<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="52"><p>52. Ἄνθρωποι μὲν γὰρ, κτίσματα τυγχάνοντες, ἐπεκτείνεσθαί
πως καὶ προκόπτειν ἐν ἀρετῇ δύνανται. Ἐνὼχ γοῦν οὕτω ‘μετετέθη,’ <note type="marginal">Heb. xi. 5.</note>
καὶ Μωσῆς αὐξάνων ἐτελειοῦτο, Ἰσαὰκ δὲ προκόπτων <note type="marginal">Gen. xxvi. 13.</note>
‘ἐγίνετο μέγας,’ καὶ ὁ ἀπόστολος ‘ἐπεκτείνεσθαιʼ καθʼ ἡμέραν <note type="marginal">Phil. iii. 13.</note>
τοῖς ἔμπροσθεν ἔλεγεν· εἶχε γὰρ ἕκαστος ποῦ προκόψει, βλέπων
εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ὁ μόνος
ὢν, ποῦ εἶχεν ἐπεκτείνεσθαι; πάντα γὰρ εἰς αὐτὸν βλέποντα
προκόπτει· αὐτοὺς δὲ, μόνος ὢν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφʼ οὗ <note type="marginal">c. 6.</note>
οὐδὲ ἐπεκτείνεται, ἀλλʼ ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρώπων
μὲν οὖν ἐστι τὸ προκόπτειν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ἐπεὶ προκόπτειν
οὐκ εἶχε, τέλειος ὢν ἐν τῷ Πατρὶ, ‘ἐταπείνωσεν ἑαυτὸνʼ <note type="marginal">Phil. ii. 8.</note>
ὑπὲρ ἡμῶν, ἵνα ἐν τῷ ἐκείνου ταπεινῷ μᾶλλον ἡμεῖς αὐξῆσαι
δυνηθῶμεν. Ἡ δὲ αὔξησις ἡμῶν οὐκ ἄλλη τίς ἐστιν ἢ τὸ ἀφίστασθαι
μὲν τῶν αἰσθητῶν, εἰς αὐτὸν δὲ τὸν Λόγον γενέσθαι·
ἐπεὶ καὶ τὸ ἐκείνου ταπεινὸν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ λαβεῖν τὴν <note type="marginal">i. 41.</note>
ἡμετέραν σάρκα. Οὐκ ἄρα ὁ Λόγος ἦν, ᾗ Λόγος ἐστὶν, ὁ προκόπτων,
ὁ τέλειος ἐκ τελείου ὢν τοῦ Πατρὸς, ὁ μηδενὸς δεόμενος, <note type="marginal">Cp. ii. 35.</note>
ἀλλὰ καὶ τοὺς ἄλλους εἰς προκοπὴν ἀνάγων. Ἀλλὰ ἀνθρωπίνως
εἴρηται καὶ ἐνταῦθα τὸ προκόπτειν· ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ
πάλιν ἡ προκοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς οὕτω μετὰ ἀκριβοῦς
τῆς παρατηρήσεως λέγων τῇ ‘προκοπῇʼ συνῆψε τὴν ‘ἡλικίαν·’
Λόγος δὲ καὶ Θεὸς ἡλικίᾳ οὐ μετρεῖται, ἀλλὰ τῶν
σωμάτων εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή·
αὐτοῦ γὰρ προκόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις
τῆς θεότητος τοῖς ὁρῶσιν· ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο,
τοσούτῳ πλεῖον ἡ χάρις ηὔξανεν ὡς ἀνθρώπου παρὰ πᾶσιν
ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζετο· παῖς δὲ γενόμενος,
ἀπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου· <note type="marginal">Luke ii. 46.</note>
κατʼ ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τοῦ Λόγου φανεροῦντος
ἑαυτὸν ἐν αὐτῷ, ὁμολογεῖται λοιπὸν παρὰ μὲν Πέτρου
πρῶτον, εἶτα καὶ παρὰ πάντων, ὅτι ‘ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν <note type="marginal">Matt. xvi. 16; xxvii. 54.</note>
οὗτος·’ εἰ καὶ Ἰουδαῖοι, οἵ τε παλαιοὶ καὶ οἱ νέοι οὗτοι, θέλοντες
‘καμμύουσι τοὺς ὀφθαλμοὺς, ἵνα μὴ βλέπωσιν,ʼ ὅτι τὸ ‘ἐν σοφίᾳ <note type="marginal">Ib. xiii. 15.</note>
προκόπτεινʼ οὐκ ἔστι τὴν Σοφίαν αὐτὴν προκόπτειν, ἀλλὰ τὸ
ἀνθρώπινον μᾶλλον ἐν αὐτῇ προκόπτειν. Καὶ Ἰησοῦς γὰρ <note type="marginal">Luke ii. 52.</note>
προέκοπτε σοφίᾳ καὶ χάριτι· εἰ χρὴ δὲ καὶ πιθανῶς μετὰ τοῦ

<pb n="206"/>
<note type="marginal">Prov. ix. 1.</note> ἀληθοῦς εἰπεῖν, αὐτὸς ἐν ἑαυτῷ προέκοπτε. ‘Ἡ Σοφίαʼ γὰρ
‘ᾠκοδόμησεν ἑαυτῇ οἶκον,ʼ καὶ ἐν ἑαυτῇ τὸν οἶκον προκόπτειν
ἐποίει.</p></div><div type="textpart" subtype="chapter" n="53"><p>53. (Τίς δέ ἐστιν ἡ λεγομένη προκοπὴ ἢ, καθὰ προεῖπον, ἡ
παρὰ τῆς Σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ
χάρις, ἐξαφανιζομένης ἐν αὐτοῖς τῆς ἁμαρτίας καὶ τῆς ἐν αὐτοῖς
φθορᾶς κατὰ τὴν ὁμοιότητα καὶ συγγένειαν τῆς σαρκὸς τοῦ
Λόγου;) Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συνεπεδίδοτο
ἐν αὐτῷ καὶ ἡ τῆς θεότητος φανέρωσις, καὶ ἐδείκνυτο
<note type="marginal">Cp. i. 44.</note> παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἦν ἐν τῷ σώματι.
'Ἐὰν δὲ φιλονεικῶσιν, ὅτι ‘Ἰησοῦςʼ ἐκλήθη ‘ὁ Λόγος γενόμενος
σὰρξ,ʼ καὶ εἰς αὐτὸν ἀναφέρουσι τὸ λεγόμενον ‘προέκοπτεν,ʼ
ἀκουέτωσαν ὅτι οὐδὲ τοῦτο μὲν ἐλαττοῖ τὸ πατρικὸν φῶς (τοῦτο
γάρ ἐστιν ὁ Υἱὸς,) δείκνυσι δὲ πάλιν, ὅτι γέγονεν ἄνθρωπος ὁ
<note type="marginal">c. 41.</note> Λόγος, καὶ ἀληθινὴν ἐφόρεσε σάρκα. Καὶ ὥσπερ εἴπομεν, ὅτι
‘σαρκὶʼ πέπονθε, καὶ ‘σαρκὶʼ ἐπείνα, καὶ ‘σαρκὶʼ ἐκοπίασεν,
οὕτω καὶ εἰκότως ἂν λέγοιτο, ὅτι ‘σαρκὶʼ προέκοπτεν. Οὐδὲ
γὰρ οὐδὲ ἔξωθεν ὄντος τοῦ Λόγου ἐγίνετο ἡ προκοπὴ, οἵα ἐστὶν,
ἣν εἰρήκαμεν· ἐν αὐτῷ γὰρ ἦν ἡ σὰρξ ἡ προκόπτουσα, καὶ αὐτοῦ
λέγεται· καὶ τοῦτο ἵνα πάλιν ἡ τῶν ἀνθρώπων προκοπὴ ἄπτωτος
διὰ τὸν συνόντα Λόγον διαμείνῃ. Οὔτ’ οὖν τοῦ Λόγου ἡ προκοπὴ,
<note type="marginal">c. 32.</note> οὔτε ἡ σὰρξ ἦν ἡ Σοφία, ἀλλὰ τῆς Σοφίας σῶμα γέγονεν
ἡ σάρξ. Διὰ τοῦτο, ὡς προείπομεν, οὐχ ἡ Σοφία, ᾗ Σοφία
ἐστὶν, αὐτὴ καθʼ ἑαυτὴν προέκοπτεν· ἀλλὰ τὸ ἀνθρώπινον ἐν
τῇ Σοφίᾳ προέκοπτεν, ὑπεραναβαῖνον κατʼ ὀλίγον τὴν ἀνθρωπίνην
<note type="marginal">c. 31. 35.</note> φύσιν, καὶ θεοποιούμενον, καὶ ὄργανον αὐτῆς πρὸς τὴν
ἐνέργειαν τῆς θεότητος καὶ τὴν ἔκλαμψιν αὐτῆς γινόμενον καὶ
φαινόμενον πᾶσι. Διὸ οὐδὲ εἷπεν, ‘ὁ Λόγος προέκοπτεν,ʼ ἀλλʼ
‘ὁ Ἰησοῦς,ʼ ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη·
<note type="marginal">c. 43.</note> ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως τὴν προκοπὴν οὕτως ὡς ἐν τοῖς
ἔμπροσθεν εἴπομεν.</p></div></div></body></text></TEI>