50. Ὁ μὲν οὖν Κύριος, τὸ ἡμῶν συμφέρον ὑπὲρ ἡμᾶς γινώσκων, οὕτως ἠσφαλίσατο τοὺς μαθητάς· καὶ αὐτοὶ ταῦτα μαθόντες, διωρθώσαντο μέλλοντας ἐν τούτῳ πλανᾶσθαι τοὺς ἀπὸ 2 Thess. ii. 2. Θεσσαλονίκης. Ἐπειδὴ δὲ οἱ Χριστομάχοι οὐδʼ οὕτω καταδύονται, βούλομαι, καίπερ εἰδὼς σκληροτέραν ἔχοντας αὐτοὺς τοῦ Φναραὼ τὴν καρδίαν, ἐρωτῆσαι πάλιν καὶ περὶ τούτου. Ἐν τῷ παραδείσῳ πυνθάνεται ὁ Θεὸς λέγων, ‘Ἀδὰμ, ποῦ εἶ;ʼ Gen. iii. 9. ἐξετάζει δὲ καὶ τὸν Κάϊν· ‘Ποῦ Ἄβελ ὁ ἀδελφός σου;’ Τί Ib. iv. 9. τοίνυν καὶ περὶ τούτου φατέ; εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομίζετε, καὶ διὰ τοῦτο πυνθάνεσθαι, Μανιχαίοις μὲν ἤδη προσετέθητε· Cp. S. Aug. c. Faust. xxii. 4. αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ, φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι, βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται, τί ἄτοπον ἢ τί ξένον ὁρῶντες, οὕτω πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυνθάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον καὶ ὑμεῖς νεανιεύησθε Ib. iii. 9. ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι, τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ, ὃ καλῶς (16.) μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε, Τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ διεφθαρμένη διάνοια δειχθῇ. 51. Φησὶ τοίνυν ὁ Λουκᾶς· ‘Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ Luke ii. 52. καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.’ Τὸ μὲν οὖν ῥητόν ἐστι τοῦτο· ἐπειδὴ δὲ καὶ ἐν τούτῳ προσκόπτουσιν, Cp. Matt. xxii. 42. ἀναγκαῖον πάλιν αὐτοὺς ὡς τοὺς Φαρισαίους καὶ τοὺς Σαδδουκαίους ἐρωτῆσαι, περὶ οὗ φησιν ὁ Λουκᾶς. Ἔστι δὲ οὕτως· Ἰησοῦς Χριστὸς ἄνθρωπός ἐστιν, ὡς οἱ ἄλλοι πάντες ἄνθρωποι, ἢ Θεός c. 32. ἐστι σάρκα φορῶν; Εἰ μὲν οὖν κοινὸς ἄνθρωπος κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ αὐτός ἐστιν, ἔστω πάλιν ὡς ἄνθρωπος c. 26; i. 38. ‘προκόπτων.’ Τοῦτο μέντοι τοῦ Σαμοσατέως ἐστὶ τὸ φρόνημα, ὃ τῇ μὲν δυνάμει καὶ ὑμεῖς φρονεῖτε, τῷ δὲ ὀνόματι μόνον ἀρνεῖσθε διὰ τοὺς ἀνθρώπους. Εἰ δὲ Θεός ἐστι σάρκα φορῶν, ἐπειδὴ καὶ τοῦτό ἐστιν ἀληθῶς, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ Phil. ii. 6. Θεὸς ὢν ἐπὶ γῆς κατῆλθε, ποίαν εἶχε προκοπὴν ὁ ‘ἴσα Θεῶʼ Cp. i. 43. ὑπάρχων; ἢ ποῦ εἶχεν αὐξάνειν ὁ Υἱὸς, ἀεὶ ὢν ἐν τῷ Πατρί; Εἰ γὰρ ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ προκόπτει, τί ἄρα ἐστὶν ἐπέκεινα τοῦ Πατρὸς, ἵνʼ ἀπὸ τούτου καὶ προκόψῃ; ἔπειτα ὡς ἐπὶ τοῦ λαβεῖν καὶ δοξασθῆναι τὰ αὐτὰ καλὸν εἰπεῖν· εἰ ἄνθρωπος c. 39. γενόμενος προέκοπτε, δῆλόν ἐστιν ὡς, πρὸ τοῦ γενέσθαι ἄνθρωπος, ἀτελὴς ἦν· καὶ μᾶλλον ἡ σὰρξ αἰτία τῆς τελειώσεως αὐτοῦ γέγονεν, ἢ αὐτὸς τῆς σαρκός. Πάλιν τε εἰ Λόγος ὢν προκόπτει, τί μεῖζον ἔχει γενέσθαι Λόγου καὶ Σοφίας, καὶ Υἱοῦ, καὶ Θεοῦ δυνάμεως; ταῦτα γάρ ἐστιν ὁ Λόγος, ὧν εἴ τις ὡς ἀκτῖνα μετασχεῖν πως δύναιτο, ὁ τοιοῦτος παντέλειος ἐν ἀνθρώποις, καὶ ii. 27. ἴσος ἀγγέλοις γίνεται. Καὶ γὰρ καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ κυριότητες, καὶ πᾶσαι αἱ δυνάμεις, καὶ θρόνοι, τοῦ Λόγου Matt. xviii. 10. μετέχοντες, ‘βλέπουσι διαπαντὸς τὸ πρόσωπον τοῦ Πατρὸς αὐτοῦ.’ Πῶς οὖν ὁ ἄλλοις τὴν τελειότητα παρασχὼν αὐτὸς Luke ii. 9–13. μετʼ ἐκείνους προκόπτει; ἄγγελοι γὰρ καὶ τὴν ἀνθρωπίνην αὐτοῦ γένεσιν διηκόνησαν· καὶ τὸ λεγόμενον παρὰ τοῦ Λουκᾶ μετὰ τὴν διακονίαν τῶν ἀγγέλων εἴρηται. Πῶς οὖν ὅλως κἂν εἰς ἐνθύμησιν ἐλθεῖν ἀνθρώπου δύναται; ἢ πῶς ἡ Σοφία ἐν σοφίᾳ προέκοπτεν; ἢ πῶς ὁ ἄλλοις χάριν διδοὺς (καθὼς ὁ Παῦλος, διὰ πάσης ἐπιστολῆς διʼ αὐτοῦ δίδοσθαι τὴν χάριν 2. Thess. iii. 18, etc. γινώσκων, φησὶν, ‘Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶνʼ), αὐτὸς ἐν χάριτι προέκοπτεν; ἢ γὰρ ψεύδεσθαι τὸν ἀπόστολον λεγέτωσαν, ἢ μηδὲ Σοφίαν εἶναι τὸν Υἱὸν λέγειν τολμάτωσαν. Ἢ εἰ Σοφία ἐστὶν, ὡς εἶπεν ὁ Σολομὼν, 1 Cor. i. 24. καὶ ὁ Παῦλος ἔγραψε, ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,’ ποίαν ἡ Σοφία προκοπὴν ἐπεδέχετο;