<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="58"><p>58. Μάτην τοίνυν σκανδαλίζεσθαι προσποιοῦνται, καὶ μικρὰ
νοοῦσιν οἱ Ἀρειομανῖται περὶ τοῦ Λόγου, εἰ γέγραπται, ‘ἐταράχθη,’ <note type="marginal">i. 4.</note>
καὶ ‘ἔκλαυσεν.ʼ Ἐοίκασι γὰρ μηδὲ ἀνθρωπίνην αἴσθησιν
ἔχειν, ἀγνοοῦντες τὴν τῶν ἀνθρώπων φύσιν καὶ τὰ τούτων ἴδια· <note type="marginal">Cp. c. 43; iv. 36.</note>
διʼ ἃ μᾶλλον ἔδει θαυμάζειν, ὅτι ἐν τοιαύτῃ πασχούσῃ σαρκὶ ἦν
ὁ Λόγος, καὶ οὔτε ἐκώλυε τοὺς ἐπιβουλεύοντας, οὔτε ἐξεδίκει
κατὰ τῶν ἀναιρούντων, καίπερ δυνάμενος, ὁ ἄλλους κωλύσας
ἀποθανεῖν, καὶ ἀποθανόντας ἐγείρας ἐκ τῶν νεκρῶν· ἀλλʼ ἠνείχετο
πάσχειν τὸ ἴδιον σῶμα. Διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ὡς <note type="marginal">c. 31, 34.</note>
προεῖπον, ἵνα σαρκὶ πάθῃ, καὶ λοιπὸν καὶ ἀπαθὴς καὶ ἀθάνατος
ἡ σὰρξ κατασκευασθῇ· καὶ ἵνα, καθὼς πολλάκις εἴπομεν, ὡς εἰς
αὐτὸν τῆς ὕβρεως καὶ τῶν γινομένων φθανόντων, μηκέτι τῶν
ἀνθρώπων ἅπτηται ταῦτα, ἀλλʼ ἐξαφανισθῇ παντελῶς παῤ
αὐτοῦ· καὶ λοιπὸν διʼ αἰῶνος ἄφθαρτοι, ὡς ναὸς τοῦ Λόγου,
διαμείνωσι. Ταῦτα εἰ οὕτως καὶ οἱ Χριστομάχοι διενοοῦντο,
τόν τε σκοπὸν τὸν ἐκκλησιαστικὸν ὡς ἄγκυραν τῆς πίστεως <note type="marginal">c. 28.</note>
ἐπεγίνωσκον, οὔτʼ ἂν ‘ἐναυάγησαν περὶ τὴν πίστιν, οὔτε τοσοῦτον <note type="marginal">1 Tim. i. 19.</note>
ἠναισχύντουν, ὡς ἀνθίστασθαι καὶ τοῖς βουλομένοις πεπτωκότας
αὐτοὺς ἐγεῖραι, καὶ μᾶλλον ἐχθροὺς ἡγεῖσθαι τοὺς νουθετοῦντας
αὐτοὺς εἰς εὐσέβειαν. Ἀλλʼ ὡς ἔοικε, πονηρὸν ὁ
αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν
καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ
δεικνύμενοι πάσης συνέσεως ἔρημοι, οὐκ αἰσχύνονται· ἀλλʼ
ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἑλλήνων μύθοις ὕδρα τὸ θηρίον,
ἀναιρουμένων τῶν προτέρων ὄφεων, ὤδινεν ἑτέρους ὄφεις, φιλονεικοῦσα
πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ· τὸν
αὐτὸν τρόπον καὶ οἱ θεομάχοι καὶ οἱ θεοστυγεῖς, ὥσπερ ὕδραι,
τὴν ψυχὴν πίπτοντες ἐφʼ οἷς προβάλλονται, ἄλλας ἐφευρίσκουσιν
Ἰουδαϊκὰς καὶ μωρὰς ἑαυτοῖς ἐκζητήσεις· καὶ ὥσπερ <note type="marginal">c. 27.</note>
ἔχθραν τὴν ἀλήθειαν ἔχοντες, ἐπινοοῦσι καινότερα, ὅπως μᾶλλον
Χριστομάχους ἑαυτοὺς διὰ πάντων ἐπιδείξωσι.</p></div><div type="textpart" subtype="chapter" n="59"><p>59. Μετὰ γὰρ τοὺς τοσούτους κατʼ αὐτῶν ἐλέγχους, ἐφʼ οἷς
καὶ ὁ διάβολος αὐτὸς ὁ τούτων πατὴρ ἐντραπεὶς ἂν ἀπῆλθεν
ὀπίσω, πάλιν ὡς ἀπὸ στρεβλῆς τῆς καρδίας αὐτῶν ἐπινοοῦντες

<pb n="212"/>
γογγύζουσι, καὶ τοῖς μὲν ψιθυρίζουσι, τοῖς δὲ, ὡς κώνωπες,
περιβομβοῦσι λέγοντες, ‘Ἔστω, ταῦτα οὕτως ἑρμηνεύετε, καὶ
<note type="marginal">Cp. c. 17.</note> νικᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν· ἀλλὰ δεῖ λέγειν
βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός.’
Καὶ ἐν τούτῳ γὰρ πολλοὺς ἀπατῶσι, προβαλλόμενοι τὸ βούλημα
<note type="marginal">Cp. S. Ignat. ad Smyrn. 1.</note> καὶ τὸ θέλημα τοῦ Θεοῦ, Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων
ἁπλούστερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομένου,
νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλουστέραν τῶν
ῥημάτων προφοράν· ἐπειδὴ δὲ παῤ αἱρετικῶν ἐστιν ἡ φωνὴ,
<note type="marginal">Prov. xii. 5, 6.</note> ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα, καὶ, ὡς γέγραπται, ‘κυβερνῶσι
δὲ ἀσεβεῖς δόλους,’ καὶ, ‘οἱ λόγοι αὐτῶν εἰσι δόλιοι,ʼ κἂν
<note type="marginal">Cp. de Decr. Nic. 20.</note> μόνον νεύσωσι, διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν, φέρε καὶ
τοῦτο τὸ λεγόμενον ἐξετάσωμεν, μήπως, ἐπὶ πᾶσιν ἐλεγχθέντες,
<note type="marginal">Cp. ii. 5, 43.</note> λοιπὸν, ὡς ὕδραι, καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς
τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν
<note type="marginal">Cp. i. 1.</note> ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει ὁ
λέγων, ‘βουλήσει γέγονεν ὁ Υἱὸςʼ καὶ ὁ λέγων ‘ἦν ποτε ὅτε
<note type="marginal">Cp. i. 5.</note> οὐκ ἦν,’ καὶ, ‘ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς,’ καὶ, ‘κτίσμα
ἐστίν Ἀλλʼ ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ
πάλιν σημαίνειν ἐπεχείρησαν οἱ δόλιοι, ‘βούλησινʼ προβαλλόμενοι,
ὡς τὸ μέλαν αἱ σηπίαι, ἵνʼ ἐν τούτῳ τοὺς μὲν ἀκεραίους
σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέσεως μὴ ἐπιλάθωνται. Πόθεν
γὰρ τὸ βουλήσει καὶ θελήσει,ʼ ἢ ἐκ ποίας γραφῆς τὰ τοιαῦτα
πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι, καὶ τῆς
ἀσεβείας ἐφευρεταί. Ὁ μὲν γὰρ Πατὴρ ἀποκαλύπτων ἀπʼ
<note type="marginal">Matt. iii. 17.</note> οὐρανοῦ τὸν ἑαυτοῦ Λόγον, ἐδείκνυεν ὅτι ‘οὗτός ἐστιν ὁ Υἱός
<note type="marginal">Ps. xliv. (xlv.) 1.</note> μου ὁ ἀγαπητός·ʼ καὶ διὰ μὲν τοῦ Δαβὶδ ἔλεγεν, ‘Ἐξηρεύξατο
ἡ καρδία μου λόγον ἀγαθόν·ʼ τῷ δὲ Ἰωάννῃ εἰπεῖν ἐνετείλατο,
<note type="marginal">John i. 1.</note> ‘Ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ Δαβὶδ δὲ ψάλλων φησὶν, ὅτι
<note type="marginal">Ps. xxxv. (xxxvi.) 9. Heb. i. 3. Phil. ii. 6. Col. i. 15.</note> ‘παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ὅ τε
ἀπόστολος γράφει, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης·’ καὶ πάλιν,
‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων·’ καὶ ‘ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ
τοῦ ἀοράτου.’</p></div></div></body></text></TEI>