<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><p>6. Οὐκ ἐκ μέρους δὲ ἡ τῆς θεότητος μορφὴ, ἀλλὰ τὸ πλήρωμα
τῆς τοῦ Πατρὸς θεότητός ἐστι τὸ εἶναι τοῦ Υἱοῦ, καὶ ὅλος Θεός
ἐστιν ὁ Υἱός. Διὰ τοῦτο καὶ ἴσα Θεῷ ὢν, ‘οὐχ ἁρπαγμὸν <note type="marginal">Phil. ii. 6.</note>
ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·’ καὶ πάλιν ἐπειδὴ τοῦ Υἱοῦ ἡ θεότης
καὶ τὸ εἶδος οὐδενὸς ἄλλου, ἢ τοῦ Πατρός ἐστι, τοῦτό ἐστιν
ὅπερ εἷπε, τὸ ‘ἐγὼ ἐν τῷ Πατρί.’ Οὕτω ‘Θεὸς ἦν ἐν Χριστῷ <note type="marginal">John xiv. 10. 2 Cor. v. 19.</note>
κόσμον ἑαυτῷ καταλλάσσων·’ τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς
οὐσίας ἐστὶν ὁ Υἱὸς, ἐν ᾧ ἡ κτίσις πρὸς τὸν Θεὸν κατηλλάσσετο·
Οὕτως εἰργάζετο ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα· τὸ γὰρ εἶδος
τῆς τοῦ Πατρὸς θεότητός ἐστιν ὁ Υἱὸς, ἥτις εἰργάζετο τὰ ἔργα·
οὕτω δὲ ὁ βλέπων τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα· ἐν γὰρ τῇ πατρῴᾳ
θεότητί ἐστι καὶ θεωρεῖται ὁ Υἱός· καὶ τὸ ἐν αὐτῷ πατρικὸν
εἶδος δείκνυσιν ἐν αὐτῷ τὸν Πατέρα· καὶ οὕτως ἐστὶν ὁ Πατὴρ
‘ἐν τῷ Υἱῷ’. Καὶ ἡ ἐκ τοῦ Πατρὸς δὲ ἐν Υἱῷ ἰδιότης καὶ θεότης
δείκνυσι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸ ἀεὶ ἀδιαίρετον αὐτοῦ· <note type="marginal">iv. 9.</note>
καὶ ὁ ἀκούων δὲ καὶ βλέπων τὰ λεγόμενα περὶ τοῦ Πατρὸς,
ταῦτα λεγόμενα περὶ τοῦ Υἱοῦ, οὐ κατὰ χάριν ἢ μετοχὴν ἐπιγενόμενα
τῇ οὐσίᾳ αὐτοῦ, ἀλλʼ ὅτι αὐτὸ τὸ εἶναι τοῦ Υἱοῦ
ἴδιον τῆς πατρικῆς οὐσίας ἐστὶ γέννημα, νοήσει καλῶς τὸ εἰρημένον,
καθὰ προεῖπον, ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν <note type="marginal">John xiv. 10.</note>
ἐμοί·’ καὶ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ Ἔστι γὰρ ὁ Υἱὸς, <note type="marginal">Ib. x 30.</note>
οἷος ὁ Πατὴρ, τῷ πάντα τὰ τοῦ Πατρὸς ἔχειν· διὸ καὶ μετὰ τοῦ <note type="marginal">Cp. i. 19.</note>
Πατρὸς σημαίνεται. ‘Πατέρα’ γὰρ οὐκ ἄν τις εἴποι, μὴ ὑπάρχοντος
υἱοῦ. Ὁ μέντοι ‘ποιητὴν’ λέγων τὸν Θεὸν, οὐ πάντως
καὶ τὰ γενόμενα δηλοῖ· ἔστι γὰρ καὶ πρὸ τῶν ποιημάτων ποιητής·
ὁ δὲ ‘Πατέρα’ λέγων, εὐθὺς μετὰ τοῦ Πατρὸς σημαίνει καὶ
τὴν τοῦ Υἱοῦ ὕπαρξιν. Διὰ τοῦτο καὶ ὁ πιστεύων εἰς τὸν Υἱὸν
εἰς τὸν Πατέρα πιστεύει· εἰς γὰρ τὸ ἴδιον τῆς τοῦ Πατρὸς
οὐσίας πιστεύει· καὶ οὕτω μία ἐστὶν ἡ πίστις εἰς ἕνα Θεόν· καὶ

<pb n="160"/>
<note type="marginal">Cp. i. 18.</note> ὁ προσκυνῶν δὲ καὶ τιμῶν τὸν Υἱὸν ἐν Υἱῷ προσκυνεῖ καὶ τιμᾷ
τὸν Πατέρα. Μία γάρ ἐστιν ἡ θεότης· καὶ διὰ τοῦτο μία τιμὴ
καὶ μία ἐστὶ προσκύνησις ἡ ἐν Υἱῷ καὶ διʼ αὐτοῦ γινομένη τῷ
<note type="marginal">Mark xii. 32.</note> Πατρί· καὶ ὁ οὕτω προσκυνῶν ἕνα Θεὸν προσκυνεῖ· ‘εἷς γὰρ
<note type="marginal">John xvii. 3.</note> Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.’ Ὅτε γοῦν ‘μόνος
<note type="marginal">Exod. iii. 14.</note> λέγεται ὁ Πατὴρ ‘Θεὸς,’ καὶ ὅτι εἷς Θεός ἐστι, καὶ τὸ ‘Ἐγώ
<note type="marginal">Deut. xxxii. 39. Isa. xliv. 6.</note> εἰμι,’ καὶ, ‘πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς,’ καὶ τὸ ‘Ἐγὼ πρῶτος,
καὶ ἐγὼ μετὰ ταῦτα,’ καλῶς λέγεται· εἶς γὰρ Θεὸς καὶ μόνος καὶ
<note type="marginal">(11.)</note> πρῶτός ἐστιν. Οὐκ εἰς ἀναίρεσιν δὲ τοῦ Υἱοῦ λέγεται· μὴ
γένοιτο· ἔστι γὰρ καὶ αὐτὸς ἐν τῷ ἑνὶ, καὶ πρώτῳ, καὶ μόνῳ,
ὡς τοῦ ἑνὸς καὶ μόνου καὶ πρώτου καὶ μόνος Λόγος, καὶ Σοφία,
καὶ ἀπαύγασμα ὤν. Ἔστι δὲ καὶ πρῶτος καὶ αὐτὸς, πλήρωμα
τῆς τοῦ πρώτου καὶ μόνου θεότητος, ὅλος καὶ πλήρης ὢν Θεός.
Οὐκοῦν οὐ διʼ αὐτὸν εἴρηται, ἀλλʼ εἰς ἀναίρεσιν τοῦ μὴ εἶναι
ἕτερον οἷός ἐστιν ὁ Πατὴρ, καὶ ὁ τούτου Λόγος· καὶ ἔστι μὲν
αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος.</p></div><div type="textpart" subtype="chapter" n="7"><p>7. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν
<note type="marginal">Arian obj.</note> Κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγοντες, ‘Ἰδοὺ “εἷς,” καὶ “μόνος,”
καὶ “πρῶτος” λέγεται ὁ Θεός· πῶς ὑμεῖς λέγετε τὸν Υἱὸν εἶναι
<note type="marginal">Cp. Deut. xxxii. 39. Ib. vi. 4.</note> Θεόν; εἰ γὰρ ἦν Θεὸς, οὐκ ἂν ἔλεγεν, “Ἐγὼ μόνος,” οὐδὲ ὅτι
“εἷς ἐστιν ὁ Θεὸς·”’ ἀναγκαῖον τὸν νοῦν καὶ τούτων τῶν ῥητῶν,
ὡς δυνατόν ἐστιν, εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων ὅτι
ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι. Εἰ μὲν οὖν ἅμιλλα τῷ Υἱῷ
ἐστι πρὸς τὸν Πατέρα, τοιαύτας ἀκουέτω φωνάς· καὶ εἰ ὥσπερ
Δαβὶδ ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ
ὁ Πατὴρ βλέπει τὸν Υἱὸν, πρὸς ἑαυτὸν λεγέτω καὶ προφερέτω
τοιαῦτα ῥήματα, μήποτε ὁ Υἱὸς, λέγων ἑαυτὸν Θεὸν, ἀποστήσῃ
τινὰς ἀπὸ τοῦ Πατρός· εἰ δὲ ὁ γινώσκων τὸν Υἱὸν γινώσκει
μᾶλλον τὸν Πατέρα, ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ Υἱοῦ, καὶ
ἐν τῷ Λόγῳ ὄψεται μᾶλλον τὸν Πατέρα, καθάπερ εἴρηται·
ἐλθὼν δὲ ὁ Υἱὸς, οὐχ ἑαυτὸν, ἀλλὰ τὸν Πατέρα ἐδόξασε, λέγων
<note type="marginal">Luke xviii. 19.</note> μὲν τῷ προσερχομένῳ, ‘Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς,
εἰ μὴ εἷς ὁ Θεός·’ ἀποκρινόμενος δὲ τῷ ἐρωτῶντι, ποία ἐντολὴ
<note type="marginal">Mark xii. 29, 30.</note> ἐν τῷ νόμῳ μείζων, ὅτι, ‘Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου
<note type="marginal">John vi. 38.</note> Κύριος εἷς ἐστι·’ καὶ τοῖς μὲν ὄχλοις λέγων, ‘ἐγὼ ἐκ τοῦ
οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ

<pb n="161"/>
τὸ θέλημα τοῦ πέμψαντός με Πατρός·’ τοὺς δὲ μαθητὰς διδάσκων,
ὅτι ‘ὁ Πατήρ μου μείζων μού ἐστι·’ καὶ, ‘ὁ ἐμὲ τιμῶν <note type="marginal">John xiv. 28. Cap. ib. v. 23.</note>
τιμᾷ τὸν πέμψαντά με.’ καὶ εἰ τοιοῦτός ἐστιν ὁ Υἱὸς πρὸς τὸν
ἑαυτοῦ Πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύτην τις ὑπόνοιαν
λάβῃ περὶ τῶν τοιούτων ῥητῶν; ἄλλως τε εἰ Λόγος ἐστὶ τοῦ
Πατρὸς ὁ Υἱὸς, τίς οὕτως ἐστὶν ἄφρων, πλὴν τῶν Χριστομάχων,
ὡς νομίζειν ὅτι τὸν ἑαυτοῦ Λόγον διαβάλλων καὶ ἀναιρῶν τὰ
τοιαῦτα λελάληκεν ὁ Θεός; Οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν·
μὴ γένοιτο· οὐ γὰρ διὰ τὸν Υἱὸν ταῦτα γέγραπται,
ἀλλʼ εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων
θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν
εὔλογον.</p></div></div></body></text></TEI>