<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="8"><p>8. Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφί
τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγαθὸς ὢν καὶ κηδόμενος
τῶν ἀνθρώπων ὁ Θεὸς, ἀνακαλούμενος τοὺς πλανηθέντας, φησίν·
‘Ἐγὼ Θεὸς μόνος,’ καὶ ‘Ἐγώ εἰμι,’ καὶ ‘πλὴν ἐμοῦ οὐκ ἔστι <note type="marginal">Dcut. xxxii. 39. Exod. iii. 15.</note>
Θεὸς,ʼ καὶ ὅσα τοιαῦτά ἐστι ῥητά· ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ,
ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν. Καὶ ὥσπερ ἂν εἴ τις, ἡμέρας
οὔσης καὶ ἡλίου φαίνοντος, ζωγραφοίη ξύλον ἁπλῶς, οὐδὲ κἂν
φαντασίαν ἔχον φωτὸς, καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι
τοῦ φωτός· ὁ δὲ ἥλιος τοῦτο βλέπων εἰ λέγοι, ‘Ἐγὼ μόνος
εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας
πλὴν ἐμοῦ·ʼ οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύγασμα βλέπων ταῦτα
λέγει, ἀλλὰ πρὸς τὴν πλάνην διὰ τὴν εἰκόνα τοῦ ξύλου καὶ
ἀνομοιότητα τῆς ματαίας φαντασίας· οὕτως ἐστὶ καὶ τὰ ‘Ἐγώ
εἰμι,’ καὶ ‘Ἐγὼ μόνος Θεὸς,’ καὶ ‘οὐκ ἔστιν ἄλλος πλὴν
ἐμοῦ·’ ἵνα τῶν ψευδωνύμων ἀποστήσῃ τοὺς ἀνθρώπους, καὶ
μάθωσιν αὐτὸν λοιπὸν τὸν ἀληθινὸν Θεόν. Ἀμέλει ταῦτα
λέγων ὁ Θεὸς διὰ τοῦ Λόγου ἑαυτοῦ ἔλεγεν· εἰ μὴ ἄρα καὶ
τοῦτο προσθῶσιν οἱ νῦν Ἰουδαῖοι, ὅτι μὴ διὰ τοῦ Λόγου ταῦτα <note type="marginal">Cp. c. 52; i. 39.</note>
λελάληκεν· ἀλλʼ οὕτως εἴρηται, κἂν μαίνωνται οἱ διαβολικοί.
‘Ἐγένετο γὰρ λόγος Κυρίουʼ πρὸς τὸν προφήτην, καὶ ταῦτα
ἠκούετο Εἰ δὲ αὐτοῦ ἦν ὁ Λόγος, καὶ δι᾿ αὐτοῦ ταῦτʼ ἐλέγετο,
καὶ οὐκ ἔστι τι ὃ λέγει καὶ ποιεῖ ὁ Θεὸς, ὃ μὴ ἐν τῷ Λόγῳ
λέγει καὶ ποιεῖ, οὐκ ἄρα δι᾿ αὐτὸν εἴρηται, ὦ θεομάχοι, ἀλλὰ
διὰ τὰ ἀλλότρια καὶ μὴ ὄντα παῤ αὐτοῦ, Καὶ γὰρ καὶ κατὰ

<pb n="162"/>
τὴν εἰρημένην εἰκόνα, καὶ ὁ ἥλιος εἰ τὰς φωνὰς ἔλεγεν ἐκείνας,
οὐκ ἐκτὸς ἔχων τὸ ἑαυτοῦ ἀπαύγασμα, ἀλλʼ ἐν τῷ ἀπαυγάσματι
δεικνὺς ἑαυτοῦ τὸ φῶς ἤλεγχε τὴν πλάνην, καὶ εἷπεν ἂν τοιαῦτα.
Οὐκοῦν οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ, οὐδὲ δι᾿ αὐτόν ἐστι τὰ τοιαῦτα
ῥητὰ, ἀλλʼ εἰς ἀθέτησιν τοῦ ψεύδους. Ἐξ ἀρχῆς γοῦν ὁ
Θεὸς οὐκ εἶπε τῷ Ἀδὰμ τὰς τοιαύτας φωνὰς, καίτοι ὄντος τοῦ
Λόγου σὺν αὐτῷ, ‘δι᾿ οὗ τὰ πάντα ἐγένετο·’ οὐ γὰρ ἦν χρεία,
μήπω γενομένων εἰδώλων. Ὅτε δὲ ἀντῆραν ἄνθρωποι κατὰ τῆς
ἀληθείας, καὶ ὠνόμασαν ἑαυτοῖς οὓς ἤθελον ‘θεοὺς,’ τότε δὴ καὶ
τοιούτων χρεία γέγονε ῥημάτων εἰς ἀναίρεσιν τῶν μὴ ὄντων
θεῶν. Ἐγὼ δʼ ἂν εἴποιμι προσθεὶς, ὅτι καὶ πρὸς τὴν τῶν
Χριστομάχων ἀφροσύνην προείρηται τὰ τοιαῦτα ῥητὰ, ἵνα γνῶσιν
ὅτι ὃν ἂν ἔξωθεν τῆς οὐσίας τοῦ Πατρὸς ἐπινοήσωσι ‘θεὸν,’
οὗτος οὐκ ἔστιν ἀληθινὸς, οὐδὲ τοῦ μόνου καὶ πρώτου εἰκὼν
καὶ υἱός.</p></div><div type="textpart" subtype="chapter" n="9"><note type="marginal">John xvii. 3; xiv. 6.</note><p>9. Ἐὰν τοίνυν καὶ ‘μόνος ἀληθινὸς Θεὸς’ ὁ Πατὴρ λέγηται,
οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, ‘Ἐγώ εἰμι ἡ ἀλήθεια,’ εἴρηται,
ἀλλʼ εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν,
οἷός ἐστιν ὁ Πατὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς
ὁ Κύριος εὐθὺς συνῆψε, ‘καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.’
Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ
κτίσαντι αὐτόν· ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ
ἀληθινῷ ; νῦν δὲ, συνάψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν ὅτι τῆς
<note type="marginal">Cp. c. 12, 25.</note> φύσεως τοῦ Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν ὅτι τοῦ
ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης
<note type="marginal">1 John v. 20.</note> μαθὼν ἐδίδαξε, γράφων ἐν τῇ ἐπιστολῇ, ‘καί ἐσμεν ἐν τῷ
ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὖτός ἐστιν ὁ
ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος.’ Καὶ τοῦ μὲν προφήτου περὶ
<note type="marginal">Job ix. 8.</note> τῆς κτίσεως λέγοντος, ‘ὁ τανύσας τὸν οὐρανὸν μόνος·’ τοῦ δὲ
Θεοῦ, ‘Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα·’ παντὶ δῆλον γέγονεν
ὅτι ἐν τῷ ‘μόνῳ’ καὶ ὁ τοῦ μόνου σημαίνεται Λόγος, ἐν ᾧ ‘τὰ
πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν,’ Οὐκοῦν εἰ
διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, ‘Ἐγὼ μόνος,᾿  νοεῖται δὲ σὺν
τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι’ οὖ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ
ἐὰν λέγηται, ‘Εἶς Θεὸς,’ καὶ, ‘ Ἐγὼ μόνος,’ καὶ, ‘Ἐγὼ πρῶτος,’
ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν νοεῖται ὁ Λόγος, ὥσπερ

<pb n="163"/>
ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα. Τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη,
εἰ μὴ ἐπὶ μόνου τοῦ Λόγου. Τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ
ὄντος ὑπέστη διὰ τοῦ Υἱοῦ, καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν·
αὐτὸς δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι φύσει καὶ ἀληθινὸν
γέννημα· διὸ καὶ ὃ προφέρειν ἔδοξαν οἱ ἀνόητοι ῥητὸν, τὸ
‘Ἐγὼ πρῶτος,’ εἰς ἀπολογίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον <note type="marginal">Isa. xliv. 6.</note>
ἐλέγχει αὐτῶν τὴν κακόνοιαν. Φησὶν ὁ Θεὸς, ‘Ἐγὼ πρῶτος,
καὶ ἐγὼ μετὰ ταῦτα.’ Εἰ μὲν οὖν ὡς συναριθμούμενος τοῖς
μετ’ αὐτὸν λέγεται τούτων ‘πρῶτος,’ ἵνα κἀκεῖνα δεύτερα τούτου
ᾖ, ἔσται καθʼ ὑμᾶς τῶν ποιημάτων καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ
προάγων· ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. Εἰ
δὲ εἰς ἀπόδειξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος, μηδὲ πρὸ αὐτοῦ
τινα, ἀλλʼ αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον, καὶ εἰς
ἀναίρεσιν τῶν παῤ Ἕλλησι μύθων εἴρηκεν, ‘Ἐγὼ πρῶτος·’
δῆλον ὅτι καὶ τὸ λέγεσθαι τὸν Υἱὸν πρωτότοκον,’ οὐ διὰ τὸ
συναριθμεῖσθαι αὐτὸν τῇ κτίσει λέγεται πρωτότοκος, ἀλλʼ εἰς <note type="marginal">Cp. ii. 62.</note>
ἀπόδειξιν τῆς τῶν πάντων διὰ τοῦ Υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως.
Καὶ γὰρ ὥσπερ ὁ Πατὴρ ‘πρῶτός’ ἐστιν, οὕτω καὶ αὐτὸς
πρῶτος μέν ἐστιν, ὡς εἰκὼν τοῦ πρώτου, καὶ ἐν αὐτῷ ὄντος τοῦ
πρώτου, γέννημα δὲ ἐκ τοῦ Πατρός· καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις
κτίζεται καὶ υἱοποιεῖται.</p><note type="marginal">Cp. ii. 59.</note></div></div></body></text></TEI>