<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="64"><p>64. Οὐκοῦν εἰ τὰ ποιήματα ‘βουλήσει καὶ εὐδοκίᾳʼ ὑπέστη,
καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν, ὅ τε Παῦλος ‘διὰ θελήματος <note type="marginal">1 Tim. i. 1.</note>
Θεοῦʼ ἀπόστολος ἐκλήθη, καὶ ἡ κλῆσις ἡμῶν ‘εὐδοκίᾳ <note type="marginal">Eph. i. 5.</note>
καὶ θελήματιʼ γέγονε, ‘πάντα δὲ διὰ τοῦ Λόγου γέγονεν,ʼ ἐκτός <note type="marginal">John i. 3.</note>
ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον αὐτός ἐστιν ἡ
ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ ταῦτα πάντα γέγονεν· ἐν ᾗ καὶ ὁ
ἅγιος Δαβὶδ εὐχαριστῶν ἔλεγεν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ
ψαλμῷ, ‘Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ <note type="marginal">Ps. lxxii. (lxxiii.) 23, 24.</note>
βουλῇ σου ὡδήγησάς με.’ Πῶς οὖν δύναται, βουλὴ καὶ θέλημα
τοῦ Πατρὸς ὑπάρχων, ὁ Λόγος γίνεσθαι καὶ αὐτὸς ‘θελήματι καὶ
βουλήσει,ʼ ὡς ἕκαστος, εἰ μὴ, καθὰ προεῖπον, μανέντες πάλιν
εἴπωσιν αὐτὸν διʼ ἑαυτοῦ γεγονέναι, ἢ διʼ ἑτέρου τινός; Τίς οὖν
ἐστι, διʼ οὗ γέγονε; πλασάσθωσαν ἕτερον Λόγον, καὶ τὰ Οὐαλεντίνου
ζηλώσαντες, ‘Χριστὸν’ ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ <note type="marginal">Cp. Iren. i. 2, 6.</note>
γέγραπται. Ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος
γίνεται· καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν, καὶ ἀνακρινόντων <note type="marginal">Cp. ii. 26.</note>
τὴν ἀκολουθίαν, εὑρίσκεται τῶν ἀθέων ἡ πολυκέφαλος
αἵρεσις εἰς πολυθεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ <note type="marginal">Cp. c. 16.</note>
‘κτίσμα’ καὶ ‘ἐξ οὐκ ὄντωνʼ θέλοντες εἶναι τὸν Υἱὸν, ἑτέρως τὰ
αὐτὰ σημαίνουσι, ‘βούλησιν καὶ θέλησιν’ προβαλλόμενοι, ἃ
μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. <note type="marginal"><del>Qu. om. ταῦτα</del>.</note>
Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν Δημιουργὸν
ἀναφέρειν; ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ
τοῦ Λόγου εἶναι ἐν τῷ Πατρί; εἰ γὰρ προηγεῖται βούλησις ἐν
τῷ Πατρὶ, οὐκ ἀληθεύει λέγων ὁ Υἱὸς, ‘ἐγὼ ἐν τῷ Πατρί·’ ἢ εἰ
καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ
οὐκ ἔπρεπε λέγειν αὐτὸν, ‘ἐγὼ ἐν τῷ Πατρὶ,’ οὔσης βουλήσεως <note type="marginal">John xiv. 10.</note>
πρὸ αὐτοῦ, ἐν ἧ τὰ πάντα γέγονε καὶ αὐτὸς ὑπέστη καθʼ ὑμᾶς·
κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλʼ οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ
βουλήσεως γινομένων. Ὡς δὲ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, εἰ
οὕτως ἐστὶ, πῶς ὁ μὲν Κύριος, τὰ δὲ δοῦλα; πάντων δὲ Κύριος <note type="marginal">i. 55.</note>

<pb n="218"/>
<note type="marginal">c. 4.</note> τυγχάνει οὗτος, ὅτι τῇ τοῦ Πατρὸς κυριότητι ἥνωται· καὶ πάντως
ἡ κτίσις δούλη, ἐπεὶ ἐκτὸς τῆς τοῦ Πατρὸς ἑνότητός ἐστι, καὶ,
οὐκ οὖσά ποτε, γέγονεν.</p></div><div type="textpart" subtype="chapter" n="65"><p>65. Ἔδει δὲ αὐτοὺς, λέγοντας ‘βουλήσει’ τὸν Υἱὸν, εἰπεῖν,
ὅτι καὶ ‘φρονήσειʼ γέγονε· ταὐτὸν γὰρ ἡγοῦμαι φρόνησιν καὶ βούλησιν
εἶναι· ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ·
καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. Αὐτὸς γοῦν ὁ Σωτὴρ ὡς
<note type="marginal">Prov. viii. 14.</note> ἀδελφὰ ταῦτα τῇ ἀναλογίᾳ συνῆψεν ἅμα λέγων, ‘ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ ἰσχὺς καὶ
ἀσφάλεια ταὐτόν ἐστιν (ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν), οὕτω ταὐτόν
ἐστιν εἰπεῖν τὴν φρόνησιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ
Κύριος. Ἀλλʼ οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν λόγον καὶ βουλὴν
ζῶσαν εἶναι τὸν Υἱόν· περὶ δὲ τὸν Θεὸν φρόνησιν καὶ βουλὴν
<note type="marginal">i. 36.</note> καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν ἀνθρωπίνως
γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου
<note type="marginal">Cp. Iren. i. 1. 1.</note> ‘ἔννοιαν καὶ θέλησινʼ προβάλλονται, ἵνα μόνον διαστήσωσι
τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πατρὸς
εἶναι Λόγον, ἀλλὰ κτίσμα. Ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν,
ὡς Σίμων ὁ μάγος ἤκουσεν, Ἡ ἀσέβεια Οὐαλεντίνου ‘σὺν ὑμῖν
<note type="marginal">Acts viii. 20.</note> εἴη εἰς ἀπώλειαν·’ ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι
<note type="marginal">Prov. iii. 19.</note> αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν Λόγον· φησὶ γάρ· ‘Ὁ Θεὸς
τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει·’
<note type="marginal">Ps. xxxii. (xxxiii.) 6.</note> ὡς δὲ ὧδε ‘ἐν φρονήσει, οὕτως ἐν Ψαλμοῖς, ‘τῷ Λόγῳ Κυρίου
οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὡς δὲ τῷ Λόγῳ οἱ οὐρανοὶ, οὕτω
<note type="marginal">Ib. cxxxiv. (cxxxv.) 6. 1 Thes. v. 18.</note> ‘πάντα, ὅσα ἠθέλησεν, ἐποίησε·’ καὶ ὡς ὁ ἀπόστολος γράφει
Θεσσαλονικεῦσι, ‘τὸ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν·’
ὁ ἄρα τοῦ Θεοῦ Υἱὸς αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, αὐτὸς
ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή· καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ
Πατρός ἐστιν· αὐτὸς ἀλήθεια, καὶ φῶς, καὶ δύναμις τοῦ Πατρός
ἐστιν. Εἰ δὲ ἡ βούλησις τοῦ Θεοῦ ἡ Σοφία ἐστὶ καὶ ἡ
φρόνησις, ὁ δὲ Υἱός ἐστιν ἡ Σοφία, ὁ ἄρα λέγων ‘βουλήσει’
τὸν Υἱὸν ἴσον λέγει τῷ τὴν Σοφίαν ‘ἐν Σοφίᾳʼ γεγονέναι, καὶ τὸν
Υἱὸν ‘ἐν Υἱῷʼ πεποιῆσθαι, καὶ ‘διὰ τοῦ Λόγουʼ τὸν Λόγον ἐκτίσθαι.
Τοῦτο δὲ καὶ τῷ Θεῷ μάχεται, καὶ ταῖς παῤ αὐτοῦ γραφαῖς
ἐναντιοῦται· καὶ γὰρ καὶ ὁ ἀπόστολος οὐ βουλήσεως, ἀλλὰ
αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ‘ἀπαύγασμα καὶ χαρακτῆραʼ

<pb n="219"/>
τὸν Υἱὸν κηρύττει, λέγων, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ <note type="marginal">Heb. i. 3.</note>
χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.’ Εἰ δὲ, ὡς προειρήκαμεν, ἐκ
βουλήσεως οὐκ ἔστιν ἡ πατρικὴ οὐσία καὶ ὑπόστασις, εὔδηλον <note type="marginal">Cp. ad Afros, 4.</note>
ὡς οὔτε τὸ ἴδιον τῆς πατρικῆς ὑποστάσεως ἐκ βουλήσεως ἂν εἴη·
ὁποία γὰρ ᾖ καὶ ὡς ἐὰν ᾖ ἡ μακαρία ἐκείνη ὑπόστασις, τοιοῦτον
καὶ οὕτως εἶναι καὶ τὸ ἴδιον ἐξ αὐτῆς γέννημα δεῖ. Καὶ αὐτὸς
γοῦν ὁ Πατὴρ οὐκ εἶπεν, ‘Οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς
Υἱὸς,ʼ οὐδὲ, ‘ὃν κατʼ εὐδοκίαν ἔσχον Υἱόν·’ ἀλλʼ ἁπλῶς, ‘ὁ <note type="marginal">Matt. iii. 17.</note>
Υἱός μου,ʼ καὶ μᾶλλον, ‘ἐν ᾧ ηὐδόκησα·’ δεικνὺς ἐκ τούτων ὅτι
‘φύσει μὲν οὗτός ἐστιν Υἱὸς, ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ
βούλησις ἀπόκειται.’</p></div></div></body></text></TEI>