<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="60"><p>60. Πανταχοῦ τὸ ‘εἶναιʼ τοῦ Λόγου πάντες, καὶ οὐδαμοῦ ἐκ
‘βουλήσεωςʼ αὐτὸν οὐδὲ ὅλως ‘πεποιῆσθαιʼ λέγουσιν· αὐτοὶ δὲ
ποῦ ἄρα ‘βούλησιν ἢ θέλησιν προηγουμένηνʼ εὗρον τοῦ Λόγου

<pb n="213"/>
τοῦ Θεοῦ, εἰ μὴ ἄρα, τὰς γραφὰς ἀφέντες, ὑποκρίνονται καὶ τὴν
Οὐαλεντίνου κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη <note type="marginal">S. Iren. adv. Hær. i. 12.</note>
δύο ζυγοὺς ἔχειν τὸν ἀγένητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον
ἐνενόησεν, εἶτα ἠθέλησε· καὶ ἅπερ ἐνενόει, οὐκ ἠδύνατο προβάλλειν,
εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐπεγένετο.
Ἔνθεν οἱ Ἀρειανοὶ μαθόντες, θέλημα καὶ βούλησιν προηγεῖσθαι
θέλουσι τοῦ Λόγου. Ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν·
ἡμεῖς δὲ, ἐντυχόντες τοῖς θείοις λόγοις, ἐπὶ μὲν τοῦ Υἱοῦ
τὸ ‘ἦνʼ εὕρομεν· καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα ἐν τῷ Πατρὶ, <note type="marginal">John i. 1.</note>
καὶ εἰκόνα τοῦ Πατρός· ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ
φύσει οὐκ ἦν ποτε ταῦτα, ἀλλʼ ἐπιγέγονε, προηγουμένην βούλησιν
καὶ θέλησινʼ ἀνέγνωμεν, τοῦ Δαβὶδ ψάλλοντος ἐν μὲν τῷ
ἑκατοστῷ δεκάτῳ τρίτῳ ψαλμῷ οὕτως, ‘Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ <note type="marginal">Ps. cxiii. (cxv.) 10.</note>
οὐρανῷ, καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν·ʼ ἐν δὲ τῷ
ἑκατοστῷ δεκάτῳ, ‘Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς <note type="marginal">Ib. cx. (cxi.) 2.</note>
πάντα τὰ θελήματα αὐτοῦ·ʼ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τριακοστῷ
τετάρτῳ, ‘Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν <note type="marginal">Ib. cxxxin. (cxxxv.) 6.</note>
τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις
ταῖς ἀβύσσοις Εἰ μὲν οὖν ἔργον καὶ ποίημα, καὶ εἷς τῶν πάντων <note type="marginal">c. 15;  i. 19.</note>
ἐστὶ, λεγέσθω καὶ αὐτὸς ‘βουλήσειʼ γενόμενος· οὕτω γὰρ
ἔδειξεν ἡ γραφὴ τὰ ποιήματα γίγνεσθαι. Καὶ Ἀστέριος δὲ ὁ Asterius quoted. <note type="marginal">Cp. c. 2; ii. 37, 40.</note>
συνήγορος τῆς αἱρέσεως, τούτῳ συντιθέμενος, οὕτως γράφει·
‘Εἴτε γὰρ ἀνάξιον τοῦ Δημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάντων
ὁμοίως ἀνῃρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ
ἀξίωμα· εἴτε προσῆκον τῷ Θεῷ τὸ βούλεσθαι, καὶ ἐπὶ τοῦ πρώτου
γεννήματος ὑπαρχέτω τὸ κρεῖττον. Οὐ γὰρ δὴ δυνατὸν ἑνί
τε καὶ τῷ αὐτῷ Θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν,
καὶ τὸ μὴ βούλεσθαι προσήκειν.’ Πλείστην ὅσην ἀσέβειαν ἐν
τοῖς ῥήμασιν ἑαυτοῦ συνθεὶς ὁ σοφιστὴς, ὅτι τε τὸ γέννημα καὶ <note type="marginal">Cp. ii. 5.</note>
τὸ ποίημα ταὐτόν ἐστι, καὶ εἰς ἐκ πάντων τῶν ὄντων γεννημάτων
ἐστὶν ὁ Υἱὸς, εἰς τοῦτο συνέκλεισεν, ὅτι τὰ ποιήματα
βουλήματι καὶ θελήματι προσήκει λέγειν.</p></div><div type="textpart" subtype="chapter" n="61"><p>61. Οὐκοῦν εἰ ἄλλος ἐστὶ τῶν πάντων, ὥσπερ καὶ ἐν τοῖς <note type="marginal">Cp: ii. 21, 24.</note>
πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα διʼ αὐτοῦ γέγονε, μὴ
λεγέσθω ‘βουλήσει·’ ἵνα μὴ καὶ αὐτὸς οὕτως γίνηται, ὥσπερ
καὶ τὰ διʼ αὐτοῦ γενόμενα συνέστη. Καὶ γὰρ ὁ μὲν Παῦλος,

<pb n="214"/>
<note type="marginal">1 Cor. i. 1.</note> οὐκ ὢν πρότερον, ὕστερον ὅμως ‘διὰ θελήματος Θεοῦ ἀπόστολος’
γέγονεν· ἡ δὲ κλῆσις ἡμῶν, ὥς ποτε καὶ αὐτὴ μὴ οὖσα,
νῦν δὲ ἐπιγενομένη, προηγουμένην ἔχει τὴν βούλησιν, καὶ ὡς
<note type="marginal">Eph. i. 5.</note> αὐτὸς πάλιν ὁ Παῦλός φησι, ‘κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος
<note type="marginal">Gen. i. 3, 11, 26.</note> αὐτοῦʼ γέγονε. Τό τε διὰ Μωσέως λεγόμενον, ‘Γενηθήτω
φῶςʼ καὶ, ‘Ἐξαγαγέτω ἡ γῆ καὶ, ‘Ποιήσωμεν ἄνθρωπον,’
<note type="marginal">Cp. ii. 31.</note> ἡγοῦμαι, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τῆς βουλήσεως
τοῦ ποιοῦντος εἶναι τοῦτο σημαντικόν. Τὰ μὲν γὰρ μὴ ὄντα
ποτὲ, ἀλλʼ ἔξωθεν ἐπιγινόμενα, ὁ Δημιουργὸς βουλεύεται ποιῆσαι·
τὸν δὲ ἴδιον Λόγον ἐξ αὐτοῦ φύσει γεννώμενον οὐ προβουλεύεται·
ἐν τούτῳ γὰρ ὁ Πατὴρ τὰ ἄλλα, ὅσα βουλεύεται, ποιεῖ,
<note type="marginal">James i. 18.</note> καὶ δημιουργεῖ ἐν τούτῳ· καθὼς καὶ Ἰάκωβος ὁ ἀπόστολος διδάσκων
ἔλεγε, ‘βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας.’
<note type="marginal">Cp. i Pet. i. 3.</note> Οὐκοῦν ἡ περὶ πάντων τῶν τε ‘ἀναγεννωμένωνʼ καὶ τῶν ἅπαξ
γινομένων τοῦ Θεοῦ βούλησις ἐν τῷ Λόγῳ ἐστὶν, ἐν καὶ τὰ
δόξαντα ποιεῖ καὶ ἀναγεννᾷ· καὶ τοῦτο γὰρ πάλιν ὁ ἀπόστολος
<note type="marginal">1 Thess. v. 18.</note> σημαίνει, γράφων εἰς Θεσσαλονίκην, τοῦτο γὰρ θέλημα Θεοῦ
ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Εἰ δὲ, ἐν ᾧ ποιεῖ, ἐν αὐτῷ καὶ ἡ
βούλησίς ἐστι, καὶ ἐν Χριστῷ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, πῶς
δύναται καὶ αὐτὸς ἐν βουλήσει καὶ θελήματι γίνεσθαι; εἰ γὰρ
καὶ αὐτὸς ἐν βουλήσει, καθʼ ὑμᾶς, γέγονεν, ἀνάγκη καὶ τὴν
περὶ αὐτοῦ βούλησιν ἐν ἑτέρῳ τινὶ Λόγῳ συνίστασθαι, διʼ οὗ
καὶ αὐτὸς γίνεται· δέδεικται γὰρ ἡ τοῦ Θεοῦ βούλησις οὐκ ἐν
<note type="marginal">John i. 3.</note> τοῖς γινομένοις οὖσα, ἀλλʼ ἐν τῷ ‘δι’ οὗʼ καὶ ‘ἐν ᾧ’ γίνεται τὰ
<note type="marginal">Col. i. 16.</note> ποιήματα πάντα. Ἔπειτα ἐπειδὴ ταὐτόν ἐστιν εἰπεῖν ‘βουλήσει’
καὶ ‘ἦν ποτε ὅτε οὐκ ἦν,’ ἀρκείσθωσαν τῷ λέγειν
ἦν ποτε ὅτε οὐκ ἦν·’ ἵνα, αἰσχυνόμενοι διὰ τὸ ἐκ τούτου
<note type="marginal">Cp. i. 11.</note> χρόνους σημαίνεσθαι, γνῶσιν ὅτι καὶ ‘βουλήσειʼ λέγοντες
χρόνους πρὸ Υἱοῦ σημαίνουσι· τῶν γάρ ποτε μὴ ὄντων προηγεῖται
τὸ βουλεύεσθαι, ὡς ἐπὶ πάντων τῶν κτισμάτων. Εἰ δὲ
<note type="marginal">c. 28.</note> ὁ Λόγος τῶν μὲν κτισμάτων ἐστὶ δημιουργὸς, αὐτὸς δὲ συνυπάρχει
<note type="marginal">i. 27.</note> τῷ Πατρὶ, πῶς δύναται τοῦ ἀϊδίως ὄντος, ὡς μὴ ὄντος,
προηγεῖσθαι τὸ βουλεύεσθαι; εἰ γὰρ προηγεῖται βουλὴ, πῶς ‘δι’
αὐτοῦ τὰ πάντα’; μᾶλλον γὰρ εἷς τῶν πάντων ἐστὶ βουλήσει
καὶ αὐτὸς ‘ἀποκυηθεὶςʼ Υἱὸς, ὥσπερ καὶ ἡμεῖς ‘Λόγῳ ἀληθείαςʼ
γεγόναμεν υἱοί· καὶ λοιπὸν ἡμᾶς ἀνάγκη ζητεῖν, ὥσπερ εἴρηται,

<pb n="215"/>
ἄλλον Λόγον, διʼ οὗ καὶ οὗτος γέγονε, καὶ ἀπεκυήθη μετὰ πάντων, <note type="marginal">ii. 37.</note>
ὧν ἠθέλησεν ὁ Θεός.</p></div></div></body></text></TEI>