62. Εἰ μὲν οὖν ἐστιν ἕτερος τοῦ Θεοῦ Λόγος, ἔστω καὶ οὗτος Λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος (οὐκ ἔστι γὰρ), ἀλλὰ ‘πάντα διʼ αὐτοῦ γέγονεν,’ ἅπερ ὁ Πατὴρ βεβούληται, πῶς οὐ δείκνυται τούτων πολυκέφαλος πανουργία; ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν ‘ποίημα καὶ ‘κτίσμα,ʼ καὶ ‘οὐκ ἦν πρὶν Cp. i. 11. γεννηθῇ’ ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐτὸν εἶναι, ‘βούλησιν προβαλλόμενοι, καὶ λέγοντες, ‘Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλήσει ἑωράκασι· τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βουλεύεσθαι τὸ Cp. ii. 2. κατὰ φύσιν. Οἰκίαν μὲν οὖν τις βουλευόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύσιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος· ὁ δὲ υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ πατρὸς γέννημα, καὶ οὐκ ἔστιν Cp. i. 9. 16. ἔξωθεν αὐτοῦ· διὸ οὐδὲ βουλεύεται περὶ αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ κτίσματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν· καὶ ἔδει αὐτοὺς, ἀκούοντας, οὐ βουλήσει λογίζεσθαι τὸ κατὰ φύσιν. Οἱ δὲ, ἐπιλαθόμενοι ὅτι περὶ Υἱοῦ Θεοῦ ἀκούουσι, τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ Θεοῦ, ‘ἀνάγκηνʼ καὶ ‘παρὰ γνώμην,ʼ ἵνα τὸ εἶναι Υἱὸν ἀληθινὸν ἀρνήσωνται τοῦ Θεοῦ· ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοὶ, τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν Θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ, ἢ οὐ βουλήσει; εἰ μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ ὅτι ἤρξατο μὲν εἶναι ἀγαθὸς, καὶ τὸ μὴ εἶναι δὲ αὐτὸν ἀγαθὸν ἐνδεχόμενόν ἐστι· τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖσθαι εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχει, καὶ λογικῆς φύσεώς ἐστι τοῦτο πάθος. Εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον οὐκ ἐκ βουλήσεως ἀγαθὸς καὶ οἰκτίρμων ἐστὶν, ἀκουσάτωσαν ἅπερ εἰρήκασιν αὐτοί· ‘οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἐστὶν ἀγαθός.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ; Εἰ δὲ ἄτοπόν ἐστι λέγειν ἐπὶ Θεοῦ ἀνάγκην, καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν, εἴη ἂν πολλῷ μᾶλλον καὶ ἀληθέστερον τοῦ Υἱοῦ φύσει καὶ οὐκ ἐκ. βουλήσεως Πατήρ. 63. Εἰπάτωσαν δὲ πάλιν ἡμῖν καὶ τοῦτο (πρὸς γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώτησιν αὐτοῖς ἐπαγαγεῖν ἔτι βούλομαι, τολμηροτέραν Cp. i. 25. μὲν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν· ἱλάσθητι, Δέσποτα)· ὁ Πατὴρ αὐτὸς, βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει, ἢ καὶ πρὸ τοῦ βουλεύσασθαι; χρὴ γὰρ καὶ περὶ τοῦ Λόγου τοιαῦτα τολμῶντας αὐτοὺς, τοιαῦτα καὶ ἀκούειν, ἵνα γνῶσιν ὅτι ἡ τοιαύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει. Ἐὰν μὲν οὖν εἴπωσιν (ἅπαξ βουλευσάμενοι περὶ βουλήσεως) ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως, τί οὖν ἦν πρὸ τοῦ βουλεύσασθαι; ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις, καὶ οὐ θέμις ὅλως τοιαῦτα λέγειν (ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς περὶ Θεοῦ εἰδέναι καὶ νοεῖν ὅτι αὐτός Exod. iii. 14. ἐστιν ‘ὁ ὢν’), πῶς οὐκ ἄλογον ἂν εἴη περὶ τοῦ Λόγου τοῦ Θεοῦ τοιαῦτα ἐνθυμεῖσθαι, καὶ ‘βούλησιν καὶ θέλησινʼ προβάλλεσθαι; ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς καὶ περὶ τοῦ Λόγου εἰδέναι καὶ νοεῖν ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων Θεὸς οὐ βουλήσει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει Λόγον. Πῶς δὲ οὐχ ὑπερβάλλει πᾶσαν μανίαν τὸ καὶ μόνον ἐνθυμεῖσθαι, ὅτι αὐτὸς ὁ Θεὸς βουλεύεται καὶ σκέπτεται, καὶ προαιρεῖται, καὶ θέλειν ἑαυτὸν Cp. i. 19; ii. 32. προτρέπεται, ἵνα μὴ ἄλογος καὶ ἄσοφος ᾖ, ἀλλὰ Λόγον καὶ Σοφίαν ἔχῃ; περὶ ἑαυτοῦ γὰρ δοκεῖ σκέπτεσθαι ὁ περὶ τοῦ ἰδίου τῆς οὐσίας ἑαυτοῦ βουλευόμενος. Πολλῆς τοίνυν δυσφημίας οὔσης ἐν τῇ τοιαύτῃ φρονήσει, εὐσεβῶς ἂν λεχθείη, ὅτι τὰ μὲν γενητὰ εὐδοκίᾳ καὶ βουλήσει γέγονεν, ὁ δὲ Υἱὸς οὐ θελήματός ἐστι δημιούργημα ἐπιγεγονὼς, καθάπερ ἡ κτίσις, ἀλλὰ φύσει τῆς οὐσίας ἴδιον γέννημα. Καὶ γὰρ, ἴδιος ὢν Λόγος τοῦ Πατρὸς, οὐκ ἐᾷ πρὸ ἑαυτοῦ λογίσασθαί τινα ‘βούλησιν,’ αὐτὸς ii. 78. ὢν βουλὴ ζῶσα τοῦ Πατρὸς, καὶ δύναμις, καὶ δημιουργὸς τῶν δοκούντων τῷ Πατρί. Καὶ ταῦτα αὐτὸς ἐν ταῖς Παροιμίαις Prov. viii. 14. περὶ ἑαυτοῦ φησιν· ‘ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρονήσις, Ib. iii. 19. ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ, αὐτὸς ὢν ἡ φρόνησις, ἐν ᾗ ‘τοὺς οὐρανοὺς 1 Cor. i. 24. ἡτοίμασε,ʼ καὶ αὐτὸς ὢν ἰσχὺς καὶ δύναμις· (‘Κριστὸςʼ γὰρ ‘Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’) νῦν παρακλίνων εἶπεν, ‘ἐμὴ φρόνησις, καὶ ἐμὴ ἰσχύς· οὕτω λέγων, ‘ἐμὴ βουλὴ,ʼ αὐτὸς ἂν εἴη τοῦ Πατρὸς ἡ ζῶσα βουλὴ, καθὼς καὶ παρὰ τοῦ προφήτου μεμαθήκαμεν, ὅτι αὐτὸς ‘τῆς μεγάλης βουλῆς ἄγγελος γίνεται, Isa. ix. 6. καὶ θέλημα τοῦ Πατρὸς αὐτὸς ἐκλήθη. Χρὴ γὰρ οὕτω διελέγχειν αὐτοὺς, ἀνθρώπινα περὶ τοῦ Θεοῦ διανοουμένους. Cp. i. 21; ii. 36.