66. Ἆῤ οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ Υἱὸς, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ ‘μὴ βουλομένουʼ τοῦ Πατρός ἐστιν ὁ Υἱός; οὐμενοῦν· ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ, ὡς αὐτός φησιν, ‘ὁ Πατὴρ φιλεῖ τὸν John iii. 35. Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως καὶ ἀθελήτως ἐστὶν ἀγαθὸς (ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ), οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλήσεως ἤρξατο, ἀλλʼ οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι θελητὴς, οὕτως καὶ ὁ Υἱὸς, ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας, οὐκ ἀθέλητός ἐστιν αὐτῷ, Θελέσθω καὶ φιλείσθω τοίνυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ οὕτω τὸ ‘θέλεινʼ καὶ τὸ ‘μὴ ἀβούλητονʼ τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾶ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα· καὶ ἕν ἐστι θέλημα τὸ ἐκ Πατρὸς ἐν Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Cp. c. 1. Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τις ‘βούλησιν ἐπεισαγέτω, μηδὲ μέσον τις ἑαυτὸν ὠθείτω τοῦ μόνου Πατρὸς πρὸς τὸν μόνον Λόγον, προφάσει τοῦ ‘βουλεύεσθαι·’ μαίνοιτο γὰρ ἄν τις, μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ ‘βούλησινʼ καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν, ‘βουλήσει γέγονεν·’ ἕτερον δὲ, ὅτι ‘ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν.’ Τὸ μὲν γὰρ λέγειν, ‘ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ μὴ εἶναί ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ, καὶ τὴν ἐπʼ ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται· ὥστε δύνασθαί τινα c. 62. νοεῖν ὅτι ἠδύνατο καὶ μὴ βούλεσθαι τὸν Υἱόν. Ἐπὶ Υἱοῦ δὲ λέγειν, ‘ἡδύνατο καὶ μὴ εἶναι,’ δυσσεβές ἐστι καὶ φθάνον εἰς τὴν τοῦ Πατρὸς οὐσίαν τὸ τόλμημα· εἴγε τὸ ἴδιον αὐτῆς ἡδύνατο μὴ εἶναι· ὅμοιον γὰρ ὡς εἰ ἐλέγετο, ‘ἠδύνατο καὶ μὴ εἶναι ἀγαθὸς ὁ Πατήρ.’ Ἀλλʼ ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως i. 14. ἀεὶ γεννητικὸς τῇ φύσει ὁ Πατήρ· τὸ δὲ λέγειν, ‘ὁ Πατὴρ θέλει τὸν Υἱὸν,ʼ καὶ, ‘ὁ Λόγος θέλει τὸν Πατέρα,ʼ οὐ ‘βούλησιν προηγουμένηνʼ δείκνυσιν, ἀλλὰ φύσεως γνησιότητα, καὶ οὐσίας c. 26. ἰδιότητα καὶ ὁμοίωσιν γνωρίζει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος ἄν τις εἴποι καὶ τοῦ φωτὸς, ὅτι τὸ ἀπαύγασμα οὐκ ἔχει μὲν ‘βούλησιν προηγουμένην ἐν τῷ φωτὶ, ἔστι δὲ φύσει αὐτοῦ γέννημα, θελόμενον παρὰ τοῦ φωτὸς τοῦ καὶ γεννήσαντος αὐτὸ, οὐκ ἐν σκέψει βουλήσεως, ἀλλὰ φύσει καὶ ἀληθείᾳ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὀρθῶς ἄν τις εἴποι ὅτι ὁ Πατὴρ ἀγαπὰ καὶ θέλει τὸν Υἱὸν, καὶ ὁ Υἱὸς ἀγαπᾷ καὶ θέλει τὸν Πατέρα. 67. Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ Υἱὸς, (μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ ἐκκλησίᾳ,) ἀλλὰ βουλὴ ζῶσα, καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. Ps. xliv.(xlv.) 1. Οὕτω γὰρ καὶ ὁ μὲν Πατὴρ εἴρηκεν, ‘Ἐξηρεύξατο ἡ καρδία μου John xiv. 10. Λόγον ἀγαθόν·’ ὁ δὲ Υἱὸς ἀκολούθως, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Εἰ δὲ ὁ Λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; καὶ εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ποῦ ἡ θέλησις; καὶ εἰ ἡ βούλησις αὐτὸς, πῶς ‘ἐν βουλήσειʼ ἡ βουλή; ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν λόγῳ ὁ Λόγος, καὶ ὁ Υἱὸς ἐν υἱῷ, καὶ ἡ Σοφία ἐν σοφίᾳ Cp. c. 6. γίνηται, καθάπερ πολλάκις εἴρηται. Πάντα γάρ ἐστιν ὁ Υἱὸς τοῦ Πατρός· καὶ οὐδὲν ἐν τῷ Πατρὶ πρὸ τοῦ Λόγου· ἀλλʼ ἐν τῷ Λόγῳ καὶ ἡ βούλησις· καὶ δι᾿ αὐτοῦ τὰ τοῦ βουλήματος εἰς ii. 7. ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι γραφαί. Ἐβουλόμην δὲ τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας, καὶ περὶ ‘βουλήσεως’ σκεπτομένους, νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν i. 22. γυναῖκας, ἂς οὗτοι πρότερον ἠρώτων λέγοντες, ‘Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς;’ ἀλλὰ τοὺς πατέρας, καὶ εἰπεῖν αὐτοῖς, ‘Πότερον βουλευόμενοι γίνεσθε πατέρες, ἢ κατὰ φύσιν καὶ τῆς ὑμῶν βουλήσεως; ἢ τῆς φύσεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα;’ Cp. ii. 1. ἵνα κἂν παρὰ τῶν γονέων ἐντραπῶσι, παῤ ὧν τὸ λῆμμα τῆς ‘γενέσεως’ ἀπῄτησαν, καὶ παῤ ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν. Ἀποκριθήσονται γὰρ αὐτοῖς, ὅτι ‘ἃ γεννῶμεν, οὐ τοῦ θελήματος, Cp. i. 29. ἀλλʼ ἡμῶν ἐστιν ὅμοια· οὐδὲ προβουλευσάμενοι γινόμεθα γονεῖς, ἀλλὰ τῆς φύσεως ἴδιόν ἐστι τὸ γεννᾷν· ἐπεὶ καὶ ἡμεῖς τῶν τεκόντων ἐσμὲν εἰκόνες.’ Ἢ τοίνυν καταγινωσκέτωσαν ἑαυτῶν, καὶ παυέσθωσαν πυνθανόμενοι γυναικῶν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ μανθανέτωσαν παῤ αὐτῶν, ὅτι οὐ ‘βουλήσειʼ γεννᾶται ὁ υἱὸς, ἀλλὰ φύσει καὶ ἀληθείᾳ. Πρέπων δὲ καὶ ἁμόζων τούτοις ὁ ἐξ ἀνθρώπων ἔλεγχος, ἐπειδὴ καὶ ἀνθρώπινα περὶ τῆς θεότητος διαλογίζονται οἱ κακόφρονες. Τί τοίνυν ἔτι μαίνονται οἱ Χριστομάχοι; καὶ τοῦτο γὰρ αὐτῶν, ὥσπερ οὖν καὶ τὰ ἄλλα προβλήματα, δέδεικται καὶ ἠλέγχθη φαντασία καὶ μυθοπλαστία μόνον ὄντα· καὶ διὰ τοῦτο ὀφείλουσι, κἂν ὀψέ ποτε θεωρήσαντες Cp. c. 28. εἰς ὅσον ἀφροσύνης πεπτώκασι κρημνὸν, ἀναδῦναι καὶ φυγεῖν ἀπὸ ‘τῆς τοῦ διαβόλου παγίδος,ʼ νουθετούμενοι παῤ ἡμῶν. 2 Tim. ii. 26. Φιλάνθρωπος γὰρ ἡ ἀλήθεια, κράζουσα διαπαντός· ‘Εἰ ἐμοὶ μὴ John x.  38. πιστεύετεʼ διὰ τὴν τοῦ σώματος περιβολὴν, κἂν ‘τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ καὶ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ καὶ, ‘ὁ ἑωρακὼς ἐμὲ, Ib. 30. Ib. xiv. 9. ἑώρακε τὸν Πατέρα.ʼ Ἀλλ’ ὁ μὲν Κύριος συνήθως φιλανθρωπεύεται, καὶ θέλει πάντας ‘ἀνορθοῦσθαι τοὺς κατεῤῥαγμένους,’ ὡς ‘ἡ αἴνεσιςʼ λέγει τοῦ Δαβίδ· οἱ δὲ ἀσεβεῖς, οὐ θέλοντες ἀκούειν Ps. cxlv. (cxlvi.) 8. Κυριακῆς φωνῆς, οὐδὲ φέροντες ὁρᾷν τὸν Κύριον ὑπὸ πάντων ὁμολογούμενον Θεὸν καὶ Θεοῦ Υἱὸν, περιέρχονται οἱ ἄθλιοι, ὡς οἱ κάνθαροι, μετὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου προφάσεις εἰς ἀσέβειαν ζητοῦντες. Ποίας οὖν ἄρα μετὰ ταῦτα πάλιν, ἢ πόθεν εὑρεῖν δυνήσονται, εἰ μὴ ἄρα παρὰ μὲν Ἰουδαίων καὶ τοῦ Καϊάφα δανείσωνται τὰς δυσφημίας, παῤ Ἑλλήνων δὲ λάβωσι τὴν ἀθεότητα; αἱ γὰρ θεῖαι γραφαὶ τούτοις ἐκλείσθησαν, καὶ Cp. ii. 43. πανταχόθεν ἐξ αὐτῶν ἠλέγχθησαν ἄφρονες καὶ Χριστομάχοι.