ ἐν τῷ πάσχειν, ὅτι πολλαὶ κινήσεις ποιήσεις. Πρὸς δὴ ταῦτα ἄνωθεν διοριζόμεθα τὸ δυνάμει καὶ ἐνεργείᾳ θεωρεῖσθαι κατὰ τὰς δέκα κατηγορίας ὁμωνύμως. διόπερ οὔτε τὴν δύναμιν ουτε τὴν ἐνέργειαν θήσομεν ἐν ταῖς κατηγορίαις· τῶν γὰρ ὁμωνύμων καὶ καὶ οὐσίαν πάντῃ διαλλαττόντων οὐχ οἷόν τε ἦν ἓν εἶναι κοινὸν γένος. διόπερ καὶ τῆς κινήσεως εἰς ἐντελέχειαν ἀπὸ τῆς δυνάμεως ὁδευούσης ἄλλως μὲν ἐν τῶ ποιῶ, ἄλλως δὲ ἐν τῷ ποσῷ, ἄλλως δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις, οὐχ οἷόν τέ ἐστι νοεῖν μίαν κατηγορίαν διὰ τὴν ὁμωνυμίαν. καὶ τὴν στάσιν δὲ εἴ τις ἀντεισάγοι, ταὐτὰ πρὸς αὐτὸν ἀντεροῦμεν, καὶ ἔτι προσήκειν λέγοντες οὐ τοῖς ἐν γενέσει ἀλλὰ μᾶλλον τοῖς νοητοῖς τὴν στάσιν. εἰ δέ τις εἰς τὸ πὼς ἔχον συντάττοι τὰς πλείστας κατηγορίας, ὥσπερ οἱ Στωικοὶ ποιοῦσιν, ἐπιδεικτέον αὐτοῖς, ὅτι πλεῖστα παραλείπουσι τῶν ὄντων τά τε ἐν τόπῳ καὶ τὰ ἐν χρόνῳ καὶ κατ’ ἀριθμὸν ποσὰ καὶ κατὰ πηλίκον καὶ τὸ ὑποδεδέσθαι καὶ ἄλλα τοιαῦτα· οὐδὲν γὰρ ὅτι τῶν τοιούτων περιέχεται ἐν τῷ πὼς ἔχοντι. λθ. Ἀλλ’ εἴποι τις ἄν συνώνυμον εἶναι τὸ ὄν· καὶ γὰρ ὁ λόγος καὶ τὸ ὄνομά φασιν ἐφαρμόζει το.ῖς οὖσιν· ἔστιν ἄρα ἕκαστον τῶν ὄντων ἢ ποιοῦν ἢ πάσχον ἢ ἀμφότερα, ὥστε εἰ καὶ ὀνόματος καὶ λόγου τοῦ αὐτοῦ μετέχει τὸ ὄν, πᾶν εἴη ἂν συνώνυμον. | Η καὶ πρὸς τοῦτο ἀντειπεῖν ῥᾴδιον, ὅτι οὐχ οὗτος ὅρος ἐστὶ τοῦ ὄντος τὸ ἢ ποιεῖν αὐτὸ ἢ πάσχειν ἢ ἀμφότερα· περιλαμβάνει μὲν γὰρ τὰ δηλούμενα ὡς ὄντα αὕτη ἡ ἀπόδοσις τοῦ λόγου, τίνα δέ ἐστιν οὐ σημαίνει. ὡς γὰρ οὐκ ἔστι λόγος κυνὸς τὸ ζῷον χερσαῖον ἢ θαλάττιον ἢ οὐράνιον, ἀλλ’ ὁ δηλῶν τὴν οὐσίαν αὐτοῦ, οὕτως οὐδὲ ὁ εἰρημένος λόγος ἂν εἴη τοῦ ὄντος, ἄλλως τε ὅτι οὐδὲ ἀληθεύεται οὗτος ὁ λόγος κατὰ τῶν εἰδῶν τοὐ ὄντος. χρὴ γὰρ τὸν ὅρον τοῦ γένους ἐφαρμόζειν καὶ τῷ εἴδει· ὥσπερ οὖν 2 αὐτῶν AM: om. CR; conicias τῶν ὁμωνύμων (cf. Simpl. f. 16 r 34) εἰς ἓν γένος ἀφωρισμένη colloc. AM 3 post μὲν una littera erasa R 4 ταύτην ἐδικαι— in lit. refecit R2 5 ἀριστοτέλη C 6 ἀντὶ Simpl. (f. 16 r 35): om. codd. s 9 οὐδ’ αὖ— κινήσεις (10) CR: om. AM 10 καὶ ποιήσεις AM 15 εἰς ἐντελέχειαν post δυνάμεως transp. AM 17 ἐστι CMR: om. Α 18 ταὐτὰ M: ταῦτα ACR 20 ἔχων AM ὥσπερ] ὅπερ Brand. (48b 20) 26 ante ἔστιν add. ἕτερα M 21) οὗτός ἐστιν ὅρος colloc. AM 30 ἢ πάσχειν αὐτὸ colloc. AC1 (corr. litt. superscr.) M ὲν (sic) ἀμφότερα A 33 εἰρημένος] ὡς superscr. del. M ὁ τοῦ ζῴου λόγος ἐφαρμόζει καὶ τῷ ἀνθρώπῳ, οὕτως ἔδει καὶ τοῦτον τὸν λόγον ἐφαρμόζειν ἑκάστῳ τῶν εἰδῶν τοῦ ὄντος, οἷον κυνὶ ἢ ἀνθρώπῳ ἢ ἵππῳ, οὐδεὶς δὲ ὅρον ἀποδιδοὺς ἵππου φησὶν αὐτὸν ἢ ποιεῖν ἢ πάσχειν ἢ ἀμφότερα. μ. Ἀπορήσειε δ’ ἄν τις τὸ ἔστι καθ’ ἑκάστην τῶν κατηγοριῶν λεγόμενον πῶς χρὴ ἐκδέχεσθαι ἤιοι γὰρ τὸ αὐτὸ σημαίνει τῷ καθ’ οὗ κατηγορεῖται ἢ ἕτερον. ἀλλ’ εἰ μὲν τὸ αὐτό ἐστιν ἡ οὐσία καὶ τὸ ἔστι, περιττὸν τὸν τὸ κατηγορεῖν αὐτῆς τὸ ἔστι· δυνάμει γάρ ἐστι ἡ οὐσία οὐσία καὶ τὸ ποιὸν ποιόν. ἢ εἰ μὴ ἀδολεσχοῦμεν κατηγοροῦντες αὐτῶν τὸ ἔστιν, ἕτερον αὐτῶν ἔσται τὸ ἔστιν. εἰ δὲ ἕτερον, καὶ καθ’ ἕκαστον ἕτερον, ὥστε οὐ δέκα μόνον αἱ κατηγορίαι, ἀλλὰ καὶ ἄλλαι δέκα καθ’ ἃς τὸ ἔστι περὶ ἑκάστης αὐτῶν λέγομεν, καὶ πάλιν εἰ ἑκάστου τούτων ἄλλο τὸ ἔστι κατηγορήσομεν, ἐπ’ ἄπειρον ἀναβησόμεθα. εἰ δὲ ἓν εἴη καὶ κοινὸν ἐπὶ πασῶν τὸ ἔστι κατηγορούμενον καὶ ἐγκέκλιται τὸ ἔστι ἀπὸ τοῦ ὄντος, εἴη ἄν γένος τὸ ὂν. Φανερὸν μὲν οὖν τὸ σόφισμα, κωλύει δὲ οὐδὲν ἀπαντῆσαι πρὸς τὴν τούτου λύσιν. τὸ γὰρ ἔστιν κατηγορῶμεν ἐφ’ ἑκάστου, τὴν ὕπαρξιν προσκατηγοροῦντες αὐτοῦ τοῦτο λέγομεν· ἡ δὲ ὕπαρξις καὶ τὸ ὑπάρχειν τὸ ὑποκείμενον οὐ κεχωρισμένον τι δηλοῖ τοῦ ὑποκειμένου, ἀλλά καθ’ ἕκαστον τῶν δέκα μαρτυρεῖ τῇ ὑποστάσει τὸ μὴ εἶναι ἀνυποστάτῳ αὐτῇ ἀλλ’ ὑφεστηκέναι. καὶ τὸ εἶναι οὖν ὁμώνυμον ἔσται καὶ δεκαχῶς ῥηθήσεται, ὁσαχῶς καὶ τὰ ὄντα. | 3 ἵππου CR: ἵππον ΑΜ αὐτὸν CMR: οm. Α 5 τῶν κατηγοριῶν CR: κατηγορίαν AM 8 ἐστι (alterum) CR: ἔσται AM 9. 10 αὐτῶν ex αὐτῶ utrobique corr. R2 10 έσται AMR: ἐστὶ C 12 τούτων A: τούτούτων (sic) M: τούτου CR 13 κοινὸν ex κοινῶν corr. Α 14 ἐγκέκλιται corr. Sahune: ἐγκέκληται codd. 18 ἡ AM: εἰ CR 19 δηλοῖ ex δηλῶ corr. R2 20 post δέκα add. κατηγοριῶν del. Α μαρτηρεῖ R αὐτὴ AM: αὐτῶ CR 21 ὁμώνυμον CR: del. M: om. Α ΔΕΞΙΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΚΑΤΗΓΟΠΙΑΣ ΑΠΟΡΙΩΝ ΤΕ ΚΑΙ ΛΥΣΕΩΝ ΔΕΥΤΕΡΟΝ Κεφάλαια τοῦ δευτέρου βιβλίου. α. Πότερον διαίρεσίς ἐστιν ἢ καταρίθμησις εἰς τὰς κατηγορίας. β Πλωτίνου ἀπορία, ὅτι τὸ αὐτο οὐ σημαίνει ἡ οὐσία ἐπί τε τῶν πρώτων ὄντων καὶ ὑστέρων οὐκ ὄντος γένους κοινοῦ ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον. γ. Ὅτι κατὰ τὰς Πλατωνικὰς ὑποθέσεις δύναται εἶναι αὕτη ἡ ἀπάν- τησις, κατὰ δὲ τὰς Ἀριστοτέλους χρὴ λῦσαι τὸ ἀπορούμενον. δ. Πλωτίνου ἀπορία, εἰ τὰ αὐτά ἐστι γένη τῶν ὄντων ἔν τε τοῖς νοητοῖς καὶ τοῖς αἰσθητοῖς. ε. Ἀπορία Πλωτίνου πρὸς Ἀριστοτέλην, τί κοινὸν ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ ἐξ ἀμφοῖν συνεωρακὼς πάντα οὐσίας εἶναι λέγει. ς. Ἀπορία Πλωτίνου περὶ τῆς οὐσίας, τίς αὐτῆς ἡ πρώτη καὶ ἁπλουστάτη στατὴ ἔννοια καὶ πῶς ἔνεστιν αὐτὴν ἐξηγεῖσθαι. ζ. Ἀπορία Πλωτίνου, διὰ τί ἡ οὐσία προτάττεται τῶν ἄλλων. η. Ὅτι ὁ ἀποδοθεὶς περὶ αὐτῆς λόγος οὐ διδάσκει, τί ἐστιν ἡ οὐσί. θ. Ὅτι τὸ ἴδιον τῆς οὐσίας πᾶσιν ἐφαρμόζει. ι. Πῶς νῦν μὲν προτάττει τὴν οὐσίαν τὴν αἰσθητὴν τῶν ἄλλων καὶ πρώτην λέγει, ἀλλαχοῦ δὲ μετὰ τὴν ἀσώματον ταύτην τάττει; 1. 2 tit. hie exhibent CR: ante huius libri caput primum (p. 39.1) transp. AMs 2 δεύτερον] τερον] β AM: oblitt. R: βιβλίον β C: τὸ δεύτερον s ex Sahunii coni. (cf. p. 1. 75 Sp.) 3 βιβλίου CR: λόγου AM 4 εἰς τὰς κατηγορίας CR: ἐν ταῖς κατηγορίαις AM 5 ἡ AMR: om. C 6 ὑστέρων AM: ὑστέρου CR 7 πρῶτον καὶ ὕστερον CR: πρότερον καὶ τὸ ὕστερον AM 8 ἡ AM: om. CR 8. 9 post ἀπάντησις add. εἶναι AM: om. CR 12 πλωτίνου ex πρωτίνου corr. C 13 συνεωρακὼς CR: ἑωρακὼς AM εἶναι CR: om. AM 15 πῶς AM: ποῦ CR 16 πλωτίνου ἀπορία colloc. AM προτάττεται CR: προτέτακται AM 17 πεοὶ CR: ὑπὲρ M: om. supra scr. Α ἡ AMR: om. C (cf. V. 5) 19 μὲν supra scr. Α προττάιτει C 20 ταύτην CR: αὐτὴν AMs τάττει coni. Spengel (cf. p. 44,33): ἄγει CR: λέγει AMs ία. Ὅτι δοκεῖ ὑπεναντία λέγειν ἑαυτῷ ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττων ὡς πρώτα, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα. ιβ. Περὶ τῶν κοινῶν πρὸς Ἀλέξανδρον ἀντιλογία. ιγ. Ὅτι πρῶτον ἔδει τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν δεύτεραι λέγονται οὐσίαι. ιδ. Ὅτι μὴ δείξας τὴν πρώιην οὐσίαν μὴ οὖσαν μᾶλλον καὶ ἧττον τὰ εἴδη μᾶλλον καὶ ἧττον λέγει. ἴε. Εἰ οὐδεμία οὐσία μᾶλλον καὶ ἧττον, πῶς τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία. ις. Ὅτι εἰ τὸ αἴτιον τῆς αἰσθητῆς οὐσίας λαμβάνει, τὴν ἧττον οὐσίαν λαμβάνει. ιζ. Ὅτι τὴν γενικὴν οὐσίαν οὐχ ὡρίσατο. ιη. Ὅτι οὐ διήρηκε τὰς οὐσίας. ιθ. Ὅτι τὸ φανερὸν δὲ ἐκ τῶν εἰρημένων οὐκ ἔχει δῆλον ποίων εἰρημένων. κ. Ὅτι χρήσιμος ἡ περὶ τῶν διαφορῶν θεωρία. κα. Ἀπορία περὶ τῆς διαφορᾶς ποῦ αὐτὴν χρὴ τάττειν. κβ. Ἀπορία περὶ τοῦ μὴ λέγεσθαι. τὰς διαφορὰς καθ’ ὑποκειμένου κγ. Πῶς εἰπων δοκεῖ πάσῃ οὐσίᾳ ὑπάρχειν τὸ τόδε τι λέγεσθαι ἐπήγαγεν ἑξῆς οὐ μὴν ἀληθές γέ ἐστι τοῦτο; κδ. Εἰ μηδέν ἐστι ἰῇ οὐσίᾳ ἐναντίον, πῶς τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ ἐναντίον ἐστι; κε. Πῶς, εἰ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, τὸ πῦρ τῷ ὕδατι καὶ τὰ ἄλλα στοιχεῖα ἐναντία λέγει Ἀριστοτέλης; κς. Ὅτι δύναται ὁ ἄνθρωπος τῷ ἵππῳ εἶναι ἐναντίον ἢ ὁ τὶς ἄνθρωπος τῷ τινὶ ἀνθρώπῳ. | κζ. Πῶς, εἰ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, τὸ εἶδος τῇ στερήσει λέγει ἐναντίον ἐν τοῖς Φυσικοῖς καὶ τὴν ὕλην τῷ εἴδει; κη. Ὅτι τὸ μηδὲν τῇ οὐσίᾳ ἐναντίον ἐπὶ μὲν τῶν καθ’ ἕκαστα δέδεικται, ἐπὶ δὲ τῆς οὐσίας οὐ δέδεικται. κθ. Πῶς προειπὼν τὸ εἶδος μᾶλλον οὐσίαν τοὺ γένους νὺν φησιν οὐκ ἐπιδέχεσθαι τὴν οὐσίαν τὸ μᾶλλον καὶ τὸ ἧττον; λ. Ὅτι ὁ μᾶλλον λογικὸς μᾶλλόν ἐστιν ἄνθρωπος. 2 προτάττων AM: προστάττων CR ὡς scripsi: καὶ libri (cf. p. 45,4) 4 ὅτι om. C ante πρῶτον III litt. eras. R 5 τὴν CR: om. AM (cf. p. 45, 33) α γ η 1 τὸ εἶδος τοῦ γένους CR: τὸ τοῦ εἴδους γένος A: τὸ γένος τοῦ εἴδους M (cf. p. 46, 18) 12 οὐ ΑΜ: om. CR 13 δὲ CMR: om. A 16 αὐτὴν ΑΜ: αὐτῶν CR 18 ὑπάρχειν AM: ὑπὸ CR τὸ CR: om. AM 19 ἑξῆς CR: ἐφεξῆς AM τοῦτό ἐστιν colloc. Α 22 πῶς ante τὸ πῦρ transp. AM 23 ante Ἀριστ. add. ὁ Α: οm. CMR 24 ἐναντίος C τὶς] τὶ R1 (corr. m.2) 26 πῶς ante τὸ εἷδος transp. AM τῇ (alterum) AM: om. CR (cf. p. 63,15 Sp.) 28 ὅτι CR: om. AM ante τῇ οὐσίᾳ add. οὐ CR: om. AM: conicias εἶναι (cf. p. 64,7 Sp.) 29 ἐπὶ δὲ τῆς οὐσίας οὐ δέδεικται CR2: ἐπὶ δὲ τῶν καθ’ ἕκαστα οὐ ..... κται δέδει oblitt.) R1 ἐπὶ δὲ τῶν οὔ As: ἐπὶ δὲ τῶν καθόλου οὐ δέδεικται M λα. Πῶς ἡ ὕλη μᾶλλον καὶ ἧττον λέγεται; λβ. τίς ἡ αἰτία τοῦ τὴν μὲν οὐσίαν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον; τὰς δὲ ποιότητας ἐπιδέχεσθαι; λγ. Διὰ τί προσέθηκε τὸ δοκεῖ τὸ ἴδιον τῆς οὐσίας ἀποδιδούς; λδ. Διὰ τί προσέθηκε τὸ ἓν ἀριθμῷ τῷ τῆς οὐσίας ἰδίῳ; λε. Ὅτι βουλόμενοι κατασκευάσαι πάσῃ τῇ οὐσίᾳ ὑπάρχον τὸ τῶν ἐναντίων ἀνὰ μέρος αὐτὴν εἶναι δεκτικήν, λανθάνομεν κατασκευάζοντες 15 ἕτερον χεῖρον τὸ μὴ μόνῃ αὐτῇ ὑπάρχειν. λς. Ὅτι ὁ πατὴρ δέχεται τὰ ἐναντία οὐσία ὤν· νοσεῖ γὰρ καὶ ὑγιαίνει. λζ. Ὅτι ἐπὶ τῶν ἀιδίων οὐσιῶν οὐχ ἁρμόζει τοῦτο τὸ ἴδιον. λη. Εἰ ὥσπερ τὸ γένος καὶ τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ οὐκ ἐπιδέχεται ἐναντία, οὕτως οὐδὲ αἱ ἕξεις καὶ διαθέσεις ἀλλὰ τὰ ὑπ’ αὐτὰ αἰσθητά, οὐκ ἂν εἴη ἴδιον τῆς οὐσίας τὸ τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικόν· ὅπερ γὰρ ἐπὶ τῆς ἕξεως καὶ διαθέσεως τῆς γενικῆς, τοῦτο καὶ ἐπὶ τῶν γενικῶν οὐσιῶν θεωρεῖται, καὶ οὕτως κοινὸν ἔσται καὶ πρὸς ἄλλα τὸ μὴ εἶναι τῶν ἐναντίων ἀνὰ μέρος δεκτικά. λθ. Πλωτίνου ἀπορία, ὅτι τὸ εἶναι τῶν ἐναντίων ἀνὰ μέρος δεκτικὸν ὡς συμβεβηκὸς τῇ οὐσίᾳ ὑπάρχει. μ. Πλωτίνου ἀπορία, ὅτι εἰ κατὰ τὸ σύνθετον θεωροῦμεν τὴν οὐσίαν, εὑρίσκεται ἡ ὕλη μᾶλλον οὐσία. μὰ. Ὅτι οὐ μόνον τῆς οὐσίας ἴδιον τοῦτο, ἀλλὰ καὶ τοῦ λόγου καὶ τῆς δόξης. μβ. Ἀπορία Πλωτίνου, ὅτι αὐτὴν τὴν οὐσίαν τίς έστιν οὐ παρίστησι τὸ λεγόμενον αὐτῆς ἴδιον. 2 τοῦ CR: om. AM 2. 3 τὸ ἧττον AMR: ἧττον C 3 ἐπιδέχεσθαι CMR: δέχε- σθαι Α 4 δοκεῖ AMR: δοκεῖν ἴδιον OR: ῥᾴδιον AM 5 τὸ ἓν ἀριθμῷ coni. Spengel: τὸ τῶ ἀριθμῶ libri (cf. p. 67,19) post ἰδίῳ, add. Διὰ τί προσέθηκε τὸ (τὸ om. Α) τῷ ἀριθμῷ τῷ τῆς οὐσίας εἴδει; AM, nota γράφεται appicta CR: uncinis inclus. s 6 ὅτι βουλόμενοι CR: ἑλόμενοι AM 7 αὐτὴν εἶναι δεκτικήν CR: αὐτὴ δεκτικόν AM: αὐτὴν δὲ δεκτικήν s 8 μόνη AM: μόνον CR 9 τὰ ἐναντία CR: τὸ ἐναντίον AM 10 ὅτι CR: om. AM 11 οὐκ CMR: om. Α 12 ἐναντία CMR: ἐναντίον Α: an <τὰ> ἐναντία? 13 ἴδιον CR: om. AM 14 δεκτικόν AMR: κήν C 16 καὶ πρὸς iter. M 18 post ἀπορία add. εἰ κατὰ σύνθετον (cf. v. 20) del. Α δεκτικὸν Μ2R: δεκτικὰ M1: δεκτικὴν AC 19 συμβεβηκὸς τῇ οὐσίᾳ ὑπάρχει del. M 20 ὅτι CR: om. AM τὴν οὐσίαν θεωροῦμεν colloc. AM Μέχρι μὲν τούτων, ὦ φιλομαθέστατε Σέλευκε, τὰ μέν τ·ινα τοῖς παλαιοῖς ἀνδράσιν ἠπορημένα προβέβληκας, τὰ δὲ καὶ αὐτὸς ἐξεύρηκας τὸ δὲ ἐντεῦθεν ἐπ’ αὐτὰ μέλλω ἔρχεσθαι τὰ γένη τῶν κατηγοριῶν πότερον χωρίσαι βούλει τὰς ἀπορίας τοῦ Πλωτίνου καὶ τελευταίας τάξαι ἡ κατὰ τὴν ἐφεξῆς τῶν ἐδαφίων ἀκολουθίαν κἀκείνας παρατιθέναι; α. Ἀλλ’ ἔμοιγε δοκεῖ μηδαμῶς τὴν συνέχειαν διακόπρειν, ἀλλ’ ἐφεξῆς ἐξετάζειν τὰ συμπίπτοντα. μέλλων τοιγαροῦν ἀπὸ τῆς οὐσίας ἄρχεσθαι περὶ τῶν κατειλεγμένων τούτων κατηγοριῶν πρῶτον ἐρωτῶ, πότερον ὡς διῃρημένων αὐτῶν ἢ ὡς ἀριθμουμένων διανοῇ. Διῃρῆσθαι μὲν αὐτὰς οὐ νομιστέον· οὐδὲ γάρ ἐστι τομὴ γένους εἰς εἴδη. οὔτε γάρ ἐστί τι κοινὸν γένος τῶν δέκα κατηγοριῶν, ὁποῖον εἰσάγουσί τινες τὸ ὂν ἢ τὸ τί, οὔτε μὴ ὄντος τοῦ διῃρημένου γένους εἴη ἂν τὰ διαιροῦντα. εἰ δὲ μήτε γένος κοινὸν ἐπὶ τῶν ἀνωτάτων γενῶν οἷόν τέ ἐστι λαβεῖν μήτε τὰς διαιρετικὰς διαφοράς, οὐκ ἔστι διαίρεσιν καλεῖν τὴν τοιαύτην ἀπαρίθμησιν. Ἀρ’ οὖν τοῖς ἐπὶ στρατιᾶς ἔοικεν ἡ διαίρεσις οἷον τοῖς κατὰ λόχους συντεταγμένοις; καὶ γὰρ ἐκεῖ ἑκάστου λόχου ἕκαστος λοχαγὸς ἐξηγεῖται, καὶ ἐνταῦθα ἡ μὲν οὐσία τῶν οὐσιῶν, αἱ δ’ ἄλλαι κατηγορίαι τῶν ὑφ’ ἑαυτὰς τὸ κῦρος τῆς ἡγεμονίας προειλήφασιν; Ἀλλ᾿ ἐὰν τοῦτο λέγωμεν, διεσπαρμένον τι πλῆθος ἔσται τὸ τῶν ὄντων καὶ ἐοικὸς τοῖς ἐκ διεστηκυιῶν φυλῶν καὶ φρατριῶν συναγομένοις εἰς ἓν δήμοις. τοῦτο δὲ τὴν συνέχειαν καὶ ἀλληλουχίαν ἀναιρεῖ τῆς διακοσμήσεως βέλτιον οὖν ἀφορίζεσθαι μὲν ἰὰ γένη κατά τινας πρώπότερον 3. 4 CR, ex πρότερον corr. M: πρότερον Α 4 χωρίσαι AM: χωρῆσαι CR τοῦ Πλωτ. ACR: τὰς Πλωτ. M τελευταίας AMR: τελευταῖον C 5 παρατιθέναι CMR: περιτιθέναι Α 7 ἀπὸ CR: οm. AM 8 περὶ CR: ἀπὸ AM 9 διῃρημένων CR: διαιρουμένων AM 10 οὐδὲ] οὔτε coni. Spengel τομὴ] τὸ μὴ CR 11 οὔτε] οὐ coni. Spengel, sed οὔτε tuetur Simpl. (f. 15r31) 13 κοινὸν γένος colloc. Α ἀνωτάτων CR: ἀνωτάτω AMs (cf. Porph. p. 121,24. 128,12) 16 στρατιᾶς R Simpl.: στρατείας ACM 16. 17 17 κατὰ λόχου C 18 ἐνταῦθα CR: AM 20 διε·σπαρμένον· CR: διεσπασμένον AM τὸ] τὲ Α 21 διεστηκυιῶν scripsi: διεστηκότων codd. s φατριῶν M 21. 22 συναγομένοις CR mrg. A mrg. M: συγκειμένοις AM 22 εἰς ἓν δήμοις CMR: ἐνδήμοις Α τας ἰδιότητας τῶν κατηγορτῶν καὶ περιγράφειν αὑτῶν τῆς ὑποστάσεως τὸν λόγον ἑκάστης καθ’ ἑαυτὴν καὶ ταύτῃ διιστάναι αὐτὰς χωρίς. πάλιν γε μὴν καθόσον περὶ τὴν οὐσίαν εἰσὶ τὰ συμβεβηκότα καὶ ἐν τῇ οὐσίᾳ καὶ συντάττεται πρὸς αὐτὴν ὁμολογουμένως, κατὰ τοσοῦτον ἀφομοιωτέον αὐτὰ τοῖς ἀφ’ ἑνὸς καὶ περὶ ἓν συνταττομένοις. Τί οὖν, μερισμῷ προσέοικεν ὡς ὅλου; Οὐδαμῶς· οὐ γὰρ περιγράφει τὸ τοῦ οἱονεὶ συγκρίματος σύστημα κατά τινα ἴδια μέρη, ἀλλὰ ἀναλύει ἐπὶ τὰ ἁπλούστερα καὶ στοιχειώδη ταῖς ἀποδιαλήψεσι τῶν ἐπινοιῶν στοιχειωδεστέραις ἀεὶ χρωμένη. τάξιν μέντοι διασώζει τὴν πρὸς ἓν καὶ <περὶ> ἓν καὶ ἀφ’ ἑνός, ὥσπερ καὶ ἐν τοῖς οὖσιν ἡ οὐσία τὴν πρώτην καὶ κυριωτάτην τάξιν εἴληφε, περὶ δὲ αὐτὴν τὰ συμβεβηκότα ὑφέστηκε. β. Περὶ μὲν δὴ τούτων οὕτως· ἃ δὲ πρῶτον ἀπορεῖ Πλωτῖνος, ἐπισκεψώμεθα. σκεψώμεθα. ἀπορεῖ γὰρ διττῆς οὐσίας ὑπαρχούσης νοητῆς τε καὶ αἰσθητῆς πῶς γένος δύναιτ’ ἂν γενέσθαι τὸ αὐτό· τί γὰρ κοινὸν ἐν ἀμφοτέροις τούτοις ἐν τῷ εἶναι ὑπάρχει; εἰ δὲ καὶ ἔστιν, ἔσται πρότερον ἄλλο τοὺτων, ὅπερ οὔτε σῶμά ἐστιν οὔτ’ ἀσώματον· ἔσται γὰρ ἢ τὸ ἀσώματον σῶμα ἢ τὸ σῶμα ἀσώματον. Ἐστι μὲν οὖν πρὸς ταῦτα ῥᾴδιον ἀντειπεῖν, ὅτι παρὰ τὴν πρό | θεσιν τὰ ἀπορήματα ταῦτα προσάγεται. οὔτε γὰρ περὶ τῶν ὄντων οὔτε περὶ τῶν γενῶν τῆς πρώτης οὐσίας νῦν αὐτῷ πρόκειται λέγειν· στοχάζεται γὰρ τῶν νέων τοῖς ἁπλουστέροις ἐπακολουθεῖν δυναμένων. ὥστ’ ἐπεὶ περὶ λέξεων ἐστιν αὐτῷ νῦν ἡ σπουδή, αἷς τὸ κατ’ οὐσιῶν λέγεσθαι ὑπάρχει, μάτην ἐν τῇ περὶ τούτων σκέψει ἐπεισάγει τὰς περὶ τῶν ὄντων ζητήσεις ὁ Πλωτῖνος. οὐ μὴν ἔμοιγε δοκεῖ διακρούεσθαι οὑτωσὶ τὴν πρὸς τὸ παρὸν εὖ τιθεμένην μόνον τοῦ λόγου διέξοδον, ἀλλ’ ἀπ’ αὐτῆς ἄρχεσθαι τῆς Πλωτίνου φιλοσοφίας καὶ πρὸς τὴν ὅλην αὐτοῦ θεωρίαν ἀναφέρειν καὶ τὴν τῶν παρόντων λόγων διέξοδον. ἓν γὰρ δὴ γένος τὴν οὐσίαν ἐν τοῖς νοητοῖς οὗτος τίθεται ὡς κοινῇ τὸ εἶναι παρέχουσαν τοῖς ἀσωμάτοις εἴδεσι καὶ ὡς τοῖς αἰσθητοῖς ἅπασι καὶ τοῖς ἐνύλοις εἴδεσι τὸ εἶναι· ἐνδιδοῦσαν. εἰ δὲ τοῦτο οὕτως ἔχει καὶ διατείνει δι’ ὅλων ἡ τῆς οὐσίας ἀρχὴ ἡ αὐτὴ τάξιν ἔχουσα πρώτην καὶ δευτέραν καὶ τρίτην, καθ’ ἃς τοῖς μὲν πρώτως τοῖς δὲ 1 τὸν ex τῶν corr. R2 1. 2 ἑκάστης τὸν λόγον colloc. AM 2 καθ’ ἑαυτὴν ex περὶ αὐτὴν corr. M διιστάναι coni. Speugel: διεστάναι libri 3 εἰσὶ] ἐστὶ Simpl. (fort, recte) 3. 4 καὶ ἐν τῇ οὐσίᾳ ὑφίσταται Simpl. (fort, recte) 4 ἀφομοιοτέον M 7 περιγράφει AM: παραγράφει CR (cf. p. 7, 19) 9 ἀποδιαλήψεσι CR: διαλήψεσι AMs 10 περὶ inserui (cf. ν. 5) 11 εἴληφε τάξιν colloc. AM 13 ἀπορεῖ Πλωτῖνος] cf. Enn. VI lib. I, 2 (p. 567) lib. Ill, 2 (p. 617) 13. 14 ἐπισκεψώμεθα CR: σκεψώμεθα AM 14. 15 αἰσθητῆς ex αἰσθητοῖς corr. Α 16, 17 τούτων ἄλλο colloc. AM 17 γὰρ om. M 21 γὰρ CR: om. AM 22 ante δυναμένων add. οὐ C: om. AMR 23 αὐτῷ νῦν ἐστιν colloc. AM 26 τιθεμένην] τιθεμένῳ coni. Spengel; id aut τιθέμενον reponas διέξοδον τοῦ λόγου colloc. AM 30 ἅπασι ex εἴδεσι corr. Α εἴδεσι in ras. C 31 τάξιν s Felic.: τάξις codd. 32 πρώτων, δευτέρων καὶ τρίτων AM πρώτως AMR: πρώτοις C ἄλλον τρόπον παρέχει τὸ εἶναι· ὥστε εἰ πάντα ἀνήκει εἰς αὐτὴν ὡς ἀπ’ αὐτῆς ἠρτημένα, δύναται ἡ ταύτης ὑπογραφὴ ἐμφαίνειν καὶ τὴν πρώτην ἀρχήν, ἀφ’ ἧς εἰς τὴν ἐσχάτην ὕφεσιν αὕτη πέπτωκεν. γ. Ἀλλ’ εἰ ταῖς αὐταῖς ὑποθέσεσιν Ἀριστοτέλης ἐχρῆτο, αἷς καὶ Πλωτῖνος, εἶχεν ἄν τινα δοκοῦντα τὰ εἰρημένα λόγον· νῦν δὲ τὰ ἐκείνῳ δοκοῦντα ὡς ὁμολογούμενα προσλαβὼν διαγωνίζει ὑπὲρ Ἀριστοτέλους. οὐκοῦν πρὸς ταύτην τὴν ζήτησιν τοῖς εἰρημένοις ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ χρήσομαι. εἰσὶ γὰρ δύο οὐσίαι κατ’ Ἀριστοτέλην αὗται, ἡ νοητὴ καὶ ἡ αἰσθητή, καὶ μέση τούτων ἡ φυσική· αἰσθητὴ μὲν ἡ σύνθετος, φυσικὴ δὲ ἡ κατὰ τὸ εἶδος καὶ τὴν ὕλην, ἡ δὲ τούτων ἀνωτέρω ἡ νοερὰ καὶ ἀσώματος, ἣν ἀκίνητον μὲν κινητικὴν δὲ καλεῖ πολλάκις ὡς τῆς εἰδοποιουμένης κατὰ τὴν ζωὴν κινήσεως αἰτίαν οὖσαν. ταύτα γὰρ περὶ τούτων τῶν οὐσιῶν Ἀριστοτέλης ἀποδείκνυσιν ἐν τῷ | Λ τῶν Μετὰ τὰ φυσικά, καὶ τούτῳ συνείληφε τὰς πολλὰς οὐσίας εἰς τὴν ὅλην οὐσίαν. ὑπέθηκε δὲ αὐτὰς ὁμοῦ πρὸς μίαν σύνταξιν καὶ πρὸς μίαν ἀρχὴν ἀνήγαγε. κομιδῇ γὰρ ἄλλο γέ τι τοῦ ἑνὸς μεθέξει, εἰ αὐτὴ ἡ οὐσία ἡ τὸ εἶναι ἐν τῷ ἑνὶ ἔχουσα ἀποστερηθήσεται τῆς πρὸς τὸ ἓν ἀναγομένης συντελείας. τελείας. ἀρρήτων τοίνυν ὄντων τῶν νοητῶν κατὰ μεταφορὰν καὶ ἀναλογίαν ἀπὸ τῶν κατ’ αἴσθησιν γνωρίμων χρῆται τῷ τῆς οὐσίας ὀνόματι. τριχῶς γὰρ τοῦ αὐτοῦ ὀνόματος πάντα μετέχει, ἢ ὁμωνύμως ἢ συνωνύμως ἢ τοὺ μὲν κυρίως τοὐ δὲ κατὰ μεταφοράν, καὶ ὁμωνύμως μὲν ὡς ὁ ποὺς τοῦ ὀργάνου πρὸς τοὺς ἄλλους τῶν ὀργάνων πόδας, συνωνύμως δὲ ὡς μάχαιρα μαχαίρας ὀξυτέρα λέγεται καὶ φωνὴ φωνῆς (μάχαιρα δὲ φωνῆς ὀξυτέρα λέγεται, ἐπειδὴ ἄλλο τὸ ὀξὺ ἐν ἑκατέρᾳ), κυρίως δὲ καὶ κατὰ μεταφορὰν ὡς ἐπὶ τοῦ ποδὸς τοῦ τε ἡμετέρου καὶ τῶν ὀρῶν· ἀρρήτων οὖν ὄντων ὥσπερ μεταφορᾷ κέχρηται τῷ τῆς οὐσίας ὀνόματι, ἀπὸ τῶν αἰσθη- τῶν καὶ τῶν κατειλημμένων ἡμῖν τὰ ἀκατάληπτα γνωρίζων. ὡς μὲν γὰρ πρὸς τὴν νοητὴν ἔσται ὁμώνυμος αὕτη τῇ ἀναλογίᾳ μόνῃ τὴν ἔμφασιν αὐτῆς παρέχουσα, ὡς δὲ πρὸς τὴν φυσικὴν συνώνυμος τῷ ἑαυτῆς συνθέτῳ ἐκείνην ἐμφαίνουσα. ὥσπερ γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ σῶμα ἀσώματόν τινα λέγει οὐσίαν, διότι μὲν ἀπὸ τῆς νοερᾶς προελήλυθεν, ἀσώματον αὐτὴν ὀνομάζων, διότι δὲ εἰς αἰσθητὴν ἤδη κεκίνηται, τὸ σῶμα εἶναι αὐτῇ προσμαρτυρῶν, οὕτω καὶ ταύτην τὴν οὐσίαν πρὸς μὲν τὴν φυσικὴν συνώνυμον, 2 πρώτην CMR: ταύτης Α 3 εἰς] εἰ R ταῖς αὐταῖς Brand. (50a25): ταύταις ACMRs 4 ὑποθέσεσιν AM: ὑπόθεσιν CR 6 προσλαβὼν CR: προλαβὼν AM διαγωνίζεται Brand. 7. 8 ἐν τῇ Μετὰ τὰ φ. πρ.] cf. Λ 1 p. 1069a18 8 δύο] τρεῖς ex Aristotele coni. Speugel, sed δύο tuetur Simpl. f. 19v3 (ὁ Ἀρ ..... δύο εἰπών, τήν τε νοητὴν καὶ τὴν αἰσθητήν, καὶ τρίτην τὴν μαθηματικὴν ἢ τὴν ψυχικήν) neque abhorret ab Aristotele 9 ἡ αἰσθητή (prius) AM Simpl.: αἰσθητή CRs 11 ἀνωτέρω CR ex ἀνωτέρα corr. M: ἀνωτέρα Α 11. 12 πολλάκις καλεῖ colloc. C 13 τῶ CR: om. AM 17 ἓν ex ὄν corr. Α 25 ὁρῶν Α 26 μεταφορὰ AM 28 μόνη s 29 συνώνυμος C: συνώνυμον Rs: om. AM 30 ἐν τοῖς Μετνὰ τὰ φ.] locum non inveni σῶμα CMR: om. Α 31 ἀσώματον CMR: om. A 32 <τὴν> αἰσθητὴν coni. Diels (recte) πρὸς δὲ τὴν νοητὴν ὁμώνυμον λέγων διὰ ταύτης κἀκείνας διδάσκει, καὶ μάλισθ’ ὅτι ἡ περὶ αὐτῆς ὑπογραφή, τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ, δύναται κἀκείναις ἐφαρμόσαι. ἐγὼ μὲν οὖν, ὦ καλὲ κἀγαθὲ Σέλευκε , δογματικώερον πρὸς Πλωτῖνον ἀπαντῶ, σὺ δὲ ἐπεὶ βαθύτεραί πώς εἰσιν αἱ λύσεις αὗται, πρὸς μὲν τοὺς ἐκ φιλοσοφίας ὁρμωμένους ταῖς τοιαύταις ἀπαντήσεσι χρῶ, πρὸς δὲ τοὺς ὀλίγα ἐπισταμένους ὣν δογμάτων ταῖς προχείροις χρῶ διαλύσεσιν, ἐκεῖνο λέγων, ὅτι περὶ πόδα ποιεῖσθαι ἔθος τὰς ἀκροάσεις Ἀριστοτέλει. διὸ καὶ νῦν οὐδὲν ἔξωθεν ἐπεισάγει τῶν ἀνωτέρω κειμένων φιλοσοφημάτων, ἀλλ’ ὡς ὁμωνύμῳ χρῆται τῇ οὐσίᾳ προηγούμενον μὲν ἔχων τὸν σκοπὸν περὶ τῶν λέξεων, κατὰ συμβεβηκὸς δὲ καὶ ταῦτα καὶ τὰ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα συνεκδιδάσκων, ὥστ’ οὐ χρὴ τὰς περιττὰς περὶ τούτων ἐπεισάγειν ζητήσεις. δ. Τοῖς αὐτοῖς οὖν χρησόμεθα λόγοις καὶ ὅταν ἀπορῇ Πλωτῖνος, πότερον τὰ αὐτά ἐστι γένη τῶν κατηγοριῶν ἐπὶ τῶν πρώτως ὄντων καὶ ἐπὶ τῶν ὑστέρων, ἡ ἐν μὲν τοῖς νοητοῖς πλείω ἐν δὲ τοῖς αἰσθητοῖς ἐλάττω ἢ ἀνάπαλιν. Ομοιον μέν, ὦ Σέλευκε, τὸ ἀπόρημα τῷ περὶ τῆς οὐσίας, ὥστε καὶ τὴν λύσιν ἀπὸ τῆς προθέσεως τῶν κατηγοριῶν ἀπολογίζου. γένοιτο δ’ ἂν καὶ ἑτέρα διάλυσις ἑπομένη τῇ δόξῃ, ἣν ἐν τῇ Μετὰ τὰ φυσικὰ Ἀριστοτέλης ἐκτέθειται. δέκα γὰρ ὄντων τῶν ὅλων γενῶν ἐν μὲν τοῖς συνθέτοις πάντα εἶναι ἀποφαίνεται, οὐχ ἥκιστα καὶ ἐν αὐτῷ τούτῳ τὴν 15 σύνθεσιν παρεχομένοις τῷ καὶ ἐν τοῖς κατὰ μέρος ἅπαντα ἐνεῖναι (προσθήκη θήκη γὰρ καὶ πλεονασμὸς ἐν τοῖς σώμασιν ἀεὶ συνεμφαίνεται)· ὥστ’ ἐν μὲν τοῖς αἰσθητοῖς εἰσιν αἱ δέκα κατηγορίαι, διόπερ δὴ καὶ ἐν τῷ Σωκράτει ταύτας ἄν τις δείξειεν, ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ τὰ τοῖς ἁπλουστατοις καὶ τελειοτάτοις προσήκοντα γένη. καὶ οὐκ ἔσται διὰ τοῦτο ἐλλείπου.σα ἡ διαίρεσις τῶν γενῶν· οὐ γὰρ εἰ μὴ πάντ’ ἔστιν ἐκεῖ, ἀτελῶς ἔχει τὰ ὧδε διῃρημένα γένη, ἀλλ’ ἐπείπερ καὶ ἐν τοῖς νοητοῖς τὰ πεφυκότα ὑπάρχει καὶ ἐν τοῖς αἰσθ·ητοῖς, πλείονα διὰ τὴν σύνθετον οὐσίαν φαίνεται. διὰ τοῦτο οὐκ ἔστιν ὁ καθόλου τῶν κατηγοριῶν 25 λόγος ἐνδεής. ε. Πάλιν τοίνυν ὁ Πλωτῖνος τοιαῦτα προσαπορεῖ· ὡς τριχῶς λεγομένης ἰῆς οὐσίας καὶ ἄλλης ἄλλως τίνα ὑποβάλλει τῇ νυνὶ κατηγορίᾳ, πό- τερον τὴν ὕλην ἢ τὸ εἶδος ἢ ἰὴν ἐξ ἀμφοῖν σύνθετον; ἅπασαι γὰρ | οὐ 3 κἀκείναις Μ: κἀκείνας CRs: κἀκείνως Α κἀγαθὲ in mrg. suppl. Α 5 τοῖς .. ὁρμωμένοις CR 13 καὶ supra scr. C Πλωτῖνος] Enn. VI lib. I, 1 (p. 566) 14 πότερον ἔστι τὰ γένη τῶν κὰτ. A: πότερον τὰ ἐστι γένη τῶν κὰτ. M πρώτως Plotin.: πρώτων libri 16 ἐλάττω] ὀλίγα del. et ἐλάττω superscr. M 17 τῳ] τὸ C 19 ἐν τῇ Μετὰ τα φ.] cf. Z 3 p. 1029a23 20 δέκα γὰρ iter. del. A ante ὅλων add. δέκα del. Α 22 ἐνεῖναι ex ἐκεῖναι (?) corr. M 23 ἀεὶ ἐν τοῖς σ. colloc. Α 25 τις supra scr. C 27 ἡ διαίρεσις ἐλλείπουσα colloc. ΑΜ γενῶν AM: om. CR 28 ὧδε in lit. R2 32 ὁ Πλωτῖνος] Enn. VI lib. I, 2 (p. 567) lib. Ill, 4 (p. 619) 33 νυνὶ AM: νῦν CRs δύνανται ὑποτάττεσθαι τοῖς παροῦσι λόγοις· οὐ γὰρ μία οὐδὲ καθ’ ἓν αἱ πᾶσαι λέγονται, ὥστε ἣν ἂν ὑποτάξῃ τις, τὰς ἄλλας ἐξ ἀνάγκης παραλείψει. Ἀλλὰ ὁ τὴν μίαν εἰπὼν καὶ σύνθετον περιέλαβεν ἐν αὐτῇ καὶ τὰς ὡς μέρη περιεχομένας καθόλου γὰρ μεθ’ οὗ τι συναπαρτίζει, οὐκ ἂν εἴη τούτων θάτερον ἐν θατέρῳ· ὥστε κοινωνεῖ μὲν τὰ τρία, τὸ εἶδος λέγω καὶ ἡ ὕλη καὶ τὸ συναμφότερον, κατὰ τὸ μὴ εἶναι ἑτέρου ἀλλ᾿ ἑαυτῶν καὶ κατὰ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ. οὐσίαι δέ εἰσιν αἱ τρεῖς ἀπὸ τῆς μιᾶς τῆς συνθέτου πᾶσαι σημαινόμεναι. ς. Ἀλλὰ δὴ πάλιν ἀπορεῖ Πλωτῖνος οὐκ εἷναι ῥᾴδιον λέγων αὐτὴν τὴν οὐσίαν εἰπεῖν τίς ἐστιν. Ἀλλ’ εἰ βούλει τὴν ἔννοιαν αὐτῆς ἀνευρεῖν, πρόλαβε πρότερον τὴν διὰ τῶν ὀνομάτων διδασκαλίαν, διότι τὰ συγκεχυμένα καὶ ὅλα πρῶτα ἦν εἰς ἐπιβολήν, δεύτερα δὲ τοῦ λόγου καὶ διαρθρώσεως πλείονος δεόμενα. ταῦτα δὴ νυνὶ προστίθησι τὸ μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι ἀποδιδοὺς τῇ οὐσίᾳ ὡς ἰδιότητα. τὸ μὲν οὖν μὴ ἐν ὑποκειμένῳ αὐτὴν εἶναι πρόδηλον αὕτη γὰρ ὑπόκειται τοῖς ἄλλοις καὶ ἄνευ αὐτῆς τὰ ἄλλα τὸ εἶναι οὐκ ἔχει), τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι οἰκειότατόν ἐστι τῇ ἀτόμῳ οὐσίᾳ. διὰ γὰρ τὸ εἶναι ἀδιαίρετος εἰς εἴδη κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, καθ’ ὑποκειμένου δὲ αὐτῆς αἱ δεύτεραι οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ ταῖς οὐσίαις ὑποκειμένη προηγουμένως ἂν εἴη καὶ κυρίως οὐσία, ἐπεὶ μὴ οὐσῶν τούτων οὐδὲν τῶν ἄλλων δύναταί τι εἶναι. τριχῶς δὲ τῆς οὐσίας λεγομένης, ὥσπερ εἰρήκαμεν, νῦν τῆς συνθέτου μνημονεύει, ὕστερον δὲ καὶ περὶ τῶν ὑπολοίπων δύο ποιήσεται τᾶι λόγον, ὅταν τά μέρη τῆς οὐσίας καὶ αὐτὰ εἶναι λέγῃ. ζ. Ἄξιον δέ φησιν ὁ Πλωτῖνος ἐπιστῆσαι πρῶτον, διὰ τί ἡ οὐσία προτάττεται τῶν κατηγοριῶν. | Δύο δὴ αἰτίας εὕροι τις ἂν τοῦ πρώτην εἶναι τὴν οὐσίαν· μίαν μέν, διότι ὑπόκειται πᾶσι μόνη · ἄν τε γὰρ τὴν ὕλην λάβῃς, ὑπόκειται τοῖς εἴδεσι, ἄν τε τὸ εἶδος, ὑπόκειται τοῖς συμβεβηκόσι, πανταχοῦ δὲ οἷον ἡ ὑποβάθρα πρῶτον. ἄλλην δὲ αἰτίαν ἀποδίδομεν, ὅτι αὐτὴ μὲν καθ’ ἑαυτὴν υφίστασθαι ἐπινοεῖται, τὰ δὲ ἄλλα ἐπὶ ταύτης ἡ οὐκ ἄνευ ταύτης. πρότερον δὲ 1 τοῖς παροῦσι iter. M 5 μεθ’ οὗ γάρ τι ἀπαρτίζει ἕν τι, οὐκ ἔσται θάτερον ἐν θατέρῳ Plotin. (p. 619) 6 τούτων CR: om. AM 8 τὸ AM: τοῦτο CR 10 ἀπορεῖ Πλωτῖνος] ibidem 10. 11 εἰπεῖν ante αὐτὴν transp. Α 13 τὰ συγκεχυμένα καὶ ὅλα πρῶτα] cf. Arist. Phys. Α 1 p. 184a21 14 τοῦ] an τὰ? πλείονος M (coni. Sahune): πλείονα ACR δεόμενα AM: om. CR 10 μὲν] μὴ C 21 κατηγο- ροῦνται CR Simpl. (f. 20v9): λέγονται AM ὑποκειμένη ex προηγουμένη corr. Α 22 οὐσία καὶ κυρίως colloc. AM μὴ οὐσῶν ...] ταύτης μὴ οὔσης οὐδεμία τῶν ἄλλων εἶναι δύναται Simpl. (fort, recte) 24 post δύο add. συνθέτων del. Α 25 καὶ AM: om. CRs; an καὶ αὐτὰ 〈οὐσίας〉? (cf. Porph. p. 88,21) λέγῃ εἶναι colloc. AM 27 ὁ Πλωτῖνος] cf. Enn. VI lib. I, 25 (p. 588) 27 an τῶν 〈ἄλλων)? (cf. Porph. p. 88,4 Simpl. f. 19v2) 30 ἡ CR: om. AMs 31 αὐτὴ AM: αὕτη R: om. 31. 32 ὑφίστασθαι CR: ὑφίσταται AM τὸ καθ’ ἑαυτὸ ἐξ ἀρχῆς τοῦ μετ’ ἐκείνου καὶ οὐκ ἄνευ ἐκείνου· οὕτω καὶ μονὰς δυάδος προτέρα, ὅτι μονὰς καὶ ἄνευ δυάδος, δυὰς δὲ πάντως μετὰ μονάδος. ἡ. Ἀλλὰ μὴν κἀκεῖνο ἄξιον ἀπορῆσαι, ὡς οὐ διδάσκει, τί ἐστὶν ἡ οὐσία, ἀλλὰ τί οὔ, καὶ ὅτι ποιεῖ τὰ ἄλλα γιγνώσκειν ἥδε, ἑαυτὴν δὲ οὔ, ἐπεὶ καὶ εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς μήτε ἵππον εἴποι μήτε κύνα, ὅ τι μὲν οὐκ ἔστιν εἴρηκεν, ὃ δέ ἐστιν οὐδὲν μᾶλλον ἀφώρισατο διὰ τῆς ἀποφάσεως ἢ ὅτε ἐξ ἀρχῆς ἀόριστος ἦν ὁ ἄνθρωπος· ἐπεὶ οὐδ’ ἄν τὸ ἴδιον εἴπῃ τις, ἤδη ἐγνώκαμεν τί ἐστιν, οἷον τὸν ἄνθρωπον γελαστικόν. Ἀλλὰ πρὸς ταῦτα λεκτέον, ὅτι οὐκ ἔστιν ὅρος ὁ προκείμενος ἀλλ ὑπογραφή, καὶ ὅτι πολλοὶ ὅροι κτὰ ἀπόφασιν λέγονται, ὅταν γνώριμα ᾖ τὰ καταφασκόμενα οὕτως γοῦν γνωρίμου γενομένου τοῦ ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον ὁρίζονταί τινες, ὃ μήτε ἀγαθόν ἐστι μήτε κακόν. καὶ ἐνταῦθα δὴ οὖν διὰ τοῦτο προεῖπε περὶ τοῦ ἐν ὑποκειμένῳ καὶ καθ’ ὑποκειμένου ἵνα διὰ τῆς ἀποφάσεως αὐτῶν τὴν κυριωτάτην οὐσίαν δηλώσῃ. καὶ οὐκ ἠρκέσθη μόνῃ ἀποφάσει, ἀλλὰ καὶ παράδειγμα προσέθηκεν, ὥσπερ εἴ τις λέγων εἶναι τὸν ἄνθρωπον μήθ’ ἵππον μήτε βοῦν προσθείη ἐφεξῆς ‘οἷον Σωκράτης’ θ. Ἀπορεῖ πάλιν ὁ Πλωτῖνος, ὅτι τὸ μίαν οὖσαν τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικὴν οὐ πάσαις ἐφαρμόζει οὔτε ταῖς νοηταῖς οὔτε ταῖς φυσικαις. Πρὸς τὸ ἀπόρημα τοῦτο εἴποιμεν ἂν ὅτι οὐ πάσης οὐσίας τὸ ἰδίωμα παρέθετο. καὶ τοῦτο γνώριμον ἐκ τοῦ ἀρχόμενον μὲν τῆς ὑπογραφῆς τὸ ἔστι προσθεῖναι (λέγει γὰρ οὐσία δέ ἐστιν ἡ μὴ καθ’ μήτε ἐν ὑποκειμένῳ), ἑξῆς δὲ ἐπενεγκεῖν ἡ λεγομένη οὐσία, τοῦτ’ ἔστιν ἡ ἐν τῇ συνηθείᾳ καὶ περὶ ἧς ἄν τις κατηγορήσειε τουτὶ τὸ ὄνομα· παρὰ μὲν γὰρ τοῖς φιλοσόφοις ἄλλη λέγεται, παρὰ δὲ τοῖς πολλοῖς ἄλλη. περὶ ταύτης οὖν τῆς παρὰ τοῖς πολλοῖς λεγομένης τὸ ἰδίωμα παρέθετο, ὥστε πάσῃ ἄν αὐτῇ ἐφαρμόζοι τῇ συνθέτῳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ γένεσιν. ι. Ἀλλὰ διὰ τί ἐνταῦθα μὲν πρώτην οὐσίαν τὴν αἰσθητὴν λέγει, ἀλλαχοῦ δὲ δευτέραν ὡς μετὰ τὴν ἀσώματον τεταγμένην; 2 ἄνευ om. C 5 τί οὔ scripsi: ποῦ libri (cf. Simpl. f. 21r10 οὐ διδάσκει διὰ τούτων φασιν, τί ἐστιν ἡ οὐσία, ἀλλὰ τί οὐκ ἔστιν) γινώσκειν Α 6 εἴποι ΑΜR Simpl.: εἴπῃ C 7 οὐκ CR: om. AM 9 εἴπῃ CR: εἴποι AM 11 ὅρος οὐκ ἔστιν colloc. AM προσκείμενος Α 12 ἀπόφανσιν Α 13 γοῦν AMR: οὖν C 17 μόνῃ τῇ ἀποφάσει Simpl., quod reponas 18 προσθείην Α σωκράτης CM2R Simpl.: σωκράτην A M1 19 ὁ Πλωτῖνος] Enn. VI lib. Ι, 2 (p. 567) extrem. 20 an οὖσαν 〈τὴν οὐσίαν〉? 21 εἶναι CMR: om. Α 23 scribas 〈περὶ〉 πάσης (cf. v. 29) ἰδίωμα ex ἀξίωμα corr. CR 25 μὴ] corrigas μήτε 26 ἐπενεγκεῖν s: ἐπενέγκει CM2R: ἐπενέγκοι AM1 28 τοῖς (post γὰρ) CR: om. AM 30 αὐτῇ scripsi: αὕτη ACMR: αὐτῷ s ἐφαρμόζει A2CM2: ἐφαρμόζει A1M1R ante τῇ add. καὶ del. M 32 μὲν supra scr. AM post πρώτην add. μὲν del. M Ὅτι οὐ πρόκειται αὐτῷ περὶ ἐκείνων εἰπεῖν, καὶ ὅτι οὐδὲ λέγονται ἐν τῇ συνηθείᾳ ἐκεῖναι οὐσίαι. ια. Περὶ δὲ τὸ αὐτὸ ζήτημα κἀκεῖνο στρέφεται, διὰ τί ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττει ὡς πρῶτα, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα. Ὅτι αὐτῷ διχῶς λέγεται τὸ πρότερον καὶ δεύτερον, ἤτοι τῇ φύσει ἢ πρὸς ἡμᾶς. πρὸς ἡμᾶς μὲν οὖν τὰ καθ’ ἕκαστα πρῶτα (πρώτοις γὰρ τοῖς προσβάλλομεν), τῇ φύσει δὲ τὰ κοινὰ πρότερον, ὑπὸ γὰρ τὰ καθόλου τὰ καθ’ ἕκαστον τέτακται. εἰ μὲν οὖν ἀπὸ τῆς φύσεως ἄρχοιτό τις, τὰ ἀπλᾶ, τὰ αἴτια, τὰ καθ’ αὑτὰ παρ’ αὑτῶν ἔχοντα τὸ εἶναι, τὰ καθόλου, τὰ ἄυλα, τὰ ἀμέριστα καὶ τὰ τοιαῦτα προτάξει· εἰ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως πρὸς τὰ ὄντα ἡ τάξις αὐτῶν ἐπινοοῖτο, ἐναντίως ταχθήσονται. ιβ. Ἀλλὰ τί ἂν εἴποιμεν πρὸς τοὺς περὶ αὐτοῦ τούτου διαμφισβητοῦντας, μήποτε οὐδὲ φύσει πρότερα ῇ τὰ καθόλου τῶν καθ’ ἕκαστον ἀλλὰ ὕστερα; Ἤ σκοποῦντες ἀκριβῶς εὕροιμεν ἂν τὰ ἀμφισβητούμενα ὡς ὁμο | λογούμενα αὐτοὺς λαμβάνοντας· ὅταν γὰρ ἑνὸς ἑκάστου πρῶτα φύσει λέγωσι τὰ καθόλου, πάντως δὲ πάλιν ὕστερα, ὑποτιθέμενοι τὰ καθ’ ἕκαστα εἷναι καὶ τῇ φύσει πρότερα, οὐ καλῶς ὡς ἐν ἀρχῇ λαμβάνουσιν αὐτὸ ὅπερ δεῖται ἀποδείξεως. ἐπιπόλαια δέ ἐστι καὶ τὰ τοιαῦτα ἐπιχειρήματα κοινοῦ μὲν ὄντος ἀνάγκη καὶ ἄτομον εἶναι (ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα ἀτόμου δὲ ὄντος οὐ πάντως τὸ κοινόν, εἴ γε τὸ κοινὸν ἐπὶ πολλοῖς ὑπάρχει. δῆλον γὰρ ὅτι τὸ καθ’ ἕκαστον καταταχθέντος εἰς αὐτὸ τοῦ καινοῦ καὶ συμπληροῦντος αὐτοῦ τὴν οὐσίαν ἐστὶν ἄτομον· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι. ψεῦδος δὲ καὶ τὸ λέγειν, ὡς ἀναιρουμένου τοῦ κοινοῦ οὐ πάντως τὸ ἄτομον ἀναιρεῖται· εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ κοινὸν τὴν οὐσίαν ἐν τῷ διατείνειν ἐφ’ ὅλα τὰ ὑπ’ αὐτὸ τεταγμένα, ὁ ταύτην ἀναιρῶν ἀνῄρηκεν εὐθὺς καὶ τοῦ κοινοῦ τὴν ὅλην ὑπόστασιν. οὕτως μὲν οὖν τοῖς περὶ Ἀλέξανδρον καὶ Βόηθον τοῖς τε ἄλλοις Περιπατηρικοῖς ἐπιχειροῦσιν ἀποκρίνεσθαι χρή, δεικνύναι δὲ ἐξηγουμένους τὰ Μετὰ τὰ φυσικὰ προσῆκεν, ὅτι τ.ὰ κοινὰ Ἀριστοτέγης προτάττει καὶ ἐν τῇ τῶν αἰσθητῶν θεωρίᾳ. ιγ. Δοκεῖ δέ τισι μὴ ὀρθῶς ἡ τάξις ἔχειν ἐνταῦθα· ἀκόλουθον γάρ, ὥς φασιν, ἦν πρῶτον εἰπεῖν τὴν αἰτίαν δι’ ἣν δεύτεραί εἰσιν οὐσίαι 3. 4 ἐν τοῖς Φυσικοῖς] cf. Α 1 p. 184a23 4 προτάττει C2MR2: προστάττει AC1R1 5 καὶ τὸ δεύτερον C Simpl. 6 τἄ καθ’ ἕκαστον πρότερα Simpl. 7 πρότερον] πρότερα Simpl., quod reponas 8 τὰ καθ’ ἕκαστα Simpl. (sed cf. v. 6 not.) 9 αὐτῶν AC 10 ἄυλα C2 Simpl.: αὐτὰ AMR: ἁπλᾶ C1 12 τούτου CR: om. AMs 12. 13 ἀμφισβητοῦντας Brand, (p. 50b15) 13 τὰ καθόλου τῶν CR Simpl.: τῶν καθόλου τὰ AM 16 λαμβάνοντας αὐτούς colloc. AM πρῶτα] πρότερα coni. Spengel (sed cf. v. 4. 6) λέγωσι A2CMR: λέγονται A1 17 ἕκαστα ex ἕκαστον corr. M 21 πολλοῖς AMR Simpl.: πολλοῦ C Brand. 24 καὶ (ante τὸ ) CR: ἐστὶ AMs 25 τὸ ἄτομον ἀναιρεῖται CR: ἀναιρεῖται καὶ τὸ ἄτομον AMs 28 τε] δὲ Brand. 30 τὰ supra scr. Α προσῆκεν] προσήκει coni. Spengel καὶ om. Brand. 32 μὴ CMR: μὲν Α 33 οὐσίαι supra scr. C αἱ δεύτεραι, εἶθ᾿ οὕτως τῶν δευτέρων οὐσιῶν τὴν σύγκρισιν ποιήσασθαι Φαμὲν δὴ ἡμεῖς, ὡς ἔχει τοῦτο προειλημμένον ἐναργῶς ἀπὸ τῆς διαιρέσεως τῶν καθ’ ὑποκειμένου καὶ ἀπὸ τοῦ κυριωτάτην δεδεῖχθαι εἶναι οὐσίαν τὴν μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ· ἀπὸ γὰρ τούτου ἐξ ἀνάγκης συμβαίνει δευτέρας εἶναι οὐσίας τὰς καθ’ ὑποκειμένου μὲν λεγομένας μὴ ἐν ὑποκειμένῳ δὲ οὔσας. ιδ. Ἔτι προσαορει Πλωτῖνος περὶ τῆς τάξεως, ὡς ἀκόλουθον ἦν δεῖξαι τὴν πρώτην οὐσίαν μὴ οὖσαν μᾶλλον καὶ ἧττον οὐσίαν, εἶθ’ οὕτως τῶν εἰδῶν τὸ μᾶλλον καὶ ἧττον. Ἔστι δὲ καὶ πρὸς τοῦτο ἡ αὐτὴ ἀπολογία, ὡς ἤδη προειλημμένον εἶχε τὸ μὴ εἶναι μᾶλλον καὶ ἧττον τὴν πρώτην οὐσίαν, ὅτε πρώτως αὐτὴν καὶ μάλιστα καὶ κυριώτατα οὐσίαν εἶναι ἀπεφαίνετο· πάντα γὰρ τὰ τοιαῦτα ὥρισται καὶ οὐκ ἔχει τὴν τοῦ μᾶλλον καὶ ἧττον ἀπειρίαν. τὸ μὲν γὰρ μᾶλλον καὶ ἧττον πρόεισιν ἀεὶ ἀπαύστως τὸ δὲ μάλιστα ἵσταται κατὰ τὴν ὑπερβολὴν καὶ τὸ πρώτως κατὰ τὴν ἀρχὴν καὶ τὸ κυριώτατα κατὰ τὴν προηγουμένην τῆς φύσεως ἰδιότητα. ιε. Ἀλλ’ εἰ οὐδεμία οὐσία μᾶλλον καὶ ἧττον, πῶς τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία λέγεται; Ὅτι οὐ καθ’ ὅσον οὐσίαι εἰσί, τὸ μᾶλλον καὶ ἧττον λαμβάνει, ἀλλὰ κατὰ τὴν τῆς αἰσθητῆς οὐσίας πλείονα ἢ ἥττονα ἀπόστασιν. ις. Ἀλλ’ εἰ τὸ αἴτιον τῆς αἰσθητῆς οὐσίας λαμβάνει (τὰ γὰρ γινόμενά ἐστι καὶ οὐκ ὄντα), οὐ τοῦτο λέγων ἀτόπως ἐπεισάγει τὸν περὶ τῶν πρώτων τῇ φύσει λόγον; Ἡμεῖς δὲ νῦν οὐ ἰὰ τῇ φύσει πρῶτα ζητοῦμεν ἀλλὰ τὰ ὡς πρὸς ἡμᾶς πρῶτα καὶ τὰ ἐν τῷ λέγεσθαι πρῶτα. εἰ δὴ πρώτοις τοῖς εἴδεσιν ἐντυγχάνομεν, εἶθ’ οὕτως τοῖς γένεσι, καὶ πρώτως τὰ εἴδη σημαίνομεν, δευτέρως δὲ τὰ γένη, εἰκότως ἄν καὶ μᾶλλον οὐσίαι λέγοιντο τὰ εἴδη τῶν γενῶν. ιζ. Τοῦτο οὕτως· εἰπὼν δὲ δευτέρως οὖν οὐσίαι τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν λέγονται, ὥσπερ τομὴν γένους εἰς εἴδη πεποίηται, ἵν’ ᾖ κοινὸν μὲν γένος ἡ οὐσία, εἴδη δὲ ἡ ἄτομος οὐσία καὶ ἡ δευτέρα οὐσία· ποῦ οὖν καὶ τὴν γενικὴν οὐσίαν ὡρίσατο; Φημὶ δὴ ὅτι ὑπογράψας τὴν μὲν πρώτην οὐσίαν διὰ τοῦ εἰπεῖν 5 ante οὐσίαν add. τὴν del. M 6 ante δευτέρας add τὸ C 8 Ἔτι] τι Α προσαπορεῖ Πλωτῖνος] locum non inveni 10 τῶν εἰδῶν CR Simpl. (f. 23 r24): τοῦ εἴδους AM 13 καὶ (ante κυριώτατα) AM: om. CR 14 ἀπειρίαν AMR: ἀπορίαν C 15 ἵσταται AM: ὕσταται R: ὕστατον C 18. 19 τοῦ γένους μᾶλλον οὐσία τοῦ γένους λέγεται Α 20 καὶ ἧττον CMR: καὶ τὸ ἧττον Α 21 τῆς supra scr. C αἰσθητῆς οὐσίας ex Simpl. correxi (cf. v. 22): αἰσθήσεως libri ἥττονα CMR: ἐλάττονα Α 23 οὐ AM: ὁ CRs 24 τῶν πρώτων AM: τὴν πρώτην· CR 26 εἰ δὴ s: εἴδη codd. τοῖς supra scr. M 27 εἶθ’ CR: εἶτα AM 28 γένη] εἴδη Α 30 δὴ CR: οὖν AM δευτέρως οὖν] δεύτεραι δὲ οὐσίαι λέγονται, ἱὲν οἶς .... Αrist. 34 μὲν CR: om. AM τοῦ CR; τὸ AM μήτε καθ’ ὑποκειμένου λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι, τὴν δὲ δευτέραν μὴ ἐν ὑποκειμένῳ μὲν εἶναι καθ’ ὑποκειμένου δὲ λέγεσθαι, κοινὸν ἐπ’ ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι λαμβάνει· εἰ δὴ τῆς πρώτης τὸ μὴ καθ’ ὑποκειμένου λέγεσθαι ἴδιον, τῆς κοινῆς ἔσται τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, καὶ οὐ παρεῖται οὐδὲ αὕτη. ιη. Ἀλλ’ εἰ τομὴ εἰς εἴδη, οὐκ ἔστι δὲ εἶδος ἡ πρώτη οὐσία (μία γάρ ἐστι καὶ ἓν ἀριθμῶ, τὸ δὲ εἶδος πολλὰ ἀριθμῷ)· πῶς ἂν εἴη τά εἰρημένα οὐσίας οιαιρεσις; Ἐροῦμεν δὴ ὅτι τὸ μίαν εἶναι ἀριθμῶ κοινὸς λόγ εστι πασης τῆς πρώτης οὐσίας, ὃ μαλιστα ϊοιον ειοους εστι, κοινὸν δὲ καὶ τὸ μήτε καθ’ ὑποκειμένου λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι. ὁ μὲν οὖν τὶς ἄνθρωπος. ἢ τὶς ἵππος οὐκ ἔστιν εἶδος, ὡς δὲ πρώτη τοιαύτη οὐσία πᾶσα εἶδος ἂν εἴη. ιθ. Ἀλλ’ ἐπεὲ εἴρηκε φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ' ὑποκειμένου λεγομένων καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι, ἐκ ποίων εἰρημένων τὸ τῶν καθ’ ὑποκειμένου λεγομένων, ἀναγκαῖον εἶναι καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι οὐ δείκνυσιν· ἀπὸ γὰρ τῶν περὶ τῆς οὐσίας εἰρημένων οὐδὲν φαίνεται τοιοῦτον. ἐρρήθη μὲν γὰρ ὅτι πρῶταί εἰσιν οὐσίαι αἱ ἄτομοι, δεύτεραι δὲ τὰ εἴδη αὐτῶν καὶ τὰ τῶν εἰδῶν τούτων γένη, ταῦτα δὲ οὐδὲν συντελεῖ πρὸς σαφήνειαν τοῦ τὸν λόγον καὶ τοὔνομα κατηγορεῖσθαι τοὺ ὑποκειμένου. Οἱ ταῦτα κατηγοροῦντες εἰκῇ ταράττονται· ἐξ ἐκείνων γὰρ δῆλον ὧν προεῖπεν· ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσε.ται. τούτῳ γὰρ ἕπεται τὸ δεῖν τὸ καθ’ ὑποκειμένου κατηγορούμενον καὶ ὀνόματι καὶ λόγῳ ἀληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου. κ. ἐπεὶ δὲ περὶ τῶν διαφορῶν λέγει ὡς κοινὸν ἐχουσῶν πρὸς τὰς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ἀφ’ οὖ κατασκευάζει ὅτι οὐκ ἴδιον τῆς οὐσίας τοῦτο, ἀναγκαῖον προλαβεῖν, ὅσα ἐστὶ χρήσιμα περὶ τῶν διαφορῶν. | Δοκεῖ μὲν οὖν τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος τοῦτο διαφορὰν εἶναι, καὶ κατὰ τὴν τοιαύτην διάκρισιν ὡς πρὸς τὸ γένος νοεῖται 1 εἶναι CR: om. AM 3 ἐπ’ CMR: ἀπ’ A 3. 5 εἶναι CR: om. AM 5 παρεῖται ACMR Simpl.: παρεῖναι s 6 εἰ AMS: ἡ CR 7. 8 an #x003E; τὰ εἰρημένα? 10 εἴδους ἴδιον colloc. AM ἐστί ACM: om. Rs δὲ CMR: δὴ Α 13 εἴη ex εἶδος corr. C 14 δὲ om. C 15 καὶ τοὔνομα CR: εἶναι κατὰ τοὔνομα A: εἶναι κατ’ οὔνομα M 16 ἐκ ποίων—κατηγορεῖσθαι (17) CR: om. AMs 17 καὶ τοὔνομα C: κατ’ οὔνομα R 18 περὶ AM: παρὰ CR (cf. p. 7,19) 20—δῶν τού—oblitt. R 23 προεῖπεν] c. 3 p. 10 κατηγορεῖται CR post ὡς add. κατηγορουμένου del. R 24 πάντα post λέγεται colloc. Arist. post λέγεται add. τοσαῦτα AMs: om. CR 26. 27 ἀληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου om. C 32 τὸ supra scr. M τοῦτο CR: ὄντα AM (cf. Porph. Ιsag. p. 11,18 Simpl. f. 24 V 39) αὐτῆς ἡ διαίρεσις· κυριώτερον δ’ ἄν τις εἴποι, ὅτι τῷ εἴδει τὴν διαφορὰν χρὴ συντάττεσθαι, διόπερ πολλάκις ἀντὶ τοῦ εἴδους παραλαμβάνονται. σύμπασαι μὲν γὰρ αἱ διαφοραὶ ὁμοῦ ῥηθεῖεν ἄν περὶ τοῦ γένους, καθ’ ἑαυτὴν δὲ ἑκάστη κατὰ μὲν τῶν ὑφ’ ἑαυτὴν ῥηθείη ἂν καθ’ ὧν λέγεται κατὰ παντός, κατὰ δὲ τοῦ γένους οὐδαμῶς· οὐδὲ γὰρ μορφωτική ἐστιν ἑκάστη τοῦ γένους. διενήνοχε δὲ τοῦ εἴδους ἡ διαφορὰ ᾗ ὅλον μέρους. ἔστι γὰρ ἡ διαφορὰ ποιότης συμπληρωτικὴ οὐσίας, καὶ οὐκ ἔστι μὲν ἐν ὑποκειμένῳ, ὅτι συμβάλλεται εἰς οὐσίαν τούτοις ἅπερ εἰδοποιεῖ, οὐκ ἔστι δὲ οὐσία, ὅτι οὐκ εἰς τὸ εἶναι ἀλλ’ εἰς τὸ τοιόνδε εἶναι συμβάλλεται. χρὴ δὲ νοεῖν τὸ τοιόνδε οὐχ ὡς ἐπὶ τοῦ λευκοῦ φέρε λέγομεν· χωρίζεται γὰρ τοῦτο, ἡ δὲ διαφορὰ οὐ χωρίζεται, πλὴν εἰ μή τι συμφθαρείη τῷ ὑποκειμένῳ. ἄν δέ τις λέγῃ ὅτι καὶ τὸ οὐσιῶδες συμβεβηκὸς ἄνευ φθορᾶς οὐ χωρίζεται, ἀλλ’ ἐροῦμεν πρὸς αὐτὸν τὴν παντελῆ διάστασιν τοῦ οὐσιώδους συμβεβη- κότος καὶ τῆς διαφόρας σημαινοντες. ἄνεσις μὲν γὰρ καὶ ἐπίτασις περὶ τὸ οὐσιῶδες συμβεβηκὸς θεωρεῖται, οἷον περὶ τὸν Αἰθίοπα μεταστάντα εἰς ἄλλους τόπους ἄνεσις ἂν τοῦ μέλανος σώματος γένοιτο καὶ ἡ τοῦ γάλακτος λευκότης. ἧττόν ἐστι, μᾶλλον δὲ ἡ τῆς χιόνος· ἐπὶ δὲ τῆς διαφορᾶς τὸ μᾶλλον καὶ ἧττον οὐκ ἄν τις θεωρήσειεν οὐ γάρ ἐστι δίπουν δίποδος οὐδὲ πεζὸν πεζοῦ μᾶλλον. κα. Ἀλλ’ εἰ μήτε οὐσία ἐστὶν ἡ διαφορὰ μήτε συμβεβηκός, ἄλλο δὲ οὐσίας καὶ συμβεβηκότος οὐδέν ἐστι διάφορον τρίτον πάντα γὰρ τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ #x003E; ἐν ὑποκειμένῳ, ἢ γὰρ οὐσίαι εἰσὶν ἢ συμβεβηκότα) εἰ οὖν ἐν μηδετέρῳ τούτων τακτέον τὴν διαφοράν, ποῦ κατατάξομεν αὐτήν; | Εἰσὶ μὲν οὖν πολλαὶ πρὸς τοῦτο λύσεις, ἃς μικρὸν ὕστερον ἐρῶ, πρῶτον δὲ βούλομαι ὥσπερ ἀξίωμά τι προθεῖναι, ἀφ’ οὗ τὰς ἀπορίας καὶ τὰς λύσεις κρίνειν δυνησόμεθα. δοκεῖ δὴ τοῖς δεινοῖς περὶ τὴν τῶν ὄντων ἱστορίαν ἄρρητος γίγνεσθαι ἡ τῆς φύσεως ἀφ’ ἑτέρου γένους εἰς ἕτερον γένος μετάβασις ἀεὶ τοῦ μέσου διαλανθάνοντος ἡμᾶς, οἷον τὸ δυνάμει τὸ ἐπὶ τῶν οὐσιῶν, οἷον λέγω ἐπὶ τῶν ἀνθρώπων ἢ τῶν ἄλλων ζῴων ἐν τοῖς 3 αἱ διαφοραὶ AM: διαφοραί CRs; ceterum αἱ διαφοραὶ secundum Simpl. (f. 25r39) post παραλαμβάνονται transponas 4. 5 κτὰ παντός] κατὰ πάντων Simpl., quod fort, recipias 6 εἴδους] γένους C —ρους. ἔστι γὰρ oblitt. R 8 τούτοις εἰς οὐσίαν colloc. AM τούτοις] τούτων Simpl. τὸ (ante τοιόνδε) ACMR Simpl. (coni. Spengel): om. s 9. 10 νοεῖν τὸ τοιόνδε oblitt. R 10 τοῦτο CMR: τούτου Α 14 μὲν γὰρ oblitt. R 16 γένοιτο AM: γένηται CR 18 ἧττον CR Simpl.: τὸ ἧττον AM 20 οὐσία iter. Α 21 καὶ CMR: om. Α οὐδὲν AM: οὐδὲ CR 22 ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἡ οὐκ ἐν ὑποκειμένῳ ex Simpl. correxi: ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἡ καθ’ ὑποκειμένου AM: ἢ καθ’ ὑποκειμένου ἐστὶν ἢ ἐν ὑποκειμένῳ CRs (cf. Porpb. p. 73, 22) 23 μηδὲ ἑτέρω CR 24 κατατάξομεν AMR: τάξομεν C 25 πολλαὶ AMR: om. C μικρὸν CR: μικρῶ AM ἐρῶ CMR: ἐροῦμεν A1: ἐρῶμεν A2 26 προ- θεῖναι ex προθῆναι corr. R2 27 τῆς—ἱστορίας (28) Brand, (p. 52b23) 28 γίνεσθαι Α 29 διαλανθάνοντος AMR: λανθάνοντος C τὸ (post δυνάμει) om. Brand. 30 ἢ] ἐπὶ Α ζῶν Α1 σπέρμασι θεωρούμενον, οὔτε οὐσία οὐδέπω ἐστίν (ἔτι γάρ ἐστιν ἀτελές) οὔτε τὸ ἐνεργείᾳ τῷ οὕτως δυνάμει συμβέβηκε (τελειότης γὰρ τοῦτο)· πεται τοίνυν μέσον τι ἄλλο εἶναι τῶν οὐσιῶν τοῦ τε ἐνεργείᾳ φέρε ἀνθρώπου που καὶ τοῦ δυνάμει. ὁ αὐτὸς τοίνυν ἐστὶ λόγος καὶ περὶ τῆς διαφοράς· καὶ γὰρ αὕτη τὸ μέσον ἕξει ποιότητός τε καὶ οὐσίας· διὸ καὶ συντελεῖ εἰς τὸ εἶναι καὶ τὸ ποιὸν εἶναι, καὶ οὕτως ἔσται οὐκ ἐν ὑποκειμένῳ. διὸ δεῖ προστιθέναι εἰς τὸν ὅρον τοῦ ἐν ὑποκειμένῳ τὸ οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου τὸ γὰρ εἶδος συντελεῖ τι καὶ ἡ διαφορά. ἐπειδὴ τοίνυν ταῦτα προειλήφαμεν, ἀναλάβωμεν τὰς λύσεις τῶν παλαιῶν φιλοσόφων περὶ τῆς διαφορᾶς. μία μὲν δόξα γένοιτ’ ἂν ἡ ποιότητα τιθεμένη τὴν διαφοράν, ποιότητα δὲ οὐσιώδη καὶ συμπληρωτικὴν τῆς οὐσίας· ἄλλη δ’ ἡ μέσον ποιότητος καὶ οὐσίας τὴν διαφορὰν ὑπολαμβάνουσα, κοινόν τινα σύνδεσμον παρεχομένην ταῖς μὲν οὐσίαις πρὸς τὰ οὐσιώδη σθμβεβηκότα, κότα, τοῖς δὲ συμβεβηκόσι πρὸς τὰς οὐσίας. ἡ γὰρ φύσις οὐκ εὐθὺς μεταβαίνει ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία, οἷον ἀπὸ τῶν ζῴων ἐπὶ ἰὰ φυτά, ἀλλὰ καὶ μεταξύ τινα μέσην ζωὴν τὴν τῶν ζῳοφύιων συνέσιησε συναγωγὸν ἀμφοτέρων τῶν ἄκρων καὶ συμπληρωτικὴν καὶ συνδετικὴν αὐτῶν πρὸς ἄλληλα. καὶ ἐνταῦθα τοίνυν τῶν διαφόρων γενῶν οἷον οὐσίας καὶ συμβεβηκότος μέσον τι ἔσται καιὰ μέν τινας ὡς μετέχον ἀμφοτέρων τούτων, κατ’ ἄλλους δὲ ὡς κεχωρισμένον ἀμφοῖν. ἄλλη δ’ ἂν γένοιτο δόξα τῶν λεγόντων μὴ μόνον συμπληρω τικὴν εἶναι τῆς οὐσίας τὴν διαφοράν, ἀλλὰ καὶ μέρος αὐτῆς, ἤιοι τὴν κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρου- μένην, μέρος οὖσαν τῆς κατὰ τὸ εἶδος οὐσίας ἢ συναλλοιουμένην ταῖς περὶ τὸ ὑποκείμενον σχέσεσιν, ὡς περὶ αὐτὸ ἔχειν πως αὐτὴν καὶ διατίθεσθαι διαφόρως. κβ. Δοκεῖ δέ μοι μηδαμῶς ἀληθὲς εἶναι τὸ τὴν διαφορὰν καθ’ ὑποκειμένου κειμένου κατηγορεῖσθαι οὔτε γὰρ τοὔνομα οὕτε τὸν λόγον ἔνεστι τῆς διαφορᾶς κατηγορεῖν τοῦ ὑποκειμένου δῆλον δὲ ἐντεῦθεν· τὸ πεζὸν ἓν μὲν σημαίνει τὴν ἕξιν αὐτὴν οἷον τὴν πεζότητα, ἕτερον δὲ τὸ μετέχον τῆς ἕξεως ταύτης, ὅπερ οὐκ ἔστιν ἡ διαφορὰ ἀλλὰ τὸ διακείμενον κατ’ αὐτήν. τούτων δὴ οὕτως ἐχόντων τὸ πεζὸν νῦν παρῶμεν (οὐ γὰρ τοῦτό ἐστιν 1 θεωρούμενον CR: θεωρουμένων ΑΜ ἐστίν] εἰσίν Βrand. 2 τὸ] τι Brand. 5 τε CMR: om. Α καὶ τὸ ποιὸν εἶναι om. C 7 συντελοῦν Brand. 10 τῆς om. C 11. 12 ἄλλη δ’ ἡ AM: ἀλλ’ ἤδη CR 12 οὐσίας τὴν supra scr. C διαφορὰν] ὰν in lit. C 13 παρεχομένην C Simpl.: παρεχομένη AMRs 15 φυτά] ἁ in lit. R2 16 τὴν τῶν ζωοφύτων μέσην ζωὴν colloc. C (corr. numeris superscr.) τὴν CMR Simpl.: om. A 16 συνέστησε] ὑπέστησε Simpl. 17 συνδετικὴν καὶ συμπληρωτικὴν colloc. M (corr. numeris superscr.) συνδετικὴν CMR Simpl.: συνδεκτικὴν Α: σύνδεσμον Brand. 22 ἥν (post: ἤτοι) CR: om. AM Simpl. 23 ἢ μέρος Simpl. 24 σχέσεσιν Α2CMR: σπέψεσιν Α1 ὡς] ὥστε Simpl. Brand. ante αὐτὸ add. τὸ Brand. 20 εἶναι ἀληθὲς colloc. C (corr. numeris superscr.) 28 μὲν AM Simpl. (f. 25v43): om CR 29 σημαίνει AM Simpl.: σημαίνειν CR τὴν ἕξιν αὐτὴν CR om. AM post πεζότητα add. αὐτήν AMs: om. CR Simpl. 30 ὅπερ coni. Spengel: ἅπερ libri 31 τοῦτό ... τὸ διακείμενον (p. 50.1)] conicias ταὐτό ... τῷ διακειμένῳ, nisi mails <ἀλλὰ> τὸ Comment. Arist. IV 2 Dexipp. in Cat. 4 διαφορὰ τὸ διακείμενον κατ’ αὐτήν), αὐτὴν δὲ τὴν διαφορὰν λάβωμεν τὴν πεζότητα. ἆρ’ οὖν οἷόν τέ ἐστι κατηγορῆσαι τοὔνομα κατὰ τοῦ ὑποκειμένου τῆς διαφορᾶς, ὥστε φάναι τὸ ὑποκείμενον εἶναι πεζότητα, ἢ τὸν λόγον αὐτῆς, ὥστε τὸ ὑποκείμενον εἰπεῖν ἕξιν εἶναι ἀφ’ ἧς πεζοὶ γίνονται οἱ μετασχόντες; οὐκ ἔστιν εἰπεῖν. οὐχ ὑγιῶς τοίνυν εἴρηται τοὔνομα καὶ τὸν λόγον τῆς διαφοράς δύνασθαι κατηγορεῖσθαι τοῦ ὑποκειμένου. διὸ οὐδὲ συνωνύμως ἄν ῥηθείη διαφορὰ κατὰ τῶν ὑποκειμένων. οὐ καθ’ ὑποκειμένου ἄρα εἴπερ τὰ καθ’ ὑποκειμένου συνωνύμως τῶν ὑπ’ αὐτὰ ἀτόμων κατηγορεῖται. Πρὸς δὴ τοῦτο τὸ ἀπόρημα οὕτως ἄν ἀπαντήσαιμεν. οὐ γάρ, ἅπερ ἐκεῖνοι βούλονται, τὸ ἔχον τὴν πεζότητα νῦν ἀφίημι ὡς μὴ ὄντος μὲν τούτου διαφορᾶς, τοὐναντίον δὲ τῆς πεζότητος, ὡς ἐκεῖνοι λέγουσιν· ἐπινοίᾳ γὰρ χωρίζοντες τὴν πεζότητα οὐ βούλονται τὸ μετὰ τοῦ ὑποκειμένου συνειλημμένον εἶναι διαφοράν. ἄλλο δέ ἐστι χωρίσαι τι τῇ ἐπινοίᾳ, ἄλλο ὡς συνυπάρχον τῷ ὑποκειμένῳ συλλαβεῖν. ἐπεὶ οὖν καὶ ὁ Ἀριστοτέλης περὶ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦθα καὶ | τὸ συνωνύμως κατηγορεῖσθαι ἐπὶ τῶν διαφορῶν εἴρηκε τῶν συνειλημμένων μετὰ τῆς ὕλης, καὶ ἡμεῖς οὕτως ἐκδεχόμεθα· τὸ μὲν γὰρ πεζὸν καὶ τὴν πεζότητα ἔχει, ἡ δὲ πεζότης ἐπίνοιά τις οὖσα μόνον ψιλὴ τὸ πεζὸν οὐ συνείληφεν. οὐ χρὴ οὖν διαιεῖν τὸν κατὰ τὸ ὑποκείμενον εἶδος λόγον καὶ τὸν ὁριστικόν· εἰ γὰρ ὁ ὁριστικὸς λόγος τὸ τί ἦν εἶναι δηλοῖ, τοῦτο δέ ἐστι τὸ εἶδος, οὐκ ἄλλος μὲν ἔσται ὁ καιὰ τὸ ὑποκείμενον λόγος, ἄλλος δὲ ὁ κατὰ τὸν ὅρον, ἐπεὶ καὶ ἄτοπον ἐν μὲν τῷ εἶναί τινι ὑπάρχειν, τὸ δὲ ὄνομα καὶ τὸν λόγον μὴ ἐπαληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου. οὕτω μὲν οὖν ἡμεῖς ἀπηντήσαμεν φαμὲν δὲ καὶ ἄλλην εἶναι λύσιν οὐκ ἀπόβλητον. ἐπεὶ γὰρ τὺ μάλιστα ποιοῦν τὸ εἶδος ἡ διαφορά ἐστιν, ἀληθεύεσθαι εἴρηκε τῷ λόγῳ τῷ τὸν τοῦ ὑποκειμένου λόγον ὑπὸ ταύτης συμπληροῦσθαι καθ’ ὑποκειμένου οὖν λέγεται, ὡς ἐκεῖνοι βούλονται, ὅτι συμπληρωτική ἐστι τοῦ κατὰ τὸ ὑποκείμενον λόγου· ἄν γὰρ εἴπω φησὶ πεζότητα, ἐπὶ γῆς διὰ σκελῶν εἴρηκα κίνησιν, ἡ δὲ ἐπὶ γῆς διὰ σκελῶν κίνησις καὶ τὸ πεζὸν καὶ τὸ οὕτως κινούμενον δηλοῖ. ταῦτα μὲν δὴ οὕτως. θαυμάζω δὲ τῶν Στωικῶν χωριζόντων τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν· ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται. εἰ δὲ οὐδ’ αἱ ποιότητες ἄνευ τῶν ποιῶν, οὐδ’ αἱ ἕξεις ἄνευ τῶν ἑκτῶν οὐδ’ 1 post αὑτήν add. τούτων δὴ οὕτως ἐχόντων del. M 2 κατὰ CMR: om. A 4 αὐτῆς in mrg. suppl. M 5 καὶ τοὔνομα Sirapl., quod reponas καὶ CR Simpl.; om. AM 14 συνειλημένον AM ἄλλο (prius) CR: ἄλλως AM χωρῆσαι C ἄλλο (alterum) CR: καὶ ἄλλο AM 15 συλλαβεῖν] συλ supra scr. Α 16 καὶ τὰ CR Simpl.: τῶ AM 18 ἔχειν (sed ν eras.) Α 20 εἶδος abundare putat Spengel, sed tuetur Simpl. post λόγον VI litt. eras. R ὁ CR Simpl.: om. AM 21 εἶδος in lit. R2 25 δὲ AM: δὴ CR 29 an φασὶ? 30 κίνησιν Felic: κινήσεως ACMRs 33 ἦ CM2R: ἦν AM1 34 οὐδ’ (alterum)—οὐδ᾿] οὔθ᾿—οὔθ᾿ coni Spengel αἱ διαφ,οραὶ ἄνευ τοῦ ὑποκειμένου θεωρηθήσονται, ἀλλὰ τῷ ὁριστικῷ ἑαυτῶν λόγῳ συμπληρώσουσι τὰ ὑποκείμενα. κγ. Ἀλλὰ πῶς παραχρῆμα μετέθετο; εἰπὼν γὰρ τὸ δοκεῖν πάσῃ οὐσίᾳ ὑπάρχειν τὸ τόδε λέγεσθαι ἐπήγαγεν ἑξῆς· οὐ μὴν ἀληθὲς γέ ἐστι τοῦτο. Ἡμρῖες δὴ πρὸς αὐτοὺς ἀποκρινούμεθα, ὡς ἡ μὲν πρώτη δόξα οὐκ αὐτοῦ ἦν, ἀλλὰ ἄλλοις ἀρέσκουσα· κατά τινας γὰρ τοῦτο δοξάζεται τοὺς ὑφεστάναι λέγοντας τὰ γένη καὶ τὰ εἴὸη· ἡ δὲ δευτέρα | αὐτῷ ἐδόκει, διόπερ προθεὶς τὴν λεγομένην ὑφ’ ἑτέρων προσέθηκεν ὕστερον ἣν αὐτὸς ἐδοκίμαζε. Πῶς οὖν τὸν τινὰ ἄνθρωπον λέγομεν καὶ ἄνθρωπον εἶναι καὶ ζῷον καὶ λογικὸν καὶ θνητόν, εἰ μὴ τάδε ἐστὶ πάντα ταῦια. Ὅτι τὰ εἴδη καταταχθέντα λέγομεν τάδε τινὰ εἶναι, ὁ δὲ λόγος ἦν περὶ τῶν καθ’ αὑτὰ ἐπινοουμένων. Ἀλλὰ κατὰ τί λέγομεν τόδε τι τὴν ἄτομον οὐσίαν, πότερον κατὰ τὸ εἶδος ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν. Ἤ φήσομεν ὡς κατὰ πάντα, ἀλλὰ κατὰ μὲν τὴν ὕλην, καθόσον ὑπόκειται καὶ εἰς ἐνέργειαν ἥκει τοῦ δέχεσθαι τὸ εἶδος, κατὰ δὲ αὐτὸ τὸ εἶδος, καθόσον ὥρισται καὶ ἕν ἐστιν ἀριθμῷ. εἰ δέ τις τὴν ὕλην ἀόριστον οὖσαν μηδαμῶς τόδε τι εἶναι φήσει, ὑπομνήσομεν αὐτὸν ὡς οὐ περὶ τῆς ἀσχέτου ὕλης ἐστὶν ὁ παρὼν λόγος, περὶ δὲ τῆς σχέσιν ἐχούσης πρὸς τὸ εἶδος. κδ. Ἀλλὰ πῶς τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον; Οτι ἡ ἔν τινι διαφορὰ τῇ ἐνυπαρχούσῃ διαφορᾷ ἐναντίον, τὸ δὲ τῷ ὅλῳ οὐκ ἔστιν ἐναντίον· λόγος δὲ τούτου τοιοῦτος· τὸ ἐπιδεχόμενον τὰ ἐναντία οὐκ ἔστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ’ ἑνὸς τῶν ἐναντίων, οὐκ ἄν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου ἐναντίου καταδοχὴν ἐπιτηδείως παρεσκευάσθαι, οἷον ψυχὴ #x003E; σῶμα ἢ ἄτομος οὐσία ἢ δευτέρα οὐσία εἴπερ ἐπιδέχοιτο τἀναντία, αὐτὰ καθ’ αὑτὰ οὐκ ἔσται ἐναντία. ἀλλ’ οὐδὲ ε.ἰ διαιροῖτό τι εἰς τὰ ἐναντία, ὥσπερ τὸ ζῷον, οὐδὲ οὕτως ἔσται 2 λόγῳ ἑαυτῶν colloc. AM ἑαυτῶν] ἑαυ in lit. R2 4 τὸ τόδε CR: τόδε AM: τόδε τι coni. Spengel (sed cf. Porph. p. 96,7 Simpl. f. 26r45) ἑξῆς CR: ἐφεξῆς AM 5 ἐστι τοῦτο om. Arist. 7 αὐτοῦ AMR: αὐτῶν C 9 προθεὶς AMR: προσθεὶς C post ὕστερον add. τὴν λεγομένην del. M 10 ἐδοκίμαζε CR: ἐδοκίμασε AMs 11 post λέγομεν add. εἶναι AM: om. CR εἶναι supra scr. C 12 τάδε Simpl. (f. 26v47): τόδε ACMRs: τόδε (1. τάδε) τινά coni. Spengel (cf. v. 13) 13 εἴδη an ἤδη dubium R καταταχθέντα] καταχθέντα Simpl. (sed cf. p. 56,5.7) 14 περὶ AMR Simpl.: ἐπὶ C 16 τὴν ὕλην CMR Simpl.: κατά τὴν ὕλην Α 18 αὐτὸ codd. Simpl.: αὖ coni. Spengel 19 ἐν ἐστιν AM Simpl.: ἔνεστιν CR 20 ὑπομνήσομεν AM: ὑπόμνησον μὲν CR: ἀναμνήσομεν Simpl. 25. 26 τὰ ἐπιδεχόμενα τὸ ἐναντίον M (corr. m.1) 26 ἐναντίον αὐτό colloc. R (corr. numeris superscr.) 27 ἑτέρου in mrg. suppl. Α ἐναντίου A2CMR Simpl. (f. 27r50): ἐναντίαν Α1 28 ψυχὴ ἡ σῶμα ἢ ἄτομος οὐσί ἡ δευτέρα Simpl.: ψυχή, σῶμα, ἡ ἄτ. οὐσία, ἡ δευτ codd. s 30 διαιροῖτο] αἰ in lit. R τι AMR: τις C: τί τις Simpl., quod reponas 4* ἐναντίον· ἐκεῖνο δὲ περιέχει τὴν τῶν ἐναντίων διαίρεσιν, ὥστε οὐδὲν τούτων ἔσται ἐναντίον. γνοίη δ’ ἄν τις καὶ ἀπὸ τοῦ ὅρου τῶν ἐναντίων τοῦτο· πλεῖστον γὰρ κεχωρίσθαι αὐτὰ ἀπ’ ἀλλήλων ἀφοριζόμεθα, ὡς δὲ νῦν λέγεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου ὑπάρχει. | κε. Ἀλλὰ πῶς τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ ἐναντία λέγει Ἀριστοτέλης; Κατὰ τὰς εἰδοποιοὺς δηλονότι διαφορὰς φήσομεν, αἵτινες οὔκ εἰσιν οὐσίαι· τὸ μὲν οὖν ψυχρὸν καὶ θερμὸν καὶ ξηρὸν καὶ ὑγρὸν ἀλλήλοις ἐναντία ὑπάρχει, αἱ δ’ ὅλαι οὐσίαι πρὸς τὰς ὅλας οὐσίας οὐκ ἔχουσιν ἐναντίωσιν, αἵ γε καὶ ἐπὶ τῆς αὐτῆς ὕλης συνυφεστήκασιν. κς. Εἰ δέ τις τὸν ἄνθρωπον τῷ ἵππω λέγοι πως ἐναντίον εἶναι καὶ τὸν τινὰ τῷ τινί; Πρὸς αὐτὸν ἡμεῖς ἀποκρινούμεθα, ὡς οὐδὲν μᾶλλον ὁ τὶς ἵππος ἢ ὁ τὶς βοῦς ἢ ἄλλο τι τῶν κτὰ τὴν πρώτην οὐσίαν συστοίχων ἐναντίω ἐστὶ πρὸς τὸν τινὰ ἄνθρωπον. εἰ δ’ ἀδύνατός ἐστιν ἡ τῶν ἀορίστων πρὸς τὸ ὡρισμένον ἐναντίωσις (ἓν γὰρ ἑνὶ δεῖ ὡρίσθαι ἐξ ἀνάγκης ἐναντίον οὐκ ὀρθὸν ἂν εἴη οὐδὲ οὕτως τὰς ἀντιθέσεις λαμβάνειν. κζ. Ἀλλὰ πῶς, εἰ τὸ εἶδος τῇ στερήσει λέγει ἐναντίον ἐν τοῖς Φυσικοῖς, ἀληθὲς τὸ νῦν ἀποφαίνεσθαι αὐτὸν μηδὲν εἶναι οὐσίᾳ ἐναντίον; Ὅτι εἴωθε κοινότερον καὶ τὰ κατὰ στέρησιν ἀντικείμενα ἐναντία λέγειν, ὥστε ὅταν ἐν τοῖς Φυσικοῖς τὴν ἕξιν καὶ τὴν στέρησιν ἐναντία προσαγορεύῃ, οὐδαμῶς ἡμᾶς χρὴ ταράττεσθαι, ὅτι ἐν ταῖς Κατηγορίαις εἰρηκὼς οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν ἐν τοῖς Φυσικοῖς πάλιν δέχεται αὐτῶν τὴν ἐναντιότητα. κοινῷ γὰρ χρῆται τῷ τῆς ἐναντιώσεως ὀνόματι καὶ ἐπὶ τῶν ἄλλων ἀντιθέσεων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ λύσις οὐκ ἀπόβλητος, ὡς ἔμοιγε δοκεῖ· κάλλιον δ’ εἴη ἄν καὶ Ἀριστοτελικώτερον μᾶλλον οὕτω λύειν τὴν ἀπορίαν ταύτην, ὅτι τὸ εἶδος τῇ στερήσει οὐχ ὡς οὐσία οὐσίᾳ ἀντίκειται, κεῖται, ἀλλ’ ὡς τὸ ὂν πρὸς τὸ μὴ ὂν τῷ εἴδει ἢ ὡς ἀρχὴ πρὸς τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἕξει κατὰ παντελῆ ἀπόστασιν ἢ ὕφεσιν τελέαν τὴν ἐναντίωσιν. οὕτω γὰρ ἡμῶν διαιρουμένων οὐσιῶν μὲν ἐναντίωσις 1 δὲ] an γὰρ? 4 τὴν αὐτὴν AM Simpl.: ταύτην τὴν CR 5. 6 λέγει Ἀρ.] De gen. et corrupt. B 8 p. 335a3 sq. 7 διαφορὰς δηλονότι colloc. Α 8 ὑγρὸν καὶ ξηρὸν colloc. AM 10 συνυφεστήσασιν CR: ὑφεστήκασιν AMs 11 τις ACM: τι R λέγοι CR: λέγει AM ἐναντίον CMR: ἐναντία Α εἶναι CMR: om. Α 1.5 εἰ CR: ἡ AM 16 τὸ ὡρισμένον CR: τὰ ὡρισμένα AMs ἓν AM: ἐν CR ὁρίσθαι Α 17 λαμβάνειν ACMR: λαμβάνομεν S (?) s 18. 19 ἐν τοῖς Φυσικοῖς] cf. A 7 p. 190b27 Α 9 p. 192a6 21 ἐν τοῖς Φυσικοῖς] cf. Α 7 p. 190b30 sq. προσαγορεύῃ CR: λέγη AM 22 εἰρηκὼς CMR: om. Α 23 οὐσίαν] οὐσίας C ἐναντίαν Arist. Pliys. Α 6 p. 189a32 (ἔτι οὐκ εἶναί φαμεν ἐναντίαν οὐσίᾳ): ἐναντίον AMs: ἐναντία CR αὑτῶν τὴν CR: αὑτὴν τὴν M: αὐτὴ Α 2.3 ἀπόβλητον AM ὡς ἔμοιγε CR: ὥς γέ μοι AM 26 εἴη ἄν scripsi: εἶναι libri, quod delendum coni. Spengel μᾶλλον CR: om. AM οὕτω post ταύτην (27) transp. AM 28 τῷ εἴδει om. Simpl. (fort, recte) 30 τελείαν Simpl. (fort, recte, cf. p. 53,9 14) οὐ θεωρεῖται, ἄλλος δὲ ἐπὶ· τῶν ἀρχῶν ἐναντιώσεως διορισμὸς φανήσεται, ὃς οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος· οὐ γὰρ ἐν ὑπάρξει ἀμφότερα τὰ ἐναντία περιέχει, οὐδὲ μὴν γένη ὄντα αὐτὰ περιέχεται, ἀλλ’ ὅτι τὸ μὲν ἐν ἰῷ εἶναι, τὸ δ’ ἐν τῷ μὴ ἔστιν. κη. Ἀλλὰ τὸ μηδὲν εἶναι οὐσίᾳ ἐναντίον ἐπὶ τῶν καθ’ ἕκαστα οὐσιῶν ἐστι τῇ ἐπαγωγῇ δεδειγμένον, ὅλως δὲ οὐσίᾳ οὐκ ἔστι δεδειγμένον. Ο τοῦτο ἀπορῶν ἠγνόηκε τὴν διαιρετικὴν μέθοδον καὶ τὴν ταύτης χρείαν. ἐπεὶ γὰρ τῶν γενικωτάτων οὐκ ἔνεστιν ἐκ προτέρων καὶ αἰτιω- τέρων ποιήσασθαι ἀπόδειξιν, ἀλλ’ ἀνάγκη τελείαις διαιρέσεσι πάντα διαιρουμένους τὰ ὑπ’ αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν, † ῇ παραλλάττει. ὡς φέρε ὅταν τὸ ζῷον διαιρῶμεν εἰς λογικὸν ἄλογον ἢ ὑπόπουν καὶ ἄπουν ἢ δίπουν καὶ τετράπουν ἢ ὅσας ἄλλας ἐπιδέχεται διαιρέσεις, εἶτα μηδεμίαν αὐτῶν εὑρίσκοντες ἐκβαίνουσαν τοῦ ζῴου ἰὴν ταυτότητα ἰοῦ γένους οὐκ ἐξ ἐπαγωγῆς ἀλλ’ ἐκ ἰῆς τελείας διαιρέσεως λαμβάνομεν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων ἡ διαίρεσις τὸ κοινὸν ἐν τοῖς ὑπ’ αὐτὸ τεμνομένοις φυλάττει, οὕτως καὶ ἐπὶ τῶν οὐσιῶν νῦν δείκνυται. εἰ γὰρ ἁ οὐσίαι μὲν πᾶσαι νῦν διαιροῦνται ἀνελλιπῶς εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέτεραι δὲ τούτων ἔχουσι ἰὴν ἐναντίωσιν (ἡ γὰρ διαίρεσις τελεία οὖσα τὰ ὑπὸ ἰὴν οὐσίαν περιελάμβανεν), ὥστε οὐ μόνον ἡ τὶς οὐσία τινὶ ἀλλὰ καὶ ἀπλῶς πάσῃ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον. ἀπαντήσειε δ’ ἄν τις καὶ οὕτως· ὅταν τι τῶν κατ’ οὐσίαν συμπληρούντων λήφθη, εὐθὺς τοῦτο ὅπερ ἐφ’ ἑκάστου ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται, οἷον τὸ λογικὸν ἐφ’ ἑκάστου τε τοῦ ἀνθρώπου καὶ ἐπὶ παντός, καὶ τῇ οὐσίᾳ τοίνυν εἴπερ κατ᾿ οὐσίαν ὑπάρχει τὸ μηδεμίαν σχέσιν ἐναντιώσεως ἔχειν, οὐκ ἐπὶ τινὸς ἀλλὰ καὶ ἐπὶ πασῶν ἀληθὲς ἔσται. κθ. Πάλιν ἄπορον φαίνεαι, πῶς ἐν μὲν τοῖς πρὸ τούτων εἰρημένοις μᾶλλον οὐσία διώρισται ἡ τοὐ εἴδους παρὰ τὴν τοῦ γένους, νυνὶ δὲ οὐ λέ- γεται μᾶλλον καὶ ἧττον εἶναι. Ὅτι οὐχ ὡσαύτως ἑκάτερον λέγεται, ἀλλὰ τὸ μὲν καθ’ ἑαυτό, τὸ δὲ κατὰ συμβεβηκός· τὸ γὰρ μᾶλλον εἶναι τὸ εἶδος ἢ τὸ γένος οὐχ ᾗ οὐσία, οὐδ’ ὅπερ ἐστὶν ἕκαστον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον, ἀλλ’ ᾗ ἐγγυτέρω τῆς ἀτόμου οὐσίας προχωρεῖ, τὸ δὲ ἧττον ὑφεστηκὸς πορρωτέρω αὐτῆς ἀφέστηκε. τοῦτο δὲ συμβέβηκεν ἄλλως· νυνὶ δὲ καθό ἐστιν ἑκάστη 1 ἄλλος CR: ἄλλως AM 3 περιέχει CR mrg. Α mrg. M: ὑπάρχει AM περιέχεται R2 mrg. C: παρέχεται ACMR1 6 οὐσίᾳ] οὐσία libri: om. Simpl. (f. 27r54) fort. rectius οὐκ ἔστιν οὐσία colloc. AM 10 θεωρεῖν CMR: θεωρεῖ Α ἧ παραλλάττει CMR: ἦ παραλάττει Α; corrigas μὴ παραλλάττει (vel παραλλάτῃ) τι, cf. Simpl. μή πη παραλλάσσῃ τι ἐν τοῖς καθ’ ἕκαστον εἴδεσιν 13 post εὑρίσκοντες ex Simpl. addas διαφορὰν ἐκβαίνουσαν AM: ἐμβαίνουσαν CR 17 νύν MR: om. A: supra scr. C ἀνελιπῶς Α τὰς CR Simpl.: om. AM 19 οὐ. μόνον CMR: om. Α 21 ληφθῇ Simpl.: ληφθείη ACMRs ὅπερ CMR Simp].: ὅπως Α 26 ταῖς—εἰρημένοις (sic) Α πρὸ τούτων Simpl. (f. 28r.56): πρὸ τούτου libri (cf. p. .54,2) 27 post μᾶλλον add. καὶ ἧττον ACMRs: secundum Simpl. eieci (cf. v. 30) 29 ἑκάτερον ὡσαύτως colloc. AM 33 ἀφέστηκε AM: ὑφέστηκε CR τοῦτο ὅπερ ἐστίν, οὔ φησὶ λέγεσθαι αὐτὴν μᾶλλον οὐδ’ ἧττον. οὐκ ἄρα ἐναντία λέγεται τὰ παρόντα τοῖς πρὸ τούτων. λ. Ἔτι κἀκεῖνο ζητήσεως ἄξιον, πῶς ὁ μᾶλλον λογικὸς οὐ μᾶλλόν Ὅτι οὐ κατὰ τὴν ἐπίτασιν τοῦ λογικοῦ ὁ ἄνθρωπος ἔχει τὸ εἶναι, ἀλλὰ κατὰ τὸ εἶδος· τοῦτο δ’ ἕστηκεν ἀεί, ἡ δὲ ἐνέργεια τοῦ ἀνθρώπου κατὰ τὸ διάφορον τοῦ μᾶλλον λογικοῦ παρέχει τὸ λογικώτερον τῷ ἀνθρώπῳ, οὐ κατὰ τὴν ἀνθρωπότητα καὶ τὸ δύνασθαι εἶναι λογικῷ τὸ εἶναι αὐτῷ ὁμοίως πάρεστιν. ἔστιν ἄρα οὗτος μὲν ὁ αὐτός , ἡ δὲ ἐνέργεια τοῦ λογικοῦ τὸ μᾶλλον καὶ ἧττον προσλήψεται. ἐπαινῶ μὲν οὖν καὶ ταύτην τὴν λύσιν· εἰ δὲ δεῖ κατὰ τὴν Ἀριστοτέλειον δόξαν βαθύτερον αὐτὴν ἀποδοῦναι, οὕτως ἂν θεωρητικώτερον δείξαιμεν τὸ ζ·ητούμενον· πέφυκε μεθ’ ἑκάστου τῶν εἰδῶν καὶ τὸ ποιὸν συνυφίστασθαι, ἕτερον μὲν ὂν τοῦ εἴδους, ἠρτημένον δὲ ἀπ’ αὐτοῦ· καὶ τὸ μὲν εἶδος μέρος ὂν τῆς συνθέτου οὐσίας καὶ ἀτόμου συμπληρωτικόν ἐστιν αὐτῆς καὶ οὐδέποτε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, αἱ δὲ συντρέχουσαι τοῖς εἴδεσι ποιότητες, ὅπου μὲν ἡ λογική, ὅπου δὲ ἡ θερμότης, ὅπου δὲ ἡ ξηρότης δέχεται τὸ μᾶλλον, καὶ οὕτως οὐκ | ἔστιν ἡ φαινομένη αὕτη κατὰ τὸ μᾶλλον ὑπεροχὴ τοῦ εἴδους ἀλλὰ τῆς ποιότητος, ἐπεὶ καὶ ὁ σπουδαῖος ὅταν μᾶλλον ἄνθρωπος λέγηται, οὐχ ᾗ ἄνθρωπος ἀλλ’ ὡς οὕτως διακειμενος ἐπιτείνεται. τοῦτο δὲ οὐκ οὐσίαν ἀλλὰ ποιὸν σημαίνει, ὥστε ἡμῖν ἀληθῶς φαίνεσθαι ἔχον τὸ μὴ εἶναι οὐσίαν οὐσίας μᾶλλον καὶ ἧττον. λα. Πῶς οὖν ἡ ὕλη τὸ μᾶλλον καὶ ἧττον δέχεται καὶ τἀναντία ἐφ’ ἑαυτῆς φαντάζεται μικρὸν καὶ μέγα καὶ ἐλλεῖπον καὶ ὑπερέχον; πῶς δὲ πᾶν ὅπερ ἄν ἐπαγγέλληται ψεύδεται, κἂν μέγα φαντασθῇ μικρόν ἐστι, κἂν μᾶλλον ἧττόν ἐστιν; Ἐροῦμεν δὴ οὖν, ὅτι ταῦτα ἀπὸ τῆς τοῦ εἴδους σχέσεως παραγίνεται εἰς τὴν ὕλην πάσας τὰς τοιαύτας παραλλάξεις λαμβάνουσαν κατ’ αὐτὴν τὴν σχέσιν τοῦ εἴδους, πρὸς ὅπερ ὑφίσταται ἄλλως καὶ ἄλλως ἔχουσα. καθὸ 30 μὲν γὰρ μᾶλλον αὐτὴν τὸ εἶδος κρατεῖ, ἐνεργότερον φαίνεται, καθὸ δ’ ἧττον, ἀμυδρότερον καὶ αὐτὸ εἰς τὴν ὕλην διαείκνυται. αὐτὴ μέντοι καθ’ ἑαυτὴν οὐδαμῶς ἡ ὕλη διαφέρει κατ’ οὐδὲν τούτων· δυνάμει γὰρ πάντα ἐστίν ὡσαύτως καὶ τὴν ἴσην πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν τῆς οὐσίας παρέχεται. 1 ὅπερ ἐστίν CR Simpl.: om. AM 2 τὰ παρόντα OR Simpl.: τά ἐναντία Α et post τούτων transp. sed numeris supeiscr. corr. M 6 τοῦ ἀνθρώπου CR: om. AM 7. 8 corrigas sec. Felic. οὐ κατὰ τὴν ἀνθρωπότητα· < κατὰ γὰρ τὴν ἀνθρωπότητα > 12 δείξαιμεν CR: παραστήσαιμεν AM 17 δέχεται CMR, tuetur Simpl.: ἐπιδέχεται As οὐκ ἔστιν supra scr. C 21 ἀληθὲς C φαίνεσθαι ex φαίνεται corr. A ἔχον] ἔχειν coni. Spengel μὴ Felic.: ἦν libri οὐσίαν] οὐσία (sed α m.2) R 23 δέχεται scripsi sec. Simpl.: λέγεται ACMRs ἐφ’ CR: ἀφ’ AM 24 ὑπέρεχον καὶ ἐλλεῖπον colloc. AM 25 ἐπαγγέληται ACM 28. 29 τοῦ εἴδους τὴν σχέσιν colloc. AM 80 αὐτὴν MR: αὐτῆς AC 32 ἡ ὕλη οὐδαμῶς colloc. A 33 τὰ ὄντα AMR Simpl.: om. C 34 παρέχεται] παραδέχεται Simpl. λβ. Αὐτὸ δὲ τοῦτο πάλιν ζητήσεως ἄξιον, διὰ τί αἰ μὲν οὐσίαι τὸ μᾶλλον καὶ ἧττον οὐκ ἔχουσιν, αἱ δὲ ποιότητες ἐπιδέχουται: Η καὶ τοῦτο δυνησόμεθα λῦσαι κατὰ τὸν αὐτὸν λόγον, τὰς μὲν οὐσίας τῷ ἐν ἑαυταῖς εἶναι μένειν καθ’ ἕνα ὅρον ἀποφαινόμενοι, τὰς δὲ ποιότητας τῷ ἐν ἑτέροις ἔχειν τὸ εἶναι μετ’ ἐκείνων συναλλοιοῦσθαι, εἰκότως ἄρα αἱ μὲν οὐσίαι οὔτε ἀφ’ εαυτῶν οὔτε ἀπ’ ἄλλων δέχονται τὴν ἐπίτασιν, αἱ δὲ ποιότητες ἀπὸ τῶν ὑποκειμένων ἐν οἷς ἐγγίγνονται κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιτείνονται. λγ. Πῶς δὲ ἀπεικότως εἴποιμεν ἰοὺς πολλοὺς αὐτὸν αἰτιᾶσθαι ὡς ἀμφιβάλλοντα καὶ μὴ ἀποφαινόμενον; τὸ γὰρ ἴδιον τῆς οὐσίας ἀποδι | δούς φησι· μάλιστα αὐτῆς ἴδιον δοκεῖ εἷναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὄν τῶν ἐναντίων εἶναι δεκτικόν. Φημὶ δὴ ὅτι τοῦ ἰδίου πολλαχῶς λεγομένου, κυρίως δὲ τοὺ παντὶ καὶ μόνῳ ὑπάρχοντος νῦν τὸ δοκεῖ πρόσκειται δεικνυμένου αὐτοῦ, ὅτι τῆς καθόλου οὐσίας καὶ τῆς πρώτης οὐχ οἷόν τε τοῦτο εἶναι ἴοιον, ὡς πέφυκε τὸ ὄντως ἴδιον ὑπάρχειν, καὶ ὅτι ἴδιον οὕτως λέγεται οὐχ ὡς πάσῃ ὑπάρχον καὶ τῇ καθόλου καὶ τῇ κατὰ μέρος, ἀλλ’ ὅτι ἐν μόνῃ ταύτῃ ἐστὶ τὸ τοιοῦτον ἴδιον, ἐν οὐδεμιᾷ δὲ ἄλλῃ τῶν κατηγοριῶν. οὕτως γὰρ καὶ τὸ πῦρ λεπτομερέστατον λέγεται, οὐχ ὅτι πᾶν πῦρ ὁμοίως λεπτομερέστατον, ἀλλ’ ὅτι ἐν τῷ πυρί ἐστι τὸ λεπτομερέστατον. καὶ ἐνταῦθα οὖν, ἐπειδὴ εἴ τί ἐστιν ἄτομον δεκτικὸν τῶν ἐναντίων, ὑπὸ τὴν οὐσίαν ἐστί, διὰ τοῦτο ἴδιον δοκεῖ εἶναι καὶ τῆς ἁπλῶς οὐσίας τὸ δεκτικὸν τῶν ἐναντίων. γνωσόμεθα δὲ τοῦτο σαφέστερον ἀπὸ τῆς ἀντιστροφῆς· εἴτε γὰρ οὐσία ἐστί, δεῖ τι εἶναι ἐν αὐτῇ ἄτομον ἓν ὄν ὃ καὶ ταὐτὸν ὑπάρχον τῶν ἐναντίων ἀνὰ μέρος ἐστὶ δεκτικόν, εἴτε ἓν ὂν καὶ ταὐτὸν τἀναντία δέχειαι, οὐσία ἐστίν. οὕτως· οὖν ἔσται ἴδιον ὡς ἐπὶ μηδενὸς τῶν ἄλλων λεγόμενον, ἐπὶ μόνης δὲ τῆς οὐσίας καὶ ἀπὸ ταύτης ἐπὶ τῶν ἀτόμων. λδ. Ἀλλ’ οὐκέτι ἀμφιβάλλειν χρή, ὅτι προσθεὶς τὸ ἀριθμῷ ἓν μόνων τῶν ἀτόμων τοῦτο ἴδιον ἀποδέδωκεν· τῷ γὰρ γένει καὶ τῷ εἴδει οὐχ ὑπάρχει τοῦτο ἴδιον. Ἤ πρὸς τοῦτο οὐ χαλεπὸν ἐκεῖνο ἀντειπεῖν, ὅτι τρόπος εἷς ἐστι γνώσεως ὁ ἀπὸ μέρους τὸ ὅλον συνεμφαίνων· ὥστε καὶ ἐνταῦθα, εἰ τοὐ ἀτόοὐκ 2 supra scr. C ἔχουσιν CR: ἐπιδέχονται AMs 4 ἐν] μὲν C ἑαυταῖς CR: αὐταῖς AM 5 τῶ in lit. R2 7 ἀπὸ CMR: ὑπὸ Α ἐγίγνονται Α 9 ἀπεικότως scripsi: ἄν εἰκότως libri: οὐκ ἄν vel ἂμ ἀνεικότως (l. ἀπεικότως) coni. Spengel (cf. p. 33,18. 19) αὐτὸν AMR: αὐτῶν 10 ἀμφιβάλοντα Α 11 μάλιστα δὲ ἴδιον τῆς οὐσίας Arist. εἶναι δοκεῖ colloc. AMs 13 δὴ CR: δὴ οὖν ΑΜ ἰδίου AMR: κυρίου C δὲ CMR: δὴ Α 14 post πρόσκειται add. ὅτι del. C 15 καὶ τῆς πρώης fort, eicias ὡς πέφυκε—τοιοῦτον ἴδιον (18) om. Α 18 δὲ AMR: οm. C 21 εἴ τι AGR: εἴτε Ms 22 δοκεῖ ἴδιον colloc. AM ἀπλῶς CMR: ἁπλῆς Α 24 ἓν ὃν GMR: ὃν ἓν Α 25 ταὐτὸν ΑC: ταὐτὸ MRs οὐσία ἐστίν om. C 27 ἀπὸ CMR2: ἐπὶ AR1 28 τὸ coni. Spengel: τῶ libri αντ 30 ἴδιον CR: τὸ ἴδιον AM; fort, etiam ἴδιον eicias 31 ἀντειτεῖν] εἰπεῖν C ὅτι CR: om. AM μου τοῦτό ἐστι τὸ ἰδίωμα, δύναται καὶ τοῦ γένους εἶναι τὸ αὐτό· ἐπειδὴ γὰρ διὰ τὴν ἄτομον οὐσίαν καὶ τῷ ἐν αὐτῇ εἶναι αἱ δεύτεραι οὐσίαι λέγονται τὰ ἐναντία δέχεσθαι, διὰ τοῦτο τὸ· ἴδιον αὐτῶν κυρίως ἀφώριστο δηλῶν ὅτι οὐχὶ τοῦ ἁπλῶς καὶ ἐν ἐπινοίᾳ ἀνθρώπου οὐδὲ τοῦ κοινοῦ καὶ καθ᾿ ἑαυτὸ νοουμένου ζῴου τὸ ἴδιον νῦν ἀφορίζεται, ἀλλὰ τοῦ κατατεταγμένου καὶ ἐν ὑπάρξει καὶ ἐν τῷδε ὄντος· ὁ γᾶμέν τοῖς καθ’ ἕκαστον θεωρούμενος ἄνθρωπος καὶ τὸ ζῷον τὸ ἐν τοῖς κατὰ μέρος ἤδη κατατεταγμένον τὸ τοιοῦτον ἴδιον ἐπιδέχεται. λε. Ἄν τοίνυν τούτων τις λαβόμενος τῶν κατασκευῶν ἕτερον ἡμῖν χεῖρον ἀνθυπφέρων λέγῃ· οὔκουν ἔσται μόνης τῆς οὐσίας ἴδιον τὸ εἰρημένον, καὶ γὰρ αἱ ἕξεις καὶ αἱ διαθέσεις τῶν ἐναντίων εἰσὶ δεκτικαί· τί πρὸς αὐτὸν ἐροῦμεν; ἕξις μὲν γὰρ καὶ διάθεσις καὶ πρᾶξις λέγεται φαύλη καὶ σπουδαία, κίνησις δὲ ταχεῖα καὶ βραδεῖα γίνεται, ὥστε οὐ μόναις ὑπάρχει ταῖς οὐσίαις τὸ ἐπιδεκτικὸν τῶν ἐναντίων ἀλλὰ καὶ ἄλλοις πλείοσιν. Ἀλλὰ πρὸς τοὺς ταῦτα λέγοντας ἀπὸ τῶν ἤδη προειρημένων ἀπαντᾶν χρή· οὐ γὰρ τὰ γένη καὶ τὰ εἴδη τῶν οὐσιῶν αὐτὰ καθ’ αὑτὰ τῶν ἀτόμων μῶν ὡς γένη καὶ εἴδη θεωροῦντες δεκτικὰ τῶν ἐναντίων ἀνὰ μέρος ἐλέγομεν, ἀλλ’ ὡς ἐν τοῖς ἀτόμοις θεωρούμενα καὶ ὡς συνυπάρχοντα τοῖς ἀτόμοις. ἄλλως οὖν θεωρεῖται ἐπὶ τῶν οὐσιῶν τὸ ἀνὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικόν, ἄλλως ἐπὶ κινήσεως καὶ πράξεως καὶ διαθέσεως καὶ τῶν τοιούτων. ἡ μὲν γὰρ οὐσία μία καὶ ἡ αὐτὴ οὖσα οἷον ὁ Σωκράτης τὰ ἐναντία ἐπιδέχεται παρὰ μέρος, ὥστε καὶ τὸ εἶδος ὁ ἄνθρωπος καὶ τὸ γένος τὸ ζῷον τὰ ἐν αὐτῷ θεωρούμενα δέξεται τὰ ἐναντία ἀνὰ μέρος διὰ τὸ καὶ τὸν Σωκράτην εἶναι ἄνθρωπον καὶ ζῷον. ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως συμβαίνει· ἥδε μὲν γὰρ ἡ πρᾶξις οἷον ἡ Ἀριστείδου καλή, ἥδε δὲ φαύλη οἷον ἡ Εὐρυβάτου, ὁμοίως καὶ ἡ ἕξις καθ’ ἣν ἡ πρᾶξις, ἥδε μὲν σπουδαία, ἥδε δὲ φαύλη. ἄλλαι οὖν καὶ ἄλλαι εἰσὶ γιγνόμεναι σπουδαῖαι καὶ φαῦλαι συμμεταβάλλουσαι ἐν τῷ ἑνὶ τῶν ἐναντίων, οὐχ αἱ αὐταὶ ὥσπερ | αἱ ἄτομοι οὐσίαι ὑπομένουσαι τὴν τῶν ἐναντίων μεταβολήν. ὥσπερ γὰρ φέρε τὰ τέσσαρα ἐὰν ἀποβάλλῃ τὸ τέσσαρα εἶναι, οὐδὲ ἄρτιά ἐστιν, 1 εἶναι] νᾶι m.2 supra scr. R 3 τὸ CMR: om. Α 4 οὐχὶ CR: οὐ AMs τοῦ (prius) AMR: τὸ C .5 ἑαυτὸ ex ἑαυτὸν corr. R2 ἀφωρίζεται C1 6 ἕκαστον AMR: ἕκαστα C 7 τοῖς κατὰ μέρος ἤδη CR: τοῖς τοιούτοις AM 10 λέγη AM: λέγει CR τῆς CMR: om. Α 11 ἕξεις ex αἵξεις corr. Α τῶν ἐναν- τίων ex τὸ ἐναντίον corr. R2 13 βραδεῖα ex βραχεῖα corr, R1 14 πλέοσι R 15 ἀπὸ CR: ἐκ AM προειρημένων CR: εἰρημένων AM 17. 18 ἐλέγομεν CR: λέγομεν AM 19 ἄλλως CR: καὶ ἄλλως AM 20 κινήσεως—Σωκράτης (21) in mrg. suppl. R1 πράξεως] ἕξεως C (sed ἕ in ras. ΙΙ litt. et γρ. πράξεως superscr m.2) 21 ἡ (ante μὲν) scripsi: εἰ libri καὶ οὖσα R 22 ὥστε ACR: ὥστε τε Ms, quae eicienda coni. Spengel 23 τὸ ζῶον AM: καὶ τὸ ζῶον CR τὰ (ante ἐναντία) eiciendum coni. Speugel 24 τὸ AMR: om. C 25 δὲ] διὸ M 26 εὑρυβάτου Α (ubique) 27 γινόμεναι C 28 οὐχ αἱ αὐταὶ MR2 (cf. p. 57,8): οὐχ ἐαυταὶ ΑR1: οὐχ ὡς αὐταὶ C: οὐκ αὐταὶ s (ex coniect.) 211 ὑπομένουσαι AMR: ὑπομένουσιν C 30 τὸ ACM: τά R οὔτω καὶ πρὰξις φέρε ἡ καλὴ οῖον ἡ Ἀριστείδου ἀφαιρεθεῖσα τοῦ εἰναι καλὴ καὶ δικαία οὐδὲ πράξις ἔτι εἶναι λέγεται Ἀριστείδου, ἢ πάλιν ἡ Εὐρυβάτου τὸ κακὴ εἶναι μηκέτι ἔχουσα οὐδὲ πρᾶξις Eὐουβάτου εἶναι λέγεται. εἰ μὲν γὰρ ἠδύνατο ἡ καλὴ πράξις φςοέρε ἡ Ἀριστείδου καὶ κακὴ γενέσθαι. ἀπολέσασα τὸ καλὸν ἠδύνατο μένειν πρᾶς̔̔ις· ἐπεὶ δὲ τοῦ ὅπερ ἐστὶ καλὴ πρᾶξις ἐὰν ἀφαιρεθῇ, οὐκέτι οὐδὲ ὀνομάζεται καθ’ αὑτήν, εὔδηλον ὡς ἑνὶ μόνῳ συνουσίωται τῷ καλῷ, καὶ πάλιν ἡ φαύλη τῷ κακῷ. αἱ μέντοι οὐσίαι διαμένουσιν αἱ αὐταὶ τῶν ἐναντίων μεταβαλλόντων. λς. Ἀλλὰ πῶς ὁ πατὴρ ὁτὲ μὲν ὑγιαίνει, ὁτὲ δὲ νοσεῖ; Διότι ἄνθρωπός ἐστι φήσομεν· γίνεται οὖν κατὰ συμβεβηκὸς ἡ τοιαδε κατηγορία. ἔστι δὲ τὸ ἴδιον τῆς οὐσίας οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ ἑαυτό, καὶ οὐ κατ’ ἄλλο ἀλλὰ κατὰ τὴν ἐν αὐτῇ μεταβολήν. λζ. Ἀλλὰ τίνος ἐναντίου ὁ ἥλιός ἐστι δεκτικός, ὅς γε ἐν ἑνὶ εἴδει ἀεὶ ἕστηκεν ὡσαύτως; οὐδὲν γὰρ τῇ φύσει αὐτοῦ ἐστιν ἐναντίον. ὅ γε μὴν οὐρανὸς οὐκ ἂν σταίη οὐδέποτε, στάσις δὲ κινήσει ἐναντία. ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν. ψυχρότητος δὲ οὔ, καὶ ἡ χιὼν ψυχρότητος μέν ἐστιν ἐπιδεκτική, θερμότηιος δὲ οὔ. Πρὸς ταῦτα δὴ οὖν εἴποιμεν ἄν, ὡς τὸ ἰδίωμα τίθεται ἐνταῦθα πάσης τῆς ἐν μεταβολαῖς δυναμένης γίγνεσθαι οὐσίας, οὐ μέντοι τῆς ἐν τῷ εἶναι περιεχούσης τὸ ἀμετάβληιον τῶν εἰδῶν. ἔτι ἐπιδεκτικὴν εἶναι τῶν ἐναντίων φησίν, ἀλλ’ οὐχὶ οὐσιῶσθαι ἐν τοῖς ἐναντίοις· τὸ δὲ πῦρ οὐκ ἐδέξατο τὴν θερμότητα, ἀλλ’ ἔστιν αὐτοῦ ἐν τῇ οὐσίᾳ ἡ θερμότης. οὐδὲν δὲ ἑαυτὸ ἐπιδέχεται, ἀλλὰ τῶν ἔξωθέν τι, οἷον τὸ ὕδωρ θερμότητα ἐπιδέχεται ἐπίκτητον οὖσαν ποιότητα, ὑγρότητα δὲ οὐκέτι (σύμφυτος γάρ ἐστιν αὐτῷ), 25 καὶ ἡ γῆ ὑγρότητα μὲν ἐπιδέχεται | ὡς ἄν ἐκτὸς οὖσαν ποιότητα, ξηρότητᾷ δὲ οὐδαμῶς· τῇ γὰρ οὐσίᾳ αὐτῆς συνυπάρχει καὶ τὰ οὐράνια τοίνυν ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχει καὶ οὐκ ἂν ἔχοι τινὰ παραδοχὴν τῆς ἐναντιώσεως. ἔτι οὐδὲ ποιότητές εἰσιν αἱ τοιαῦται ἰδιότητες, ἀλλ’ οὐσιώδεις διαφοραὶ καὶ συμπληρωτικαὶ τῆς οὐσίας, ὥστε οὐκ ἂν μένον τι ἐξίσταιτο τῶν κατ’ οὐσίαν ὑπαρχόντων. οἷς οὖν μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει, ταῦτα δεκτικά ἐστι τῶν ἐναντίων. λη. Ἀλλ’ ἐπανέλθωμεν πάλιν ἐφ’ ἑτέρας ἀπορίας. ὥσπερ τὰ γένη καὶ τὰ εἴδη πρὸς τὴν οἰκείαν ὑπόστασιν οὐκ ἐξήρκει ἑαυτοῖς τὸ δέχεσθαι 2 λέγεται εἶναι colloc. AM 3 εἶναι (ante λέγεται) supra scr. Α 5 post ἡδύνατο addendum ἄν coni. Spengel (haud recte) 7 xui καλῶ ex τὸ καλόν corr. C μέντοι ex μέντι corr. R2 8 αἱ αὐταὶ ACR2M: ἑαυταὶ R1 10 διότι CR: ὅτι AM τοιάδε CR: τοιαύτη AMs 12 ἄλλο ex ἄλλον corr. R2 αὐτῆ C2R2M2: αὐτῶ AC1M1R1 13 ὅς Simpl. (f. 28v63): ὥς ACMRs 14 φύσει] κινήσει Simpl. 15 δὲ CR Simpl.: γὰρ AM 17 καὶ ἡ χιὼν—θερμότητος δὲ οὔ om. C 18 οὖν CR: om. AM 19 γίνεσθαι A 29 ὥστε in lit. R’ μένον τι C Simpl.: μένοντι AMRs 29, 30 ἐξίσταιτο Simpl.: ἐξίστατο ACMRs 30 οὖν supra scr. C post φύσει add. κεχώ (sic) del. Α 32 πάλιν AMR: τοίνυν C ἐφ’ ἑτέρας ἀπορίας R: ἐφ’ ἑτέραν κατηγορίαν A: ἐπ’ ἄλλην ἀπορίαν C: ἐφ’ ἑτέρας κατηγορίας Ms an ὥσπερ <γὰρ> 33 corrigas < εἰς> τὸ δέχεσθαι τὰ ὲναντία, ἀλλὰ κατὰ τὰς ὑποκειμένας ὰτόμους σὺσίας, οὔτως οὺδὲ αἱ ἕξεις καὶ αἱ διαθέσεις καὶ αἱ κινήσεις καθ’ ἑαυτὰς δέχονται τὰ ἐναντία, ἀλλὰ κατὰ τὰ ὑποκείμενα αἰσθητά. Φαμὲν δὴ οὖν ὅτι τῇ οὐσίᾳ ὑπάρχει τὸ δέχεσθαι τὰ ἐναντία, ὑπόκειται πανταχοῦ πᾶσι καὶ περὶ αὐτὴν καὶ ἐν αὐτῇ πάντα ὑπάρχει, ὥστε καὶ περὶ αὐτὴν τὰ ἐναντία ἐστί, τῶν δὲ ἄλλων οὐδενὶ τὸ ἐπιδεκτικὸν ὑπάρχει. οὐδὲ γὰρ πρὸς τὴν οἰκείαν ὑπόστασιν ἐξήρκει ἑαυτοῖς τὰ συμβεβηκότα, ἀλλ’ ἑτέρας ὑποβάθρας δεῖται πρὸς τὸ εἶναι, καὶ οὐδὲ τὴν ἀρχὴν ὑπόκειται οὐδενί· πῶς ἂν οὖν δέχοιτο τὰ ἐναντία ἅ γε οὐδὲ ὑπομένε; τὸ μὲν γὰρ ὑποκείμενον οἷον τὸ σῶμα λευκὸν καὶ μέλαν γίγνεται μένον σῶμα, τὸ δὲ χρῶμα οὔ, οὐδὲ ὅταν ἐκ λευκοῦ μέλαν γένηται, τὸ λευκὸν παρὸν δέχεται τὸ μέλαν, ἀλλὰ τὸ μὲν οὐκέτι ἐστὶν οὐδὲ μένον παραδέχεται τὴν ἐναντίαν πρὸς ἑαυτὸ μορφήν, ἀλλ’ ἐξίσταται, τὸ δὲ ἐγγίγνεται. καὶ τὸ μὲν ζῷον καὶ ὁ ἄνθρωπος ἐπειδὴ ὑπομένει, δέχεται τὰ ἐναντία, καθόσον εἰσὶν οὐσίαι ἐν τῷ τινὶ ἀνθρώπῳ, τὸ δὲ χρῶμα οὐχ ὑπομένει, διὰ τοῦτο οὐκ ἐπιδέχεται· ὅταν γὰρ ἀπίῃ τὸ λευκόν, συναπέρχεται σὺν αὐτῷ καὶ τὸ χρῶμα καὶ οὐκέτι ἔσται, καὶ ἅμα τῷ παραγίνεσθαι τὴν μελανίαν πα ραγίνεται ἡ ἐπ’ αὐτῇ χροιά, ἢ εἰ μὴ τοῦτό ἐστιν ὅτε ἐστίν, οὐ μέντοι μένον τὸ χρῶμα τὰ ἐξιόντα καὶ εἰσιόντα δέχεται. λθ. Πάλιν Πλωτῖνος ἀπορεῖ λέγων, ὅτι συμβεβηκός ἐστι περὶ τὴν οὐσίαν τὸ δέχεσθαι ἀνὰ μέρος τὰ ἐναντία, ὥστε ὃ μέν ἐστιν ἡ οὐσία οὐκ εἴρηκεν, οὐδὲ ὅπερ ἀεὶ ὑπάρχει ἰδίως παρέστησεν ὁ Ἀριστοτέλης, ὃ. δὲ ἄλλως αὐτῇ παρηκολούθηκε, δεδήλωκε. Φήσομεν οὖν πρὸς τὸν ἄνδρα τὸν ταῦτ’ ἀποροῦντα, ὡς κρεῖττόν τι ἡ κατὰ τὴν αἰσθητὴν οὐσίαν ἀπαιτεῖ, ὃ μέλλει ταὐτὸ παρέχειν πᾶσιν οὐσίας εἶδος, οὐ προσποιεῖται δέ, ὅτι συμπεφορημένης ταύτης οὔσης δεῖ καὶ τὰ ἰδιώματα τοιαῦτα εἶναι, ὁποία αὐτή ἐστιν. ἐπεὶ καὶ νῦν ὁ Ἀριστοτέλης βουλόμενος ἐνδείξασθαι τὸ συμπεφορημένον καὶ μὴ ἀληθινὸν τῆς ἐνύλου καὶ συνθέτου καὶ ἐν γενέσει οὐσίας διὰ τῆς μεταβολπῆς τῆς εἰς τὰ ἐναντία ἐποιήσατο τὴν ἀπόδοσιν, ὥστε τὸ σύνθετον τῆς οὐσίας καὶ κατὰ πλῆθος 4 δὴ om. C 5 ἐν αὐτῇ Simpl. (f. 29r64): ἐφ’ ἐαυτῇ AMs: ἐφ’ ἑαυτὴν CR 6 τὰ ex τῶ corr. Α 10 οἷον CR Simpl.: ἤγουν AM γίνεται C 12 μένον CR: μόνον AM 15 εἰσὶν AMR Simpl.: oin. C 16 ἀπίῃ Simpl: ἀπῆ ACMR 16. 17 σὺν αὐτῶ CR: μετ’ αὐτοῦ AM Simpl. (fort, recte) 17 καὶ (aute οὐκέτι) Simpl.: ἢ ACMRs τῷ παραγίνεσθαι Simpl.: τὸ παράγεσθαι ACMR 18 ὅτε ἐστίν AMR: om. C: ὅτε περίεστιν Simpl. 19 εἰσιόντα καὶ ἐξιόντα colloc. AM Simpl. δέχεσθαι C 20 Πλωτῖνος ἀπορεῖ] cf. Enn. VI lib. I, 2 (p. 567 lib. Ill, 6 (p. 621) ἀπορεῖ λέγων ὅτι CR: λέγει (etiam ὅτι om.) AM 24. 25 κρεῖττόν τι ἢ κατὰ correxi ex Simpl. ἀόρατόν τι ζητεῖ καὶ κρεῖττον ἢ κατὰ): κριτήν τινα καὶ CRs: καὶ κριτήν τινα in lac. οm.) AM 2.5 αἰσθητὴν CMR: αἴσθησιν A ἀπαιτεῖ] ἀπαίτει MR: ἀπάντησιν C: ἀπαιτεῖν s: in lac. om. Α μέλει Α ταὐτὸ CR: ταὐτὸν AM Simpl. (fort, recte) 26 προσποιεῖ· τᾶι ex προσωποεῖται corr. M: προσποιεῖσθαι coni. Spengel ταύτης συμπεφ. οὔσης colloc. AM: συμπεφ. οὔσης ταύτης colloc. C 29 καὶ ἐν γενέσει in mrg. suppl. A 30 ὥστε] ὥς R1 (τε add. m.2) θεωρούμενον λογιζόμενος οὕτως καὶ τὸ ἴδιον αὐτῆς θεωρεῖ, ὥστε καὶ τῇ φύσει αὐτῆς καὶ τῇ τοιαύτῃ ὑποστάσει ὀφεῖλον συνυπάρχειν. εἰ μὲν οὖν ποτὲ μὲν εἶχε τὸ τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν, ποτὲ δὲ μὴ εἶχε, συμβεβηκὸς ἄν ἦν τοῦτο· ἐπεὶ δὲ δυνάμει ὑπάρχει αὐτῇ τὸ πρὸς τἀναντία αὐτὴν ὑποκεῖσθαι, τοιαύτη δέ ἐστι καὶ ἡ σύνθετος οὐσία ὡς πάντων μετέχειν τῶν εἰδῶν καὶ συμπεφορῆσθαι ἐκ τῶν εἰς τὴν ὕλην ἐρχομένων πάντων, εἰκότως τῷ συνθέτῳ αὐτῆς καὶ ἡ πρὸς τὰ ἐναντία ὑποδοχὴ συνελήλυθεν. μ. Ὁμοίως Πλωτῖνος ἀπορεῖ, εἰ ἡ αἰσθητὴ οὐσία οὐκ ἄνευ μεγέθους οὐδ’ ἄνευ ποιότητος, πῶς τὰ συμβεβηκότα αὐτῆς χωρίζομεν. ἔστω δὲ τὸ λεγόμενον ἐπὶ παραδείγματος τοῦ πυρὸς οὐσίας λεγομένης ἐὰν τὸ ξηρὸν καὶ θερμὸν θελήσωμεν χωρίσαι, οὐκ ἔτι ἔσται τὸ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ μέρος· τοῦτο δέ ἐστιν ἡ ὕλη, ὥστε μόνη ἡ οὐσία εὑρεθήσεται ἡ ὕλη. Πρῶτον μὲν οὖν τὸ σύμμικτον καὶ συμπεφορημένον τῆς ἐνταῦθα οὐσίας οὐχ ὁρᾷ, ἀλλὰ ἀποδιλαμβάνων καθ’ ἑαυτὰ θεωρεῖ τὰ ὑπάρ- χοντα αὐτῇ, μηδαμῶς αὐτῶν κατ’ ἰδίαν ὑφεστηκότων ἀλλὰ πάντων ἐν ἀλλήλοις καὶ μετ’ ἀλλήλων τὸ ὁπωσοῦν ὑφεστάναι ἐχόντων, δεύτερον δέ, ὅτι τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὰς κατ’ εἴδη συμπληρωτικὰς διαφορὰς ὡς χωριστὰς ποιότητας διαλαμβάνει, καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν οὐ προσποιεῖται οὐδὲ ὅτι ἡ πρώτη ὑπόστασις τῆς συνθέτου οὐσίας ἐξ ὕλης ἐστὶ καὶ εἴδους, ὥσπερ ἐν τοῖς Φυσικοῖς δείκνυται. τῶν δὲ ἐπεισιόντων αὐτῇ αἱ μὲν οὐσιώδεις ποιότητες συμπληροῦσιν αὐτὴν καὶ συνυφιστᾶσιν, αἱ δὲ ὡς χωρισταὶ ἐπιγίγνονται. ἀπὸ· γὰρ τούτων προῆλθεν εἰς ὑπόνοιαν τοὐ νομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν κατὰ Ἀριστοτέλην. τὸ δὲ οὐχ οὕτως ἔχει· ἔδειξε γὰρ ἐν τοῖς Φυσικοῖς, ὅτι τὸ εἶδος μάλιστά ἐστιν ἡ οὐσία. ἔπειτα οὐδὲ αἱ ποιότητες αἱ οὐσιώδεις, αἳ ὑπάρχουσι μετ’ αὐτῆς; χωρίζονται, ἀλλὰ δυνάμει ἐκείνην τηροῦσιν (ἡ μὲν γὰρ τούτων σύνοδος ὅλον ὑφίστησι), μένει μέντοι ἡ ὕλη δυνάμει, κἄν τὰς οὐσιώδεις ποιότητας κἂν τὰ χωριστὰ δέχηται. τὸ οὖν οὐκ ἄνευ μεγέθους καὶ οὐκ ἄνευ ποιό- τητος τὴν αἰσθητὴν οὐσίαν θεωρεῖσθαι λέγεται μὲν ὀρθῶς, οὐκέτι μέντοι ὅπερ ἐστὶν ἀληθὲς τοῦτο προστιθέμενον ἔχει τὸ ὅτι κἄν τὰ εἴδη τῇ ἐπι- νοίᾳ χωριζόμενα, ἀλλ’ ἡ ὕλη δυνάμει μένει ἐμφανταζομένη τῇ τῶν εἰδῶν συνόδῳ; ὥστε εἰ μηδὲ εἶναι ἄνευ τῶν εἰδῶν ἡ. ὕλη δύναται, κυριωτέρα ἐστὶν οὐσία ἡ κατὰ τὸ εἶδος. 1 θεωρούμενον coni. Spengel: θεωρουμένης codd. 1. 2 aut ὡς (pro ὥστε) aut ὀφείλειν coni. Spengel 4 αὐτὴ CR: ex αὐτῆς corr. Α: αὐτῆς Ms 5. 6 μετέχειν CMR: μετέχει Α 6 συμπεφορεῖσθαι Α 9 Πλωτῖνος ἀπορεῖ] cf. Enn. VI lib. Ill, 8 (p. 623) 10 ἄνευ ποιότης Α αὐτῆς AMR: αὐτὴ C 1 1 δὲ CMR: δὴ Α 12 χωρῆσαι ΑΜ1 20 ὡς ACMR Simpl. (f. 29r65): οὐ Ss 21. 22 καὶ εἴδους ἐστίν colloc. C 22 ἐν τοῖς Φυσικοῖς] cf. Α 7 p. 189b30 sq. 23 ante οὐσιώδεις add. ὡς AM: om. CR 25 τὴν ὕλην εἶναι colloc. AM 26 ἡ supra set. Α 30 δέχηται ex δέχεται corr. Α οὐκ (alterum) om. Α 33 χωριζόμενα] corrigas χωρίζωμεν μένει, fort, etiam ὅπερ ἐστιν (v. 32) hue (post μένει) transponas ἐνφανταζομένη CR 35 ἡ οὐσία ἡ C μα. Ἀλλ’ οὐχὶ εἰ μὴ πάσχοι τὸ τῶν ἐκτὸς πάθος ὁ λόγος καὶ ἡ μεταβολὴν τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι· λόγου γὰρ αὕτη ἔναν· τίωσις καὶ τῆς δόξης αὐτῆς. ἐπεὶ ὥρα γε λέγειν μηδὲ τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ δέχεται τὸ λευκὸν καὶ μέλαν (οὐδὲ γὰρ πέφυκε τούτων εἶναι ἐπιδεκτική), ἀλλ’ ἐπιδέχεται ἃ πέφυκε | δέχεσθαι οἶον φρόνησιν καὶ ἀφροσύνην, διὰ τοῦτο ἔσται περὶ αὐτὴν ἡ οἰκεία ἐναντίωσις· οὕτως οὗν καὶ ἐνταῦθα, ὡς ὁ λόγος δέχεται. τὰ ἐναντία καὶ ἡ δόξα, τοῦτ’ ἔστιν τὴν κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος δεχόμενα μεῖα βολήν, οὐ μέντοι τὴν κατὰ τὸ καθῆσθαι ἢ μὴ καθῆσθαι. ἔσται οὖν περὶ αὐτὰ κατὰ μεταβολὴν ἡ ἐναντίωσις τὴν προσήκουσαν τῷ λόγῳ καὶ τῃ σοζῃ. Πρὸς δὴ ταῦτα ἐροῦμεν, ὅτι οὐ καθ’ ἑαυτὸν ὁ λόγος ἐπιδέχεται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μηνυτικός γε ὤν, ἀλλ’ οὐ κατὰ τὴν οἰκείαν φύσιν κατὰ τὸ πρός τι ἐπιδέχεται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ γὰρ τὸ σύμφωνος φῶνος ἢ ἀσύμφωνος εἶναι τοῖς πράγμασιν ἀληθεύειν ἢ ψεύδεσθαι λέγεται. ὥσπερ οὖν ἐν τοῖς πρός τι μηδεμιᾶς ἐν αὐτοῖς μεταβολῆς γενομένης ὁ δεξιὸς ἀριστερὸς γίγνεται τῷ ἄλλον μετακινηθῆναι, οὕτω καὶ ἐνταῦθα οὐ τῷ παθεῖν τι τὸν λόγον ἢ μεταβάλλειν τὴν δόξαν ἐξ ἀληθῶν ψευδῆ γίγνεται, ἀλλὰ μένοντα ἀκίνητα διὰ τὴν τῶν πραγμάτων μεταβολὴν δοκεῖ ἄλλοτε ἄλλως ἔχειν εἰ δ’ ἄρα τις καὶ δοίη λόγου ὡς λόγου καὶ δόξης εἶναι τὰς τοιαύτας μεταβλάς, ἔσται μὲν ἡ μεταβολὴ κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος, οὐ μέντοι τῷ αὐτὰ παθεῖν· μένει γὰρ ἀκίνητα. μβ. Ἀλλ’ ἄγε εἰ βούλει συγχωρήσωμεν ἴδιον τῆς οὐσίας τοῦτο εἶναι, ἀλλ’ ὅμως οὐ παρίστησι τί ἐστιν ἡ οὐσία· τίνι γὰρ ἐπερείσαντες τὴν διάνοιαν τὰ μὲν οὐσίας λέγομεν, τὰ δὲ πάθη; εἰ μὲν τῷ τόδε εἶναι καὶ τῷ μὴ ἐν ἄλλῳ ὑπάρχειν, τὸ εἶδος καὶ τὸ γένος τοῦτο οὐχ ἕξει· κατὰ μὲν γὰρ τῆς ἀτόμου οὐσίας τὸ εἶδος λέγεται, τὸ δὲ γένος κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. 1 πάσχοι ΑΜ: πάσχει C: πάσχῃ R (κἂν μὴ πάσχῃ Simpl. f. 29v69) 1. 2 ante add. δέχεται del. A 2 αὑτῶ M Simpl.: αὐτῶ ACR 4 αὐτῆς] an ἡ αὐτή? 5 εἶναι δεκτικὴν colloc. C 8 ὁ λόγος ΑΜ Simpl.: λόγος CR 9 δεχόμενα fort. eicias 10 τὸ AM Simpl.: om. CR 14 τὸ om. C οὐ κατὰ τὴν οἰκείαν φύσιν eicias, nisi malis post φύσιν hunc fere defectum statuere ἀλλὰ κατὰ τὴν πρὸς τὰ πράγματα σχέσιν, διὰ τοῦτο 16 ψεύδεσθαι ex ψεύδεται corr. Α 17 γενομένης AM: γινομένης R corr. C 18 γίνεται C μετακινησθῆναι R 19 an #x003E; τὴν δόξαν?· 21 an δόξης <ὡς δόξης>? ? 22 ἔσται AMR: ἔστι C post μὲν add. οὖν C καὶ om. C 23 τῶ AM: τὸ CRs 24 ἀλλά γε Α συγχωρήσωμεν ACR: συγχω- ρήσομεν Ms ἴδιον τῆς οὐσίας C: oblitt. R (sed ἴδιον ante τῆς οὐσίας videtur fuisse): τῆς οὐσίας ἴδιον AMs 25 ἡ οὐσία AM: οὐσία CRs (cf. p. 44,4) 26 λέγωμεν coni. Spengel 27 τοῦτο coni. Spengel: τούτου libri οὐχ ἔξει ACR: οὐκ ἕξει Ms οὐδὲν τούτων ἔχει Simpl.) 28 τὸ δὲ γένος καὶ κτὰ τοῦ εἴδους C2R τὸ δὲ γένος καὶ κατὰ τὸ εἶδος C1: καὶ κατὰ τοῦ εἴδους δὲ τὸ γένος (ex τοῦ γένους corr. A) AM2: κατὰ δὲ τοῦ εἴδους δὲ τὸ γένος M1 Πρῶτον μὲν οὖν ἐροῦμεν, ὅτι κατ’ ἄλλου οὕτως λέγεται οὐχ ὡς τὸ συμβεβηκός, ὅ τι μὲν ἄλλῳ, ἀλλ’ ὡς γένος, ὅ τι συμπληρωτικὸν τοῦ ὑποκει- μένου καὶ ὡσαύτως περὶ αὐτοῦ λεγόμενον. ἔπειτα ὃ πολλάκις εἰρήκαμεν πρὸς τὸν ἄνδρα, κἀκεῖνο προστίθεμεν, ὡς οὐ χρὴ τὴν ἀσώ ματον οὐσίαν ἐπιζητεῖν ἐπὶ τῶν σωμάτων οὐδὲ τὸ καθ’ ἑαυτὸ καὶ ἓν κεχωρισμένον ἐπὶ τῶν μὴ δυναμένων ἐπιδέχεσθαι ταῦτα. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς τῶν ἀνωτάτω γενῶν οὐχ οἷοντε ἀκριβεῖς ὅρους ἀποδιδόναι οὐδὲ τὴν οὐσίαν αὐτῶν τελέως πᾶσαν περιλαβεῖν δυνατόν· πᾶσα γὰρ ἀπὸ τῶν ὑστέρων γίνεται τᾶι ἡ περὶ αὐτῶν διδασκαλία ὑπομνήσει μᾶλλον ἐοικυῖα καὶ ὑπογραφῇ. οὐδεῖ τοίνυν πλέον ἐπιζητεῖν παρὰ τοῦ λόγου ἢ ὅσον ἐπιδέχεται ἡ τῶν πραγμάτων σαφήνεια, ὥστε ἐξαρκεῖ καὶ τὸ ἴδιον ἀποδοῦναι, ἀφ’ οὗ εἰ κατ’ οὐσίαν αἱ λέξεις κατηγοροῦνται, ἔνεστι μαθεῖν. 2 μὲν] μὲν <ἐν> coni. Sahune: ἐν Spengel; an καὶ ἐν? 5 ἐπιζητεῖν CR: ζητεῖν AM ΔΕΞΙΠΠΟΥ ΠΛΑΤΩΜΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΚΑΤΕΓΟΠΙΑΣ ΑΠΟΠΙΩΝ ΤΕ ΚΑΙ ΛΓΣΕΩΝ ΤΠΙΤΟΝ. Κεφάλαια τοῦ τρίτου βιβλίου. ἁ. Ὅτι κατὰ Πλωτῖνον ἡ ποιότης ὀφείλει προτάττεσθαι τοὐ ποσοῦ. β. Ἀπορία Πλωτίνου, ἐν ᾗ ζητεῖται, τί κοινὸν κατὰ τοῦ συνεχοῦς καὶ οιωρισμενου τὸ κατηγορουμενον. γ. Ὅτι τὸ διωρισμένον ποσὸν πρότερόν ἐστι τοῦ συνεχοῦς, καὶ συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, καὶ συνεπιφέρεται μὲν ὑπὸ τοῦ συνεχοῦς, οὐ συνεπιφέρει δέ. δ. Πλωτίνου ἀπορία, ὅτι ἄλλη μὲν ἡ φύσις τοὐ ἀριθμοῦ καθ’ ἑαυτήν ἐστιν, ἄλλη δὲ καθ’ ἣν τὸ τοσόνδε αὐτῇ ὑπάρχει. ε. Πλωτίνου ἀπορία, πότερον ἐνυπάρχει τοῖς ἀριθμουμένοις ὁ ἀριθμὸς ἢ χωρὶς αὐτῶν μετρεῖ. ς. Ὅτι ἡ αὐτὸ τοῦτο ποσότης οὐ πάντως ἐστὶ ποσόν. ζ. Ἀπορία Πλωτίνου, ὅτι τῷ λόγῳ τὸ ποσὸν συμβέβηκε. η. Πλωτίνου ἀπορία, ὅτι οὐ δι’ ἑαυτόν, ἀλλ’ ἐν τῷ χρόνῳ ὄντι ποσῷ λεγόμενος ὁ λόγος καὶ αὐτὸς ποσὸν νομίζεται. θ. Πλωτίνου ἀπορία, ὅτι οὐκ ἐξαρκεῖ τὸ μετρεῖσθαι πρὸς τὸ εἶναι πόσον. ι. Ἄλλη Πλωτίνου ἀπορία, ὅτι ὡς ἡ πρᾶξις κατὰ συμβεβηκός ἐστι ποσή, οὕτω καὶ ὁ λόγος. ια. Ὅτι οὐ δύναται ὁ λόγος τῶν μετὰ συμπλοκῆς ὢν ὑπὸ κατηγορίαν πίπτειν, εἴ γε αἱ κατηγορίαι ἁπλαῖ εἰσιν. ιβ. Ὅτι μᾶλλον ἔδει συνεχῆ λέγειν τὸν λόγον καὶ τὸν ἀριθμὸν ἢ τὸ σῶμα. 1 titulum et indicem om. AM: exhib. CR τῶν R: om. C 2 ante τρίτον add. βιβλίον C (cf. p. 30,2) 3 τρίτου] Γ in lit. R2 7. 8 συναναιρεῖ CR2: συναιρεῖ R1 9 συνεπιφέρει ex ἀναιρεῖται corr. R1 12 ἐνυπάρχει coni. Spengle: ἐνσυνυπάρχει CR (cf. p. 69,7) 14 ἡ αὐτοποσότης Simpl. (f. 33r17) quod reponas 16 οὐ δι’ C: οὐδ’ Rs 17 λόγος ex χρόνος corr. C αὐτὸ C νομίζεται scripsi: γίνεται del. CR: uncinis incinis s (cf. p. 70,16) 22 οὐ δύναται R: ἀδύνατον C ιγ. Διὰ τί ὡς ἀμφιβάλλων εἶπεν εἰ τὰ πέντε τῶν δέκα μόριον; ιδ. Ὅτι σῶμα καὶ μέγεθος καὶ γραμμὴ καὶ ἐπιφάνεια καθ’ ἑαυτὰ οὐκ ἔστι ποσά, ἀλλὰ τῷ μετασχεῖν τοῦ ποσοῦ. ιε. Ὅτι μὴ προδιδάξας περὶ τόπου καὶ χρόνου χρῆται αὐτοῖς ὡς ἤδη προεγνωσμενοις. ις. Ὅτι τρίτον εἶδος ἄλλο ποσοῦ παραφῆκεν. ιζ. Πλωτίνου ἀπορία περὶ τοῦ χρόνου πῶς λέγεται ποσός. ἴη. Ὅτι ὁ χρόνος μᾶλλόν ἐστι τοῦ πρός τι. ιθ. Πλωτίνου ἀπορία περὶ τοῦ τόπου. κ. Πότερον δύο ἢ τρία ὑπάρχειν δεῖ τοῖς θέσιν ἔχουσιν; κα. Εἰ προηγουμένως ὁ τόπος καὶ ἡ ἐπιφάνεια θέσιν ἔχει; κβ. Ὅτι ὅλως οὐ δύναται εἶναι θέσις. κγ. Ὅτι ἡ ἐπιφάνεια κατὰ συμβεβηκός ἐστι ποσή. κδ. Ὅτι τινὰ θέσιν ἔχοντα οὐκ ἔστι ποσά. κε. Τί κριτήριον τοῦ διωρισμένου ποσοῦ καὶ τοῦ ἀορίστου; κς. Διὰ τί τὸ ἀόριστον ποσὸν τὸ μὲν ἁπλῶς λέγεται, τὸ δὲ πρός τι; κζ. Ὅτι ἐναντίωσίς ἐστιν ἐν τῷ ποσῷ , καὶ ταῦτα λέγοντος Ἀριστοτέλους τῶ ποσῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. κη. Ὅτι δύναται τὸ πολὺ καὶ τὸ ὀλίγον ποσά εἶναι. κθ. Πότερον τὰ σχήματα ποιὰ δεῖ λέγειν ἢ ποσά; λ. Ποῦ χρὴ τάττειν τὴν γεωμετρίαν, ἐν τῷ ποσῷ ἢ ἐν τῷ ποιῶ; λα. Πῶς λέγει τῷ ποσῷ μηδὲν εἶναι· ἐναντίον; λβ. Ὅτι ὁ τόπος οὐκ ἔστι καθ’ ἑαυτὸν αἴτιος τῆς ἐπὶ τοσόνδε κινησεως. λγ. Διὰ τί οὐ λέγομεν τὰ κατὰ διάμειρον ἐναντία, εἴ γε τ·ὴν ἐναντιότητα τῇ μεγίστῃ διαστάσει μεγίστῃ διαστάσει μετροῦμεν; λδ. Πότερον καὶ ἐπὶ τῆς βαρύτητος καὶ κουφότητος τὸ ἴσον καὶ ἄνισον χρὴ λέγειν ἢ οὕ ; λε. Ὅτι ἐὰν ὡς ἐπὶ ποιῶν τοῦ βαρέος καὶ κούφου τὸ ἴσον καὶ ἄνισον λέγηται, οὐκ ἂν ἴδιον εἴη τοῦτο τοῦ ποσοῦ. λς. Διὰ τί εἷπε τῶν δὲ λοιπῶν ὃ μή ἐστι ποσόν, οὐ πάνυ ἄν δόξειεν ἴσον τε καὶ ἄνισον λέγεσθαι; λζ. Ὅτι εἰ καὶ ἐπὶ ποσοῦ λέγεται τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, οὐκ ἂν εἴη ἴδιον τοῦ ποιοῦ; λη. Πῶς ἀνελὼν τὴν ἐναντιότητα τοὺ ποσοῦ ἐν τῷ ἰδίῳ αὐτοῦ ἔναν. τίωσιν ὑποτίθεται; λθ. Ὅτι οὐ παντὶ ὑπάρχει τῷ ποσῷ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. μ. Ποῦ χρὴ τάττειν τὰς τοῦ ποσοῦ ἀποφάσεις; | 1 ὡς R: om. C μόριον Arist. Simpl. (f. 33ν24): μόρια CRs 7 et 9 Πλωτίνου ἀπορία] cf. Enn. VI lib. I, 5 (p. 570) lib. III, 11 (p. 020) 25. 25 εἴ γε et διαστάσει in lit. R2 30 λέγηται C: λέγη ex λέγεται corr. R1: λέγῃ s 31. 32 ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἄν δόξαι ἴσα τε καὶ ἄνισα Arist. 32 δόξειεν R: δόξαιεν C τε supra scr, C α. τὰ μὲν δὴ περὶ τῆς οὐσίας ἀπορήματα, ὦ κάλλιστε τῶν ἐμῶν ἑταίρων Σέλευκε, οὕτως ἡμῖν ἐξήτασται. βούλει δὲ μέχρι ταύτης ἱστώμεθα ἢ πάλιν ἐπὶ τὴν τοῦ ποσοῦ φύσιν μεταβαίνβμεν; Ἀλλ’ οὔτε ἄλλῳ τῶν φιλοσόφων οὔτε δὴ μάλιστα σοὶ τῷ τοὺς πόνους νοῦς ἀπαραιτήτους ἔχοντι ἀτέλεστον τὴν συγγραφὴν καταλιπεῖν πρέπει. Ἡσίοδος μὲν γὰρ καὶ τὰ κάλλη τῶν οἰκοδομημάτων εἰς τέλος ἄγειν ἀξιοῖ, ἵνα μή τις αὐτοῖς, ὡς ὁ ποιητὴς ἐκεῖνός φησιν, ἐφεζομένη κρώζῃ λακέρυζα κορώνη, ἡμεῖς δὲ οὐ φοβηθησόμεθα, μή τις ἡμᾶς εὐλόγως μέμψηται ὡς ἀπεγνωκότας ἑαυτῶν, εἰ μὴ πρὸς τέλος τῆς συγγραφῆς ἕξομεν, μᾶλλον δὲ μηδ’ εἶναι τροφίμους τῆς ἐλπίδος ἀποφαίνηται, ἣν δὴ Πίνδαρος γλυκεῖαν εἶναι βούλεται καὶ τὴν καρδίαν ἀτάλλοισαν συναορεῖν. ταῦτα μὲν οὖν ἀφείσθω, περὶ δὲ τῆς τάξεως τῶν κατηγοριῶν ἤδη πρὸς ἀλλήλους διαλεχθῶμεν. πρῶτον γὰρ δεῖ σε τὴν αἰτίαν ἀποδοῦναι, δι’ ἣν δεύτερον τὸ ποσὸν τάττεται μετὰ τὴν οὐσίαν. Πλωτῖνος γὰρ ἐνδηλότατα γνωρίσματα βούλεται παρέχειν τὴν ποιότητα τοῦ μᾶλλον αὐτὴν εἶναι προσεχεστέραν τῇ οὐσίᾳ, οὑτωσί πως τὸν λόγον ἐπερχόμενος. οὐσίαν τὴν κυριωτάτην εἶναι τιθέμεθα τὸ εἶδος κατά γε αὐτὸν Ἀριστοτέλην εἰ δὲ τοῦτο οὕτως ἔχει, τὸ συγγενὲς πρὸς τὸ εἶδος πρότερον ἄν εἴη τῶν διεστηκότων πορροτέρω. ὁμολογείται λογεῖται τοίνυν πρώτως ἀπὸ τοῦ εἴδους τὸ ποιὸν ὑφίστασθαι τοιοῦτον ὁποῖόν ἐστι τὸ εἶδος, ὥστε εἰ τῇ κυριωτάτῃ οὐσίᾳ συνῆπται τῇ κατὰ τὸ εἶδος, εἰκότως ἄν δευτέραν ἔχοι τάξιν τὸ ποιὸν μετὰ τὴν οὐσίαν. μάλιστα δὲ 2 ἱστώμεθα s (ex coniect.): ἱστάμεθα ACMR 5 ἀπαραιτήτως Α1 ους superscr.) πρέπει AM: δεῖ CR (fort, recte) 6 Ἡσίοδος] Opp. et d. 717 7 ὁ CR: om. AM 8 λακέριζα C 10 ἥξομεν AM: ἥξωμεν CR (sed ὢ m.2) 11 Πίνδαρος] fragm. 233 (ed. maior Boeckh.), 198 (ed. alt. Bergk.) γλυκεῖαν Πίνδαρος colloc. AM εἶναι CR: οm. AM 12 συναορεῖν Pind.: συναρεῖν ACMR 14 αἰτίαν scripsi: οὐσίαν libri (cf. Simpl. f. 31r1) 15 Πλωτῖνος] locum non inveni ἐνδηλότερα C βούλεται refecit R2 16 an τῇ ποιότητι·) 18 ἐπερχόμενος AC: ἐπαρχόμενος MRs 18 κατά γε CR: κατ’ AM ἀριστοτέλη C 20 ἀπὸ] ὑπὸ coni. Spengel 21 συνῆπτε C 22 ἔχοι ΑΜ: ἔχη CR διότι τὸ ποιὸν ἀμέριστόν ἐστι καὶ ἀδιαίρετον καὶ ἀμερίστως περὶ τοῖς σώμασι κατὰ συμβεβηκὸς διαιρεῖται, διότι ποιόν ἐστι τὸ μετέχον τῆς ποιότητος. εὐλόγως ἄν οὖν κατά γε τοῦτο προτάττοιτο τοῦ ποσοῦ τὸ ποιόν, εἴπερ τὸ ἀδιάστατον τοῦ διαστατοῦ καὶ τὸ ἀμέριστον τοῦ μεριστοῦ καὶ τὸ ἀδιαίρετον κατ’ αὐτὸν τὸν τοῦ ποιοῦ λόγον τοῦ διαιρετοῦ καὶ τὸ ἁπλοῦν τοῦ συνθέτου κατὰ φύσιν τε προτέτακται καὶ πρὸς τὰς ἀσωμάτους ἀρχάς ἐστιν οἰκειότερον. Καὶ Ἀρχύτας μὲν ὁ Πυθαγορικός, ὦ προσεχέστατε Σέλευκε, τῇ τάξει ταύτῃ κέχρηται λέγων ὧδέ πως· ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πράτα μὲν τέτακται ἁ οὐσία διὰ τὸ μόνον ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις, καὶ αὐτὰν καθ’ αὑτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατ’ αὐτάς 〈ἢ αὐτᾷ〉 ἐν ὑποκειμένᾳ καταγορεῦνται. δευτέρα δὲ ἁ ποτότας ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν.’ οὕτω μὲν οὖν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλωτίνου χωρίζουσιν· ἡμεῖς δὲ ὑπὲρ Ἀριστοτέλους ἀπολογιζόμενοι τοιαύτην τινὰ τὴν αἰτίαν τῆς τάξεως ἀποδίδομεν. πρῶτον μὲν τῷ ὄντως ὄντι καὶ νοητῷ καὶ ἑνὶ τὸ πλῆθος συνυπέστη καὶ τὰ εἴδη καὶ τὰ παραδίγματα, <ἂ> εἰ καὶ ἥνωται ἐν τῇ τοῦ θεοῦ νοήσει, ἀλλ’ οὐσίαν καὶ περιγραφὴν ἔχοντα ἐν τῇ ἁπλότητι τοῦ θεοῦ τὴν ἕνωσιν ἔχει περιειλημμἑνην, ὥστε εἰ μετὰ τοῦ ὄντος εὐθὺς ὁ ἀριθμὸς τῶν εἰδῶν συνυπάρχει, ἀπὸ τῶν πρώτων αἰτίων καὶ | τῶν νοητῶν ἡ ποσότης ἄρχεται. ἔπειτα εἴ τις ὑποθοῖτο τὸ ἀπὸ τοῦ ἑνὸς παραχθὲν πλῆθος ἀναιρούμενον ὅπερ οὐκ ἐκτέθειται ἔξω οὐδὲ κεχώρισται ἀπὸ τοῦ παράγοντος, ἀλλ’ ἐν αὐτῷ καὶ περὶ αὐτὸ τὸ εἶναι ἔχει)· ἀναιρουμένου δὴ τοῦ πλήθους καὶ αὐτὰ τὰ εἴδη † τῆς ποιότητος παραφωμοίωται, συνανῄρηται. τῆς ἰδιότητος οὖν τοῦ ποσοῦ ἀφαιρεθείσης εὐθὺς συνανῄρηται καὶ ἡ τοῦ εἴδους νόησις, ὥστε πλέον θάτερον γίνεται ἢ ὅπερ ἐκεῖνοι βούλονται. καὶ ταῦτα μὲν ἐπειδὴ πρὸς νοεροὺς ἄνδρας καὶ περὶ τῶν νοητῶν διαταττομένους καὶ κατ’ ἐκεῖνα καὶ τὰ αἰσθητὰ τάττοντας νοερῶς ἀπαντᾶν ἔδει, οὕτως ἐπεχειρήσαμεν εἰ 1 ἀμέριστόν ἐστι καὶ ἀδιαίρετον s (ex coniect.): ἀμέριστόν ἐστι καὶ διαιρετόν codd.; καὶ ἀδιάστατον addendum coni. Spengel (cf. v. 4), malim pro ἀδιαίρετον, quod in proximis καὶ ἀμερίστως—διαιρεῖται inest, ἀδιάστατον scribere secundum Simpl. (f. 31r2 εἰ τὸ ποιὸν ἀμέριστόν ἐστι καὶ ἀδιάστατον καὶ ἀμερίστως διαιρεῖται περὶ τοῖς σώμασιν, τὸ δὲ ποσὸν διαστατὸν καὶ διαιρετὸν καὶ μεριστόν, εὐλόγως ....) 2 διαιρεῖται CR Simpl.: θεωρεῖται δίαι superscr.) AM τῆς CR: om. AMs 8 ὦ CR: om. AMs 9 πράτα CR: πρώτα AM 10 ἁ om. Simpl. μόναν Simpl., quod reponas 11 νοεῖσθαι Simpl.: νοῆσαι codd. 12 κατ’ αὐτᾶς s: καθ’ αὑτᾶς AM: κατ’ αὐτὰς CR: κατὰ ταύτας Simpl. ἢ αὐτᾷ ἐν ὑποκειμένᾳ scripsi: ἐν ὑποκειμένα ACM: ἐνυποκείμενα R: ἢ ταύτῃ ἐν ὑποκειμένῳ Simpl.: ἡ ἐν ὑποκειμένῳ s κατηγορεῦνται Simpl.: κατηγορεύονται AMR: κατηγορεόνται C δὲ AM Simpl.: οm. CR 12. 13 ποιότας Α2Μ Simpl.: ποιότης Α1C: ποιότητας R Ι4 χωρίζουσιν ACM2R: διαχωρίζουσιν M1 ὑπὲρ s Felic. (pro): ὑπὸ codd. 15 ἀποδιδῶμεν C1 17 ἁ inserui 20 ποσότης scripsi: ποιότης libri 24 τῆς ποιότητος παραφωμοίωται CR: παραφωμοίωται M: om. As (fort, recte) 28 οὕτω R ἐπεχειρίσαμεν C (superscr. ἡ), R Comment. Arist. IV 2 Dexipp. in Cat. 5 δὲ χρὴ τὸν Ἀριστοτέλους νοῦν ἀληθέστερον ἐξετάζειν. ἐκεῖθεν ἀρξώμεθα. τῷ σώματι καὶ τῇ τούτου διαστάσει συγγενεστέρα ἐστὶν ἡ τοῦ ποσοῦ φύσις ἤπερ ἡ τοῦ ποιοῦ, ὥστ’ ἐπεὶ πλείονα τὰ κοινὰ τῷ ποσῷ ὑπάρχει πρὸς τὴν οὐσίαν, ἐλ.άττονα δὲ τῷ ποιῷ, εἰκότως τὸ ποσὸν δεύτερον μετὰ τὴν οὐσίαν τάττεται. αὐτίκα τὸ διαιρετὴν εἶναι, τὸ σύνθετον, τὸ τριχῇ διασττἡν, τὸ μεριστὴν τὴν οὐσίαν ἡ τοῦ ποσοῦ φύσις παραδηλοῖ, τὸ δὲ τοιάνδε μόνον ἡ τοῦ ποιοῦ. ἔδει τοίνυν κατὰ τὰ πλείω τὸ κοινὸν τάξαι, ἀλλ’ οὐ κατὰ τὸ ἓν ὑπάρχοντα, ὥστ’ ἐπεὶ τὴν σύνθετον καὶ σωματοειδῆ πρώτηὶ οὐσίαν ὑπέθειο, εὐλόγως αὐτῇ τὸ ποσὸν συνέταξεν ὡς οἰκειότερὁ- καὶ προσεχέστερον καὶ τῇ διαστάσει αὐτῆς συνυπάρχον. καὶ οὕτως δ’ ἄν ἀπολογησαίμεθα· ἐπειδὴ πρὸς τὴν τοῦ λέγεσθαι χρείαν γνωριμώτερον ἡμῖν ἐστι τὸ σύνθετον, ἔσται διὰ τοῦτο καὶ τὸ τῷ συνθέτῳ διαστατὸν προσεοικὸς πρότερον τοῦ ἀδιαστάτου ποιοῦ. β. ἐπεὶ δὲ πάλιν ὁ Πλωτῖνος ἐνίσταται λέγων ὡς ἀμφότερα οὐ ῥητέον ὡσαύτως ποσά (εἰ μὲν γὰρ τὸ συνεχὲς ποσόν, τὸ διωρισμένον οὐκ ἔσται, εἰ δὲ τὸ διωρ-̀σμένον, οὐκ ἔσται τὸ συνεχές), δίκαιον ἤδη σοι τί ποτέ ἐστιν ἐν ἀμφοτέροις κοινὸν εἰπεῖν. Ὡς μὲν οὖν συντόμως ἀπαντῆσαι πρὸς τὸ ζητούμενον, κοινὸν | ἔχουσι τὸ μέτρον ἐν ἑαυτοῖς καὶ τὸ πέρας, ὅπερ ἐν τῷ διωρισμένῳ καὶ τῷ συνεχεῖ θεωρεῖται. ἐπειδὴ δὲ εἰκός ἐστι φιλονεικοῦντά τινα πρὸς ταῦτα τὸ ἐν τῷ μεγέθει εἰ ποσὸν τῷ μετασχεῖν ἀριθμοῦ ποσὸν ἀποφαίνεσθαι, τὸ δὲ προσλαμβάνον τὸ ποσὸν λέγεσθαι, ὅταν εἰς ἀριθμὸν ἀχθῇ δίπηχυ ἢ τρίπηχυ ἀφοριζόμενον, ἄξιον καὶ περὶ τούτου διελθεῖν. τὸ συνεχὲς καὶ τὸ διῃρημένον ἐν τῇ τοῦ παντὸς κόσμου συστάσει ἰδίαν ἔχον ἑκάτερον φύσιν θεωρεῖται· τὸ μὲν γὰρ διῃρ-ημένον κατὰ παράθεσίν τε καὶ σωρείαν, τὸ δὲ συνεχὲς καθ’ ἕνωσιν καὶ ἀλληλουχίαν νοεῖται, καὶ τὸ μὲν συνεχὲς καὶ ἡνωμένον καλεῖται μέγεθος, τὸ δὲ rαρακ̀είuὂ )̔ν καὶ διῃρημένον πλῆθος. τούτων δὴ οὕτω διωρισμένων κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς τε ὁ κόσμος ἐπινοεῖται καὶ λέγεται στερεὸς καὶ σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῷ διατεταγμένος τε καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὴν τοῦ πλήθους πάλιν ἰδέαν καὶ ἔννοιαν σφαῖραι καὶ ἀστέρες καὶ στοιχεῖα ζῷά τε καὶ φυτὰ ἐν αὐτῷ θεωρεῖται, καὶ τοῦ μὲν ἡνωμένου ἐπ’ ἄπειρον ἐκ παντός ἐστιν ἡ τομή , ἡ δὲ αὔξησις ἐπὶ ὡρισμένον , τοῦ δὲ πλήθους κατὰ ἀντιπεπ)́́νθησιν 5 διαιρετὴν εἶναι CMR: διαιρετεἶν εἶναι Α 5. 6 διαστάτην CR: διαστατεῖν AMs 7 τὰ πλείω κοινὰ et τὸ ἓν ὑπάρχον coni. Speugel, recte, nisi mails κοινὸν (τὸ del.) et ὑπάρχοντα inter se penmitare 8. D οὐσίαν πρώτην eolloc. AM 11 γνωριμώτερον A- CM: γνωριμωτάτην Ἄι: γνωριμότερον R 13 ἀδιαστάτου AM: διαστατοῦ CR 14 ὁ Πλωτῖνος] cf. Enn. \l lib. 1,4 (p. 568) 15 ὡσαύτως CR mrg-. M: οὕτως AM 17 κοινὸν ἐν ἀμφοτέρους eolloc. AM 19 malim ἔν (te) τῷ διωρισμένῳ 22 dySy] CM’-R Plotin: ταχθῇ AW 23 διελθεῖν CR: διαλαβεῖν AM 24 ἔχον ACM: ἔχων R 25 ante σωρείαν add. μέγεθος del. M 26 νοεῖται CR: θεωρεῖται ·Α2ἕ1 28 διωρισμένων AM: διῃρημένων CR 29 ἐπινοεῖται CR: θεωρεῖται AM ajjATTEcpu- κὸς CR 30 διατεταγμένος] διατεταμένος Simplic. (f. 32vll). quod reponas 32 αὐτῷ] τῶ in lit. R2 ἐπ’ ἄπειρον μὲν ἡ αὔξησις, ἔμπαλιν δὲ ἡ τομὴ ἐπὶ ὡρισμένον, ἀμφότερα δὲ τὰ γένη ταῦτα ἐπιστήμαις ὑπάγεται, ἀριθμητικῇ μὲν τὸ πλῆθος, γεωμετρίᾳ δὲ τὸ μέγεθος· ὥστε εἴπερ καὶ ἐν τῷ ὑφεστηκέναι καὶ ἐν τῷ <εῖσθαι> διορίζεσθαι δεῖ ταῦτα ἀπ’ ἀλλήλων, οὐκ ἂν εἴη τὸ μὲν πλῆθος καθ’ ἑαυτὸ ποσόν, τὸ δὲ μέγεθος κατὰ συμβεβηκὸς ὡς ἀπὸ τοῦ ἀριθμοῦ τὸ τοσόνδε παραδεχόμενον κοινὸν γὰρ ἐν αὐτοῖς ὑπάρχει τὸ μετρεῖσθαι καὶ τὸ πεπερατῶσθαι κατὰ τὴν ἰδίαν ἑκάστου ὑπόστασιν. γ. Πρὸς μὲν δὴ τοῦτο οὕτως ἀπήντησας, δοκεῖ δέ μοι πρότερον εἶναι τὸ διῃρημένον τοῦ συνεχοῦς οὕτω τὸν λόγον ἐφοδεύοντι· τὸ συνεχὲς διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά, μὴ ὄντος οὖν τοῦ διωρισμένου οὐδ’ ἂν αὐτὸ εἴη, πρότερον ἄρα τὸ διωρισμένον ἐστὶ ποσὸν τοῦ συνεχοῦς. εἰ δὲ πρόρερον, οὐκ ἄν εἴη κοινὸν αὐτὸ τὸ ποσόν· ἐν οἷς γὰρ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, ἐν τούτοις οὐ δύναται εἶναι κοινὸν γένος· τὰ μὲν γὰρ εἴδη οὐ συναναιρεῖ ἄλληλα, οὐδενὸς δ’ εἴδους ἀναίρεσις ἀναιρεῖ τὸ γένος, ἐφ’ ὧν δὲ τὸ πρότερον καὶ ὕστερον θεωρεῖται, ἐπὶ τούτων τὸ ἕτερον τοὐ ἑτέρου ἀναιρετικὸν δείκνυται. Ἀλλ’ εἴπερ ἀληθινῶς ἐθέλοιμεν σκοπεῖν, κατ’ ἄλλο μὲν αὐτοῖς ἀποδώσομεν τὸ πρότερον καὶ ὕστερον, καθόσον δὲ τοὺ αὐτοῦ γένους μετέχει, τὴν ἴσην αὐτοῖς κοινωνίαν ὑπάρχουσαν εὑρήσομεν. ὁ γὰρ λόγος εἷς καὶ ὁ 20 αὐτὸς θεωρούμενος κατὰ τὰ γένος συμπληρῶν ἕκαστον τῶν εἰδῶν ὑπ’ οὐδενὸς κωλύεται ἅμα πᾶσι παρεῖναι τοῖς δυναμένοις ἐπίσης αὐτοῦ καὶ δι᾿ αὐτῶν μεταλαμβάνειν, ὥστε κἂν ᾖ τὰ μὲν πρότερα τὰ δ’ ὕστερα, φύσιν δ᾿ ἔχῃ δι’ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖν τῷ γένει, ἀμφοτέροις ἅμα παρέσται τὸ γένος τὴν αὐτὴν μετουσίαν αὐτοῦ παρέχον πρὸς τὰ δυνάμενα αὐτοῦ τοῦ μεταλαμβάνειν. οὕτω τοι καὶ τὴν κατάφασιν τῆς ἀποφάσεως προτέραν οὖσαν τῇ φύσει, κατὰ τὸ ἀποφαίνεσθαι καὶ κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι ἀπολαμβάνοντες τῷ λογισμῷ ἐπινοοῦμεν ὡς ὑπὸ τὸ αὑτὸ γένος, ὡς κατ’ ἄλλο μὲν ἐχουσῶν αὐτῶν τὸ πρότερον καὶ ὕστερον, καθόσον δὲ τοῦ αὐτοῦ γένους ἐπικοινωνοῦσι, παραδεχομένων τὸ ὡς εἴδη ἀντιδιαιρεῖσθαι. ἀλλὰ μὴν ὅτι τε Ἀριστοτέλης περὶ τούτων ὑπείληφεν οὕτως, πρότερον μὲν ἡγούμενος εἶναι τὸν ἀριθμὸν τῇ τάξει. τῇ δὲ πρὸς τὸ αὐτὸ γένος ἀναφορᾷ τὴν ἴσην διαίρεσιν τοῦ διῃρημένου καὶ συνεχοῦς ποιούμενος, δῆλον πεποίηκεν ἀπὸ τῆς ἐν αὐτοῖς τάξεως. προέταξε γὰρ τὸ διωρισμένον τοῦ συνἀριθμητικῇ 2 et γεωμετρίᾳ scripsi: ἀριθμητικὴ et γεωμετρία s 3. 4 νοεῖσθαι inserui (cf. Simpl. f. 32r10 ἔτι δὲ τὸ μὲν ἀπλοῦν ἐστίν φασι καὶ καθ’ ἑαυτὸ ὑφεστηκός τε καὶ νοούμενον, τὸ δὲ καὶ θέσιν προσείληφεν) 4 δεῖ] δὴ coni. Sahune 6 τοσόνδε CR: ποσὸν AM ὑπάρχει iteratum del. R2 8 ἀπήντησας CR: ἡ ἀπάντησις AM δοκεῖ δέ μοι πρότερον] cf. Plotin Enn. VI lib. Ill, 13 p. (168 11 ποσόν ἐστι colloc. AM 13 οὐ δύναται εἶναι CR Simpl. (f. 32r10): οὐκ ἄν εἴη AM 14 an οὐδενός τ᾿? 15 τὸ (post δὲ) AM: om. CR 17 αὐτοῖς in lit. R2 18 καὶ ὕστερον ΑΜΡ: om. C δὲ) 19 ὁ (alterun) CMR: om. A 22 an αὑτῶν? (cf. v. 23) δ᾿ ὕστερα AM: δὲ δεύτερα CRs 23 προσεχῶς δι’ ἑαυτῶν colloc. C 26 καὶ (post ἀληθεύειν) AMR: ἢ C Simpl. (fort, recte) 30 τε] καὶ Simpl. (recte) 5* εχοῦς ἔν τε τῇ πρώτῃ διαιρέσει καὶ ἐν τῇ διαριθμήσει τῶν καθ’ ἕκαστα, τὰ ὑπὸ τὸ διωρισμένον πρότερα ἀπολογιζόμενος τῶν ὑπὸ τὸ μέγεθος. διότι γὰρ τὸ ἐν τῷ μεγέθει ποσὸν δοκοῦμεν καταλαμβάνειν διὰ τοῦ ἀριθμοῦ διὰ τοῦτο ὁ ἀριθμὸς προτέτακται, ὥσπερ διότι τὴν ἀπόφασιν γνωρίζομεν διὰ τῆς καταφάσεως, διὰ τοῦτο κἀκείνη προτέιακται, κατὰ μέντοι τὴν ἴσην διαίρεσιν οὐκ ἀποστατεῖ τοῦ κοινοῦ γένους. οὕτω δὴ καὶ ἐνταῦθα τῷ συντελεῖν εἰς τὸν λόγον τοῦ γένους καὶ τῷ πρὸς τοῦτο ἐξ ἴσου παρασκευάζεσθαι ἀντιδιῂρηκεν αὐτὰ πρὸς ἄλληλα. πρὸς δὲ τούτοις ἄλλο τὸ διῃρῆσθαι, ἄλλο τὸ διῃρημένον εἶναι, ὥστε εἰ τὸ δυνάμει ἐν τῷ ἐνεργείᾳ περιέχεται δύναται γὰρ τὸ συνεχὲς διαιρεῖσθαι), οὐκ ἄν καλῶς ὡς ἤδη ὂν τὸ διῃρημένον λαμβάνοιμεν μᾶλλον γὰρ τὸ δυνάμει ὕστερον τοῦ ἐνεργεία. δ. Κοινῶς μὲν δὴ περὶ τῆς διαιρέσεως καὶ τοῦ παντὸς ποσοῦ τοσαῦτα ἡμῖν εἰρήσθω, κατ’ ἰδίαν δὲ περὶ ἑκάστου τῶν ὑπὸ τὸ ποσόν εἰδῶν ὅσα Πλωτῖνος ἀπορεῖ προσθεῖναι βούλομαι. εὐθὺς γὰρ διαιρεῖ περὶ τοῦ ἀριθμοῦ καί φησιν ἄλλην μὲν αὐτοῦ τὴν οὐσίαν εἶναι, ἄλλην δὲ καθ’ ἣν τὸ τοσόνδε αὐτῷ ὑπάρχει. ἡ μὲν γὰρ καθ’ ἑαυτήν ἐστιν, ἣ καὶ παραλέλειπται ὑπὸ Ἀριστοτέλους, ὡς ἐκεῖνος βούλεται, ἡ δὲ δηλοῦται, ὅταν ποσὸν τὸν ἀριθμὸν εἶναι λέγωμεν. Εἰ μὲν οὖν κατὰ τἀς Πλωτίνου διατάξεις καὶ τὰς Πλάτωνος ὑποθέσεις τὰς κατηγορίας ἀπευθύνομεν, δοκεῖ τινα λόγον ἔχειν τὸ λεγόμενον· εἰ δ’ ἐθέλοιμεν Ἀριστοτέλει κατακολουθεῖν, οὐδαμῶς τὸν ἀριθμὸν τὸν θεωρούμενον κατὰ ποσὸν διχῇ διαιρήσομεν. οὐ γὰρ οἴεται Ἀριστοτέλης ἄλλο μὲν ἔχειν τὸν ἀριθμὸν τὸ εἶναι, ἄλλο δὲ τὸ τοσόνδε εἶναι, ἀλλά φησι τῶν μὲν συνθέτων τοῦτο ἴδιον εἶναι καὶ τῶν ἐνύλων καὶ τῶν ἐν μέρει ἐχόντων τὸ εἶδος· ὅσα δὲ ἄυλά ἐστιν εἴδη καὶ ἀσύνθετα, ταῦτα ἀποδείκνυσιν ἐν πάσαις αὐτοῦ ταῖς ἀκροάσεσι ταὐτὸν ἔχοντα τό τε εἶναι κατὰ τὴν οὐσίαν καὶ τὸ ἐν τοῖς δεδεγμένοις αὐτὰ εἶναι καὶ φαίνεσθαι. ἐὰν οὖν χωρίζων ὁ Πλωτῖνος τοὺς νοητοὺς καὶ τοὺς μετέχοντας αὐτῶν ἀριθμοὺς τὴν ἰδιότητα ἑκατέρων χωρὶς ἀφορίζηται, ἰδίας ὑποθέσεις γυμνάζει, ἡμεῖς δὲ ὑπομιμνήσκομεν ἑαυτούς, ὡς αὐταῖς ταῖς οὐσίαις τῶν ὄντων ὑπάρχουσι κατ’ Ἀριστοτέλην οἱ ἀριθμοὶ οὔτε πρότεροι οὔτε ὕστεροι αὐτῶν, ἀλλ’ ἅμα | σὺν 1 τε CR: om. AM διαριθμήσει CR Simpl.: ἀριθμήσει AM ante τῶν καθ’ ἕκαστα add. τοῦ συμφέροντος del. Α 2 πρότερα AMR: πρότερον C 5 τῆς CR: om. AM 6 τῶ CR: τὸ AM 10 δύναται AMR: δυνατὸν C γὰρ CR: δὲ AM 12 δὴ CR: οὖν AM 13 ἡμῖν AMR: om. C 14 Πλωτῖνος ἀπορεῖ] Enn. VI lib. 111,4 (p. 569) 15 post εἶναι fort, inseras καθ’ ἥν ἐστι πόσος (cf. Simpl. f. 33r15 ὡς ἄλλη μέν τίς ἐστιν τοῦ ἀριθμοῦ φύσις, καθ’ ἥν ἐστιν ὡρισμένος καὶ πόσος βαρυτόνως, ἄλλη δέ, καθ’ ἣν τὸ ποσὸν αὐτῷ ἀορίστως καὶ ὀξυτόνως ὑπάρχει), nisi malis ἄλλην δὲ 〈τὴν , καθ’ 16 ὑπάρχειν C 17 ἀριστοτέλους CR: τοῦ ἀριστοτέλους AM 18 λέγομεν C 19 ὑποθέσεις] ὕπο oblitt. R 20 ἀπευθύνομεν ΑΜ2R: ὑπευθύνομεν C: διευθύνομεν Μ1: ἀπευθύνοιμεν coni. Spengel 23 an τὸ 〈πόσον〉 εἶναι? (of. Simpi. οὐ γὰρ ἄλλο μὲν ὁ ἀριθμὸς ἔχει τό πόσος εἶναι, ἄλλο δὲ τό τοσόνδε εἶναι) 24 ἴδιον] ἴδι refecit R2 ἐν CMR: οὐ Α 26 αὐτοῦ] αὐτῶ (superscr οῦ) A 29 γυμάζει Α 30 ἑαυτοὺς ex αὐτοὺς corr. C αὐταῖς ὄντες. οὐδενὸς οὖν ἀπολείπονται κατὰ τὸν ἄνδρα τῶν ὁπωσοῦν δυναμένων αὐτῶν μετέχειν, ἀλλὰ πᾶσι μὲν πάρεισι κατὰ τὴν οἰκείαν αὐτῶν ἀμέριστον οὐσίαν, ἐξαλλάττονται δὲ αὗθις διὰ τὴν ἑτερότητα τῶν ὑποδεχομένων, ὥστε ἅμα καὶ ἀριθμοῖς καὶ τοσοῖσδε εἶναι μετὰ τῶν ἀριθμουμένων συνυπάρχει. ε. ἔχεται δὲ τοῦ αὐτοῦ ἀπορήματος ὁ Πλωτῖνος καὶ πάλιν ζητεῖ, πότερον ἐνυπάρχει οὗτος ὁ ἀριθμὸς τοῖς ἀριθμουμένοις, ἢ χωρὶς αὐτῶν μετρεῖ ὡσπερ ὁ κανών. εἰ μὲν γὰρ αὐτὸς καθ’ ἑαυτὸν ὑφέστηκε, μέτρον μὲν ἔσται, οὐκέτι δὲ ποσόν· εἰ δὲ ἐνυπάρχει, καὶ αὐτὸς ὑπ’ ἄλλου μετρηθήσεται. Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς εἴπομεν, τοῦτο καὶ νῦν εἰπεῖν ἄξιον. παρεῖναι μὲν γὰρ τὸν ἀριθμὸν τοῖς ἀριθμουμένοις πράγμασι καὶ συνυπάρχειν ἀποφαινόμεθα, οὐ μέντοι ἐν αὐτοῖς ἔχειν τὴν ὑπόστασιν ὡς ἐν συμβεβηκότος τάξει θεωρούμενον. ὥσπερ γὰρ τὰ ἔνυλα εἴδη ἔχει μὲν ἰδίαν ἕκαστον οὐσίαν καὶ ὑπόστασιν, σύνεστι δὲ τῇ ὕλῃ, οὕτω καὶ οἱ ἀριθμοὶ καιὰ τὴν ἰδίαν οὐσίαν ὑφεστηκότες μετὰ τῶν πραγμάτων εἰσὶν ὧν ἀφορίζουσι καὶ οἷς τὸ οἰκεῖον μέτρον ἐπιτιθέασι συνόντες ἰοῖς ἀριθμουμέοις ὡς ἀριθμοῦντες· ὥσπερ τὰ εἰδοποιοῦντα τοῖς εἰδοποιουμένοις συντάττεται πρῶτον ὡς ἐν ἑαυτοῖς, διάστασιν δὲ κατὰ τὸ ὑποκείμενον ἀπεργάζεται, οὕτω καὶ τὰ ἀριθμοῦντα τοῖς ἀριθμητοῖς πρὸς τὸ οἰκεῖον μέτρον ἕκαστα ἀναφέρει μένοντα ὅπερ ἐστὶν ἑαυτῶν καὶ μηδὲν ὑπὸ τῶν μετρουμένων πάσχοντα. ποιήσωμεν δὲ σαφέστερον τὸ λεγόμενον διὰ παραδείγματος τὸ εἶδος τοῦ ἀνδριάντος ἔχει μὲν καθ’ ἑαυτὸ ἴδιον λόγον, θεωρεῖται δὲ μετὰ τῆς ὕλης. καὶ ὁ ἀριθμὸς οὖν ἥνωται μετὰ τῶν ἀριθμητῶν ἔχων τὴν ἰδίαν ὑπόστασιν. ς. Ἀλλὰ τὸ ποσόν φησιν οὐκ ἂν εἴη ποσότης. Ἀλλ’ εἰ μὲν εἶχεν ἄλλο τι δεῖξαι τὴν ποσότητα παρὰ τὸ ποσόν, ὀρθὼς ταῦτα ἀπεφαίνετο· ἐπεὶ δὲ ἐξ ἀρχῆς διαγωνιζόμεθα, ὅτι οὐδὲν | ἄλλο ἐστὶν ἀρχηγὸν τῆς ποσότητος ἢ τὸ μέτρον, δὲ τοῦτο καὶ κατὰ ποσότητος καὶ κατὰ ποσοῦ, οὐκ ἂν οὐδὲ τὴν ποσότητα ποσὸν εἶναι εὐλόγως ἄν τις παραιτήσαιτο. γνοίη δ’ ἄν τις τὸ αὐτὸ καὶ ἀπὸ τοῦ μηδεμίαν κατηγορίαν ἄλλην οἷόν τε εἶναι ὑποθεῖναι τῇ τοῦ ποσοῦ φύσει, ἀρχὴν δὲ αὐτὴν τὴν ἰδίαν θεωρεῖσθαι μηδενὶ τῶν ἄλλων γενῶν ἐπικοινωνοῦσαν, ὥστε καὶ ὁ ἀριθμός, εἴτε καθ’ ἑαυτὸν εἴη εἴτε ἐν τοῖς μετέχουσιν, εἴτε συνυπάρχων εἴτε καὶ ἰδίαν φύσιν ἔχων ἐν τῷ συνυφεστηκέναι, εἴτε κατὰ τὸ ἀριθμεῖν εἴτε κατὰ τὸ ἀριθμεῖσθαι ὑπάρχων, πανταχοῦ ἂν οὗτος τοῦ ποσοῦ εἴη. ζ. οὕτω μὲν τὰς ἀπορίας Πλωτίνου περὶ τοῦ ἀριθμοῦ διελύσαμεν. ἀλλὰ δὴ μεταβῶμεν ἐπὶ τὸν λόγον ἑξ̣ῆς καὶ ὅσα διαπορεῖ σκεψώμεθα. 4 συναριθμουμένων AM 6 αὐτοῦ AM: om. CR ὁ Πλωτῖνος ... ζητεῖ] ibidem 7 ὁ AMR: om. C 20 an ἀριθμητοῖς #x003E;? 21 an ἅπερ ἐστὶ δι’ 22 ποιήσομεν C 23 ἑαυτὸν AM 27. 28 post ὀρθῶς addendum ἂν coni. Spengel 32 εἶναι CR: om. AM 33 καὶ CR: om. AM 35 εἴτε καὶ ἰδίαν—ὑπάρχων (36) om. Α post ἰδίαν add. τινὰ M: om, CR 37 τοῦ AM: om. CR λέγει τοίνυν, ὡς ὁ λόγος ἰδίαν ἔχων ὑπόστασιν τοσόσδε ἐστὶ καὶ ταύτῃ ποσὸς ὡς συμβεβηκὸς ἔχων τὸ ποσόν, καθ’ ὃ μέντοι λόγος σημαντικός ἐστιν ὕλην ἔχων τὸν ἀέρα, κατὰ δὲ τὴν τούτου πληγὴν ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος ὁ ἐν τῇ φωνῇ, εἴτε οὐ ψιλὴ πληγὴ ἀλλὰ τύπωσις τοῦ ἀέρος ὥσπερ μορφοῦσα αὐτόν, κατ’ ἀμφότερα ποίησις ἄν εἴη σημαντική, καὶ ἔσται ἢ ἐν τῷ ποιεῖν ἢ ἐν τῷ πάσχειν ἢ καὶ ἐν ἀμφοτέροις τῷ τε ποιεῖν καὶ τῷ πάσχειν ὁ λόγος ὁ ἐν τῇ φωνῇ , ἀλλ’ οὐχὶ ποσόν. τί δὴ πρὸς ταύτα ἀντείποιμεν; Ὅτι οὐχ ἁπλῶς πληγὴ ἀέρος ἐστὶν ἡ φωνή (πλήτει γὰρ τὸν ἀέρα καὶ δάκτυλος παραγόμενος καὶ οὐδέπω ποιεῖ φωνήν), ἀλλ’ ἡ ποσὴ πληγὴ καὶ σφοδρὰ καὶ τοσήδε, ὥστε ἀκουστὴ γενέσθαι, καὶ ἡ τῷ μέτρῳ τῆς ἀκοῆς ἐξισουμένη καὶ τὸ ὑπερβάλλον καὶ ἐλλεῖπον καθ’ ἑαυτὴν ἔχουσα. κατὰ τὸ μέγεθος οὖν τῆς πληγῆς καὶ τὸ ποσὸν μέτρον τῆς φωνῆς τοιέμενος μένος ποσὴν αὐτὴν εἰκότως εἶναι ἀποφαίνεται. ἡ. Ἀλλ’ ἐπειδὴ ἐν χρόνῳ φησὶν ὁ Πλωτῖνος λέγεται ὁ λόγος ὄντι | ποσῷ, καὶ αὐτὸς ποσὸν νομίζεται· ἔσται οὖν ἐν τῷ χρόνῳ τὸ ποσὸν καὶ οἴα τὸν χρόνον. Ἀλλὰ πρὸς τοῦτό φαμεν, ὡς αὐτῆς τῆς φωνῆς ἐστι σμικρότης καὶ μέγεθος κατὰ τὴν ἑαυτῆς φύσιν ἢ διὰ τὴν τῆς ἀρτηρίας σμικρότητα ἢ τὸ μέγεθος. ὅταν μὲν γὰρ τὸ φώνημα διαιρῆται καὶ εὐρύνηται, πλῆθος ἀναπέμπει, καθὸ δὲ στενοῦται, ὀλιγότητα. ἡ μὲν οὖν οὖσα φύσει βραχεῖα ἐν βραχεῖ χρόνῳ καταλλήλως λέγεται, ἡ δὲ μακρὰ ἐν μακρῷ, ὡς ἄν προηγούμενον ἔχοντος τοῦ λόγου τὸ ἐν τῇ φωνῇ ποσὸν ἐν ἑαυτῷ πρὸ τοῦ ἐν τῷ χρόνῳ ποσοῦ· κἂν γὰρ μὴ λέγω, ἀλλ’ ὁ γεγραμμένος λόγος ἔχει τὴν φύσει μακρὰν καὶ βραχεῖαν συλλαβήν. κἀκεῖνο δὲ δήπου ἐπιστάμεθα, ὅτι καὶ τὴν βραχεῖαν ἐν μακρῷ χρόνῳ προενέγκασθαι δυνατόν ἐστι καὶ τὴν μα- κρὰν ἐν βραχεῖ. ὁ γὰρ μετρικὸς καὶ τὸ μέτρον καὶ τὸν ῥυθμὸν μετα- βάλλει, ἤδη δὲ καὶ τὰ στοιχεῖα, οἷον τὸ ξηρὸν ξερὸν καὶ τὸν Διόνυσον Διώνυσον. εἰ δὲ πέφηνε διεστηκὸς ἐπὶ τούτων τὸ φύσει μακρὸν καὶ τὸ τῷ χρόνῳ, οὐ τῷ βραχεῖ χρόνῳ ἡ συλλαβὴ λέγεται βραχεῖα ἀλλὰ τῷ βραχεῖα εἶναι ἐν βραχεῖ χρόνῳ λέγεται. θ. Τί δ’ ἂν εἴποιμεν πάλιν πρὸς τὴν ἔνστασιν τοῦ ἀνδρὸς τὴν μὴ βουλομένην ἐξαρκεῖν τὸ μετρεῖσθαι πρὸς τὸ εἶναι ποσόν· καὶ γὰρ ξύλον φησὶ μετρεῖται πήχει, καὶ οὐκ ἄν τις εἴποι αὐτὸ ποσόν, διότι μετρεῖται, ἀλλ’ ὅτι ἐστὶ μέγεθος, καὶ κατ’ αὐτὸ μὲν τὸ ποσὸν τὸ συμβεβηκὸς τῷ 1 λέγει] cf. Εnn. VI lib. 1, 5 (p. 570) 2 τὸ AM: om. CR 4 πληγὴ ψιλὴ colloc. Α 6. 7 ἢ καὶ ἐν—πάσχειν om. M ἢ (ante καὶ) del. (?) Α 7 καὶ τὸ πάσχειν C 8 ἀντείποιμεν codd.: ἄν εἴποιμεν s (ex coniect) 10 παραγόμενος A2CMR: παραγινόμενος Ἄι 13 οὖν CMR: om. Α 14 πόσην R1 εἶναι CR: om. AM 16 αὐτὸς ACM: αὐτὰ R ποσὸν (ante νομίζεται) CMR: ποσῷ Α 19 σμικρότητα AM Simpl. (f. 33v19): μικρότητα CR 20 εὐρύνηται Α 23 post ἑαυτῶ add. περιέχει del. Α 24 τὴν AM: τῆ CRs 26 post βραχεῖαν add. συλλαβὴν Α: om. CMR 30 ἀλλὰ τῶ CR: ἀλλὰ τὸ AM 34 εἴποι AMR: εἴπῃ C ξύλῳ μετρεῖται ὑπὸ τοῦ ποσοῦ τοῦ συμβεβηκότος τῷ πηχυαίῳ ξύλῳ, τὸ δὲ ξύλον ὑπὸ τοῦ ξύλου οὐ μετρεῖται. καὶ ἐπὶ τοῦ λόγου τοίνυν καθὸ μὲν λόγος, οὐ μετρεῖται, καθὸ δ’ ἐν χρόνῳ ἐστίν, ὥστε ὁ χρόνος ἄν εἴη ὁ μετρῶν τὸν χρόνον ὁ ἐλάττων τὸν μείζονα. Ἀλλὰ καὶ πρὸς ταῦτα ταῖς αὐταῖς ἀπαντήσεσι χρησόμεθα. εἰ γὰρ σύμφυτον ἔχει μέγεθος ἡ φωνὴ μεθ’ ἑαυτῆς, καθ’ ὃ καὶ τὰ διαστήματα αὐτῆς οἱ μουσικοὶ εἰώθασι ποιεῖν, ἔσται καθ’ αὑτὴν ποσόν, ἀλλ’ οὐ κατὰ συμβεβηκός. πᾶν γὰρ τὸ μετρητὸν ἢ τὸ μετροῦν ἐστι | κατὰ φύσιν ποσόν, καὶ αὕτη τοίνυν ὡς μετρουμένη ὑπὸ τοῦ χρόνου ποσὸν ἂν εἴη. ι. Πάλιν ὁ αὐτὸς ἀνὴρ ἀπορεῖ λέγων, ὡς ἡ πρᾶξις κατὰ τὴν ἀνα- φορὰν τὴν ἐπὶ τὸν χρόνον μεγάλη λέγεται ἢ μικρά, οὕτω καὶ ὁ λόγος τῷ διαστήματι μετρούμενος κατὰ συμβεβηκὸς ἄν εἴη ποσός. H καὶ πρὸς τοῦτο ῥητέον, ὅτι τῶν στοιχείων τὰ μέν ἐστι φύσει μακρά, τὰ δὲ φύσει βραχέα. φύσει ἄρα ἐνυπάρξει τῇ φωνῇ τὸ μέγεθος καὶ ἡ μικρότης. 1 πηχιαίω ACR 8 μετρητὸν] μετροῦν Μ1 10. 15 Πάλιν—ἡ μικρότης οm. Α: exhib. CMR τοὐ τετραγώνου πρῶτον· τὸ μὲν γὰρ ἐκ τριῶν ἐστι γραμμῶν τὸ δὲ ἐκ τεττάρων, 20v τὰ δὲ τρία τῶν τεσσάρων πρῶτα. καὶ ἄλλως· πᾶν τετράγωνον εἰς δύο τρίγωνα ὀρθογώνια διαιρεῖται (ἡ γὰρ τοῦ α β γ δ | τετραγώνου ἐπίζευξις 21r ζεῦξις τῇ α γ διαμέτρῳ διαιρεθήσεται εἰς δύο τρίγωνα ὀρθογώνια τό τε α β γ καὶ τὸ α δ γ) ὥστε ἀναιρουμένου τοὐ τετραγώνου οὐκ ἀναιρεῖται τὸ τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος ἀδύνατον εἶναι τετράγωνον· ὥστε πρῶτον τῇ φύσει τὸ τρίγωνον τοῦ τετραγώνου. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τῶν λοιπῶν πάντων εὐθυγράμμων σχημάτων πρῶτον δειχθήσεται, πενταγώνου φημὶ καὶ ἑξαγώνου καὶ τῶν λοιπῶν· ἕκαστον γὰρ τούτων εἰς τρίγωνα δίαι. ῥεῖται. εἰ οὖν τὸ μὲν τρίγωνον πρῶτον, τὸ δὲ τετράγωνον καὶ τὰ λοιπὰ δεύτερα, τὸ ἄρα κατὰ τούτων κοινῶς κατηγορούμενον, λέγω δὴ τὸ σχῆμα, οὐκ ἔστιν αὐτῶν γένος, οὐκοῦν οὐδὲ ταῦτα ἐκείνου εἴδη. λείπεται τοίνυν μὴ κυρίως εἰρηκέναι τὸν Πορφύριον τὸ τρίγωνον τοῦ σχήματος εἶδος. πρὸς τοῦτο πάντες ἠπόρησαν ἀπολογίας οἱ ἐξηγηταὶ καί φασιν αὐτὸν ὑποδείγματος χάριν καταχρηστικώτερον γένος καλέσαι τοῦ τριγώνου τὸ σχῆμα. ἐπι- λυόμενοι δὲ ἡμεῖς τὴν ἀπορίαν φαμὲν ὅτι εἰ μὲν στοιχεῖα ἦν τῷ ὄντι τοῦ τετραγώνου τὰ τρίγωνα, ὡς μὴ ἄλλως τετράγωνον ἐνδέχεσθαι γενέσθαι, εἰ μὴ ἐκ τριγώνων σύγκειται, ὡς καὶ ἐν Τιμαίῳ διδάσκει λέγων ὁ Πλάτων πάντα τὰ εὐθύγραμμα σχήματα ὡς εἰς στοιχεῖα ἁπλούστατα ἀναλύων τὰ τρίγωνα, ἀληθὲς ἂν ἦν τὸ λεγόμενον καὶ πρῶτον ὑπῆρχε τῶν σχημάτων 15 τὸ τρίγωνον καὶ οὐκ ἂν ἦν τὸ σχῆμα γένος αὐτῶν, εἴπερ ἀληθὲς ὅτι ἐν οἷς τὸ πρῶτον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. νῦν δὲ οὐδεμία ἐστὶν ἀνάγκη, ἵνα γένηται τετράγωνον, προϋποκεῖστι 1 post γραμμῶν transp. E: om. D 1. 2 τεσσάρων (priore loco) EV 2 τεττάρων (altero loco) Fp πᾶν] που Ε τετράγωνον om. E 3 ἡ γὰρ— ὀρθογώνια (v. 4) om. Ε 4 τῆ τοῦ ἁ γ V 5 post ἀναιρουμένου add. μὲν Mp (fort, recte) τοῦ om. F 6. 7 τὸ πρῶτον F 7 τοῦ τετραγ. τὸ τρίγωνον colloc. Ε δὲ om. Ε 8 post δειχθήσεται add. τὸ τρίγωνον MV (fort, recte) 9 φημὶ D: φέρε EFV: ἤτοι (sed aute πενταγ. pos.) M: φέρε εἰπεῖν p τρίγωνα] τρία Ε: τρίγωνον V 10 εἰ οὖν] τοίνυν M 11 κατηγ. κοινῶς (sed num. superscr. corr.) colloc. F 12 γένος αὐτῶν colloc. M γένη Ε οὐκοῦν om. EV οὐδὲ M Urb. 35: οὔτε DEFYp τοίνυν] οὑν M post τοίνυν add. ἡμῖν EF: ἡμῖν τὸ V 13 ante πρὸς add. rubro ἀλλὰ D 14 ἀπολογίας] ἀπολόγου Ε: om. Μ φασιν] φαμεν Ε αὐτὸν] αὐτὸ F 15 εἶδος καλέσαι τὸ τρίγωνον τοῦ σχήματος M 16. 17 στοιχεῖον ... τὸ τρίγωνον M 16. 17 τῶν τετραγώνων V 17 τὸ τετράγωνον Ε: τετράγωνα MV ἐνδέχεται E ἐκ τριγώνου M συγκέοιτο M Urb. 35 18 ἐν Τιμαίῳ] cf. p. 53C sq. διδάσκει λέγων ὁ πλ. DEFM: διδάσκει ὁ πλ. λέγων V: δοκεῖ Πλάτωνι Urb. 35: δοκεῖ λέγειν ὁ πλ. p; quod recipias, nisi malis λέγων eicere 19 πάντα post σχήματα transp. V εὐθύγρ. σχ.] εὐθυγράμματα p ὡς εἰς] ὡσεὶ V1 ἁπλούστερα M 19. 20 τὰ τρίγ. ἀναλύων colloc. EMp: an ἀναλ. #x003E; τὰ τρ.? 20 ἄν om. E 20.21 καὶ om. Ε 21 εἴπερ ἀληθὴς ὁ Εύκλείδης ἐν τῶ μς΄ αὐτοῦ θεωρήματι ἄνευ τριγώνου τὸ τετράγωνον δι’ εὐθείας ἀναγράψας ὥστε ἐν οἷς D (cf. Euclidis Elementa Ι 46 (I 108 ed. Heiberg Lips. 1883) 22 πρῶτον] πρότερον D (cf. p. 71,27) καὶ τὸ δεύτερον M: καὶ ὕστερον V 22. 23 γένος οὐκ ἔστι colloc. EM 23 τὸ τετράγωνον p τῶ προϋποκ. EMp: τὸ προυποκ. V σθαι τρίγωνα, εἶτα τῇ συνθέσει τούτων τὸ τετράγωνον γίνεσθαι· οὐδὲν γὰρ 21r κωλύει τριγώνου μὴ ὄντος τέσσαρας εὐθείας ἐπιζεύξαντας ποιῆσαι τετράγωνον. ὥστε οὐκ ἀληθὲς τὸ ἀναιρουμένου τοῦ τριγώνου συναναιρεῖσθαι καὶ τὸ τετράγωνον. εἰ δὲ ὅτι τὴν διάμετρον ἐπιζευγνύντες διαιροῦμεν τὸ τετράγωνον εἰς δύο τρίγωνα, διὰ τοῦτό φασι πρῶτον εἶναι καὶ οἷον στοιχεῖον ἡ μέρος τοῦ τετραγώνου τὸ τρίγωνον, ἐπειδὴ ἐνδέχεται τὸ αὐτὸ τετράγωνον καὶ εἰς δύο ἑτερομήκη διελεῖν τὰς ἀντικειμένας πλευρὰς δίχα διαιροῦντας αἱροῦντας καὶ ἐπιζευγνύντας οἷον ἀπὸ τοῦ α ἐπὶ τὸ β καὶ ποιῆσαι δύο ἑτερομήκη χωρία τὸ γ καὶ τὸ δ, λέγεται ὡσανεὶ καὶ τὰ ἑτερομήκη πρῶτα εἶναι τοῦ τετραγώνου. οὕτω δὲ κ.αὶ τὸ ἐναντίον τὸ τετράγωνον πρῶτόν ἐστι τοῦ ἑτερομήκους, εἰ ἑτερόμηκες τὸ τὴν μίαν ἔχον πλευρὰν διπλασίονα τῆς ἑτέρ·ας διέλωμεν δίχα εἰς δύο τετράγωνα. ἀλλὰ δὴ καὶ εἰ ἐπὶ τοῦ κύκλου τὴν διάμετρόν τις ἀγάγοι, διαιρήσει τὸν κύκλον εἰς δύο ἡμικύκλια τό τε 7. καὶ τὸ β, καὶ δῆλον ὅτι ἕκαστον τῶν ἡμικυκλίων σχῆμά ἐστιν ἐκ περιφερείας τῆς τοῦ ἡμικυκλίου γραμμῆς καὶ εὐθείας τῆς διαμέτρου συγκείμενον. ὥστε συμβήσεται τὸ ἁπλοῦν σχῆμα τὸν κύκλον ἐκ μικτῶν ἡμικυκλίων συγκεῖσθαι, καὶ τοῦ ἁπλοῦ, λέγω τοῦ κύκλου, πρῶτον ἔσται φύσει τὸ μικτόν. ὥσπερ οὖν ἐπὶ τούτων ἡ ἐπίνοια ἡ ἡμετέρα τὴν τοιαύτην ποιεῖται διαίρεσιν καὶ οὐχὶ διὰ τοῦτο ἀνάγκη τοῦ τετραγώνου πρῶτα εἶναι τῇ φύσει τὰ ἑτερομήκη, ἐπειδὴ καὶ τὰ ἑτερομήκη ἐνδέχεται διελεῖν εἰς δύο τετράγωνα, εἴπερ ἡ ἑτέρα τῶν πλευρῶν διπλασίων ᾖ τῆς ἑτέρας, εἰ γοῦν πάλιν τοῦ κύκλου τὰ μικτὰ σχήματα ἐξ εὐθειῶν καὶ περιφερειῶν συγκείμενα <μὴ> πρῶτά ἐστιν οὕτως οὐδὲ τὸ τετράγωνον εἰ ἐνδέχεται 1 τρίγωνα DF: τρίγωνον EMVp τῆ συνθέσει τῆ MV τὸ τετράγ.] τετράγωνα M post. γίνεσθαι add. ὡς εὐκλείδης (ὁ εὐκλ. p.) ἐν tw τεσσαρακοστῶ ἕκτω αὐτοῦ ἄνευ τριγώνου τὸ τὸ om. V) τετράγωνον δι’ εὐθείας ἀναγράφειν ἀναγράφειν p) διδάσκει Vp: eadem (sed ὡς εὐκλείδης ὡς et, ἀναγράψας pro ἀναγράψαι διδάσκει) post τετράγωνον (v. 4) add. E (cf. p. 72,21 not.) γὰρ om. F 2 τέσσαρας—κατηγορεῖται γὰρ (p. 78,12) om. F 3 ὥστε οὐκ ἀλ. DMp: οὐκ ἀλ. δὲ Ε: οὐκ ἀληθὲς οὖν V τοῦ om. M 4 ἐπιζεύξαντες p 4. 5 εἰς δ. τρ. τὸ τετράγ. colloc. Ε 5 φησιν V οἱονεὶ V 6 post. τρίγωνον add. οὐδὲ τοῦτο ἐξ ἀνάγκης DV ἐπειδὴ Dp: ἐπεὶ EMV 7 καὶ om. V 8 ἐπιζευγν.] ἐπιζητοῦντας E ἀπὸ τοῦ ε ἐπὶ τὸ ζ τῆς διχοτομίας γενομέ- νης M ποιῆσαι] ποιεῖν D 9 τὸ (ante δ) om. Ε λέγεται ὡσανεὶ DE: λεγέ- τωσαν Mp: ἃ λεγέτωσαν ὡσανεὶ V καὶ ἑτερομ. E: καὶ τὰ ἑτερομ. χωρία V 9. 10 πρῶτα εἶναι] πρῶτον Ε 11 ἐστι] ἔσται Mp τοῦ om. Ε εἰ] καὶ τὸ M τὸ ... ἔχον] ὃ ... ἔχει M: ὃ ... ἔχον V 12 ἣν διέλωμεν V 12. 13 ἐπὶ τοῦ κύκλου D: τοῦ κύκλου EVp: ἐπὶ τοῦ κύλλου τὴν om. M 13 διάμετρον] διαίρεσιν E ἀγάγοι DEV: ἄγει τοῦ κύκλου M: ἀγάγῃ p 14 ὅτι DMV: ὡς V: om. Ε 15 τῆς διαμέτρου DVp: εἰς διαμέτρους Ε: τοῦ διαμέτρου M 16 συγκειμένης Ε τῶν κύκλων p μικτῶν] τῶν Ε 17 λέγω δὴ MV (fort, recte) 17. 18 ἔσται φύσει DV: ἐστὶ φύσει Ε: ἔσται M: φύσει ἔσεσθαι p 18 ἡ (ante ἐπίνοια) om. D 19 ποιεῖ M πρῶτον M 20 τὰ ἑτερομήκη (prius)] τὸ ἑτερόμηκες M τὰ ἑτερομήκη (alterum) Ep: ἑτερομήκη D: ἑτερόμηκες MV 22 εἰ γοῦν p: ἢ γοῦν codd. τοῦ κύκλου post. σχήματα transp. V 23 μὴ πρῶτα scripsi: εἰ πρῶτα V: πρῶτα DEMp οὕτως οὐδὲ DV: οὕτω δὴ EMp εἰ D: om. EMVp διαμέτρῳ εἰς δύο τρίγωνα διελεῖν, ἤδη διὰ τοῦτο καὶ ἐκ τριγώνων αὐτὸ 21v συγκεῖσθαι ἀνάγκη καὶ πρῶτα αὐτοῦ εἶναι φύσει τὰ τρίγωνα. καλῶς ἄρ ὁ Πορφύριος γένος εἶπεν εἶναι τοῦ τριγώνου τὸ σχῆμα. p. 4.4 . Εἰ δέ <φησι> καὶ τὸ γένος ἀποδιδόντες εἰπόντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τί ἐστι κατηγορούμενον καὶ τὸ εἶδος ὁριζόμενοι πάλιν γένους ἐμεμνήμεθα φάσκοντες εἶδός ἐστι τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, μηδεὶς μέμφοιτο. κατὰ ἀλήθειαν γὰρ ταῦτα λέγων ὁ Πορφύριος νομίζεται τῇ διαλλήλῳ δείξει κεχρῆσθαι. ἡ δὲ διάλληλος δεῖξις διαβέβληται παρὰ τοῖς φιλοσόφοις ὡς τὰ αὐτὰ καὶ πρῶτα ποιοῦσα καὶ δεύτερα καὶ ἀμείβουσα τὴν τάξιν τῶν προτάσεων· καὶ τῶν συμπερασμάτων ποιεῖ γὰρ τὸ μὲν δεύτερον πρῶτον καὶ τὸ πρῶτον δεύτερον, καὶ τὰ αὐτὰ τῶν αὐτῶν σαφέστερά τε ποιεῖ καὶ ἀσαφέστερα. οἷον ἐὰν εἴπῃ μοί τις, ὅτι ἡ ψυχὴ ἀθάνατος, λέγω ὅτι ναί· πῶς; ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. ἐὰν δὲ εἴπῃ μοι, πόθεν δῆλον ὅτι αὐτοκίνητος ἡ ψυχή; εἶτα τοῦτο δεῖξαι βουλςομρνος εἴπω, ὅτι ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον ἀεικίν·ητον, τὸ ἀεικίνητον αὐτοκίνητον, ἡ ψυχὴ ἄρα αὐτοκίνητος ἡ· τοιαύτη διάλληλος λέγεται δεῖξις βουλόμενος γὰρ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος ἔλαβον τὸ αὐτοκίνητον πρῶτον, συνεπέρανα δὲ τὸ ἀθάνατον, βουλόμενος δὲ πάλιν δεῖξαι ὅτι ἡ ψυχὴ αὐτοκίνητος ἔλαβον πρῶιον τὸ ὕστερον λεχθὲν τὸ ἀθάνατον καὶ συνεπέρανα ὅτι αὐτοκίνητος, τὸ πρῶτον ὕστερον ποιήσας. ὥστε διάλληλος δεῖξίς ἐστιν ἡ τὰς προτάσεις συμπεράσματα ποιοῦσα καὶ πάλιν τὰ συμπεράσματα προτάσεις, ὅθεν καὶ διαβέβληται· πάσα γὰρ ἀπόδειξις τὰς μὲν προτάσεις σαφεῖς καὶ ὁμολογουμένας λαμβάνει, τὸ δὲ συμπέρασμα 1 ἤδη DV: ἢ Ep: εἴδη M 2 εἶναι αὐτοῦ colloc. p φύσει D: τῇ φύσει p: om. EMV 3 εἶπεν post. σχῆμα trausp. D εἶναι om. V τριγώτου] τετραγώτου p 4 lemma et φησι (post, εἰ δέ) ex editione Veueta a. 1545 apposui, nisi quod in illa editione lemma usque ad ἀμφοτέροις (Porph. p. 4,9) coutinuatum est. codices et editio princeps εἰ δὲ καὶ τὸ γένος—μέμφοιτο (v. 8) lemmatis loco scripta praebent, ita ut illa plena habeant DEp, ἐμεμνήμεθα (v. —μέμφοιτο omittat M, τοῦ εἴδους (v. 5)— τὸ ἀποδοθὲν γένος (v. 8) omittat V 7 γένους πάλιν colloc. D 8 post ἐστι add. καὶ Ep: om. D μέμφοιτο E: μέμψοιτο DVp 9 ταῦτα λέγων Dp: λέγων E: λέγων ταῦτα K 10 τοῖς om. MV 11 καὶ πρῶτα ποιοῦσα καὶ δεύτερα MVp: πρῶτα ποιοῦσα καὶ δεύτερα D: καὶ δεύτερα καὶ πρῶτα ποιοῦσα Ε 13 τε post ποιεῖ transp. E: om. V 14 εἴπῃ D2EV2p: εἴποι D1MV1 μοι om. V λέγω ὅτι ναί DE: λέγω ναί ΜV2: λέγων V1: λέγω αὐτῷ νᾶί p πῶς λέγει M 16 εἴπῃ D2EVp: εἴποι D1M μοι superscr. D ὅτι πόθεν M: καὶ πόθεν V 18. 19 δεῖξις λέγεται διάλληλος colloc. M: διάλλ. δεῖξις λἐγ. V: δεῖξις διάλλ. λέγ. p 19. 22 βουλόμενοι ... ἐλάβομεν ... συνεπεράναμεν (utrobique) M 21 αὐτοκίνητος—ἀθάνατον in ras. D 22 ὅτι αὐτοκ.] τὸ αὐτοκίνητον M ποιήσαντες Μ 23 ἡ τὰς προτάσεις συμπέρασμα ποιοῦσα E: ἡ τὸ συμπέρασμα ποιοῦσα προτάσεις V 23. 24 καὶ πάλιν—προτάσεις om. E καὶ πάλιν τὰς προτάσεις συμπέρασμα V: καὶ πάλιν τὰ συμπ. ποιοῦσα προτ. p ἀσαφὲς ὃν σαφηνίζει καὶ φανερὸν ποιεῖ διὰ τῶν προτάσεων εἰκότως οὗν 21v διαβολῆς ἀξία ἡ τὴν τάξιν τούτων ἀντιστρέφουσα καὶ τὸ μὲν συμπέρασμα, ὅπερ πρότερον ὡς ἀσαφὲς ἐλαμβάνετο, σαφὲς ποιοῦσα τῷ ἐν τάξει προτάσεως παραλαμβάνειν, τὴν δὲ πρότασιν, ἣν ὡς ὁμολογουμένην πρὶν ἐλαμβάνομεν, νῦν ἄδηλον συμπέρασμα ποιοῦσα. πάλιν ἆν βουληθέντες δεῖξαι, ὅτι ἥδε ἡ γυνὴ γάλα ἔχει, εἴπωμεν ὅτι ἥδε ἡ γυνὴ τέτοκεν, ἡ δὲ τετοκυῖα γάλα ἔχει, ἥδε ἄρα ἡ γυνὴ γάλα ἔχει· βουληθέντες δὲ αὐτὸ τοῦτο δεῖξαι πάλιν ὅτι τέτοκεν εἴπωμεν, ἥδε ἡ γυνὴ γάλα ἔχει, ἡ δὲ γάλα ἔχουσα τέτοκεν, ἥδε ἄρα ἡ γυνὴ τέτοκεν· ἐνταῦθα δὲ πάλιν τὰ αὐτὰ τῶν αὐτῶν καὶ πρότερα ἐλάβομεν καὶ ὕστερα καὶ σαφέστερα καὶ ἀσαφέστερα· πρότερον μὲν γὰρ ἐλαμβάνομεν σαφὲς μὲν· καὶ πρότερον τὸ τετοκέναι, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ γάλα ἔχειν, ὕστερον δὲ ἐλάβομεν σαφὲς μὲν καὶ πρότερον τὸ γάλα ἔχειν, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ τετοκέναι. ὥστε ἐν τῇ τοιαύτῃ δείξει τῶν αὐτῶν τὰ αὐτὰ καὶ πρότερα λαμβάνεται καὶ ὕστερα καὶ σαφέστερα καὶ ἀσαφέστερα. πᾶσα γὰρ δεῖξις ἢ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δείκνυσιν ἢ ἐκ ἰοῦ ἀσαφοῦς τὸ σαφὲς ἢ ἐκ τοῦ ἀσαφοῦς τὸ ἀσαφὲς ἢ ἐκ τοῦ σαφοῦς τὸ σαφές. καὶ δῆλον ὅτι μόνη ἐστὶ κυρίως δεῖξις ἡ ἐκ τοῦ σαφοῦς δεικνύουσα τὸ ἀσαφές. αἱ οὖν ἄλλαι ἱρεῖς ψεκταὶ καὶ οὐδ’ ὅλως δ,είξεις ἄν εἴεν οὐ γὰρ οἷόν τε τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δεικνύειν, οὐδὲ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς· οὐδὲ γὰρ τὸ σαφὲς δείξεως δεῖται, ἵνα ἐξ ἄλλου σαφοῦς δηλωθῇ. πολλῷ οὖν ἀτοπώτερον τὸ ἐκ | τῶν 22r ἀσαφῶν τὰ ἀσαφῆ δείκνυσθαι λέγειν. μία οὖν μόνη ἐστὶ κυρίως δεῖξις ἡ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δεικνύουσα. εἰκότως ἄρα ἡ διάλληλος διαβέβληται δεῖξις τὰ σαφῆ καὶ πρῶτα ἀσαφῆ ποιοῦσα καὶ ὕστερα καὶ ἔμπαλιν τὰ ἀσαφῆ καὶ ὕστερα σαφῆ καὶ πρῶτα ποιοῦσα. ἐπεὶ οὖν ὁ φιλόσοφος Πορφύριος ᾔσθετο ἑαυτοῦ τῇ διαλλήλῳ δείξει κεχρημένου (ἔν τε γὰρ τῇ τοῦ 2 καὶ διαβολῆς V ἀντιτρέφουσα Ε 3 τῳ] τῶν M: τὸ V 3. 4 προτάσεων M 4. 5 πρὶν ἐλαμβ.] περιελάμβανε M 5 πάλιν—ποιοῦσα (v. 25) eicias. βουληθέντες] βουληθῆι τις V 6 ἥδε (prius) om. Μ 6. 7 ἡ δὲ τετοκυῖα p: ἡ τετοκυῖα codd. (cf. ν. 8) 7 ἥδε om. M ἡ (post ἄρα) om. V 7. 8 βουληθέντες—πάλιν καὶ πόθεν δῆλον V 8 εἴπωμεν om. V ὅτι (post εἴπωμεν) additum punctis circumscr. M δὲ om. V ἡ γυνὴ om. MV δὲ om. MV, recte, nisi malis δὴ corrigere 10 ἐλαμβάνομεν V 11 πρότερον (prius)] πρῶτον V μὲν γὰρ D: γὰρ MVp: om. Ε 14 τὰ αὐτὰ τῶν αὐτὼς colloc. p λαμβάνεται Mp: λαμβάνει D: λαμβάνειν Ε: λαμβάνονται V 15 δὲ M 15. 16 ἀσαφοῦς τὸ σαφὲς Mp 16 ἀσεφὲς D ἀποδείκνυσιν ἡ ΜV: ἀποδείκνυσεν ἢ ἔμπαλιν p τοῦ ἀσαφοῦς τὸ σαφὲς DE: ἀσαφοῦς τὸ ἀσαφὲς Μ: σαφοῦς τὸ ἀσαφὲς p ἡ (post σαφὲς) —σαφές (17) om. Ep 16. 17 ἀσαφοῦς τὸ ἀσαφὲς D: σαφοῦς τὸ ἀσαφὲς M: σαφοῦς τὸ σαφὲς V 17 σαφοῦς τὸ σαφὲς DM: ἀσαφοῦς τὸ ἀσαφὲς V μόνη—κυρίως om. V κυρίως ἐστὶ colloc. Mp 18 τὸ ἀσαφές δεικν. colloc. V τρεῖς om. M 19 ἄν δείξεις colloc. M τε] τι M τὸ ἀσαφὲς V δεικνύειν] δηλωθῆναι p 20 τὸ σαφὲς ἐκ τοῦ σαφοῦς DV: τὸ ἀσαφὲς ἐκ τοῦ σαφοῦς E: τὸ ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς Mp οὐδὲ γὰρ D: ἀλλ’ οὐδὲ EMp: οὐ γὰρ V τὸ σαφὲς om. V 20. 21 δεῖται δείξεως colloc. V 21 ἀτοπώτερον] αὐτὸ πρότερον Ε1 22 τὰ σαφῆ Mp λέγειν ante δείκν. transp. MVp: om. Ε 23. 24 δεῖξις διαβέβλ. colloc. M 25 ποιοῦσα om. M 26 κεχρημένου MV: κεχρημένος DEp