<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="48"><p>48. Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον
αὐτὸς οἷδε. Καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας, οἷδε, καθὰ
προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα· καὶ ὅμως εἰδὼς,
λέγει, ‘οὐδὲ ὁ Υἱὸς οἶδε.’ Τίνος μὲν οὖν χάριν τότε εἶπεν, ‘οὐκ
οἶδα,ʼ ἃ αὐτὸς, ὡς Δεσπότης, οἶδεν; Ὡς διερευνῶντα στοχάζεσθαι
χρὴ. τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο
πεποίηκε· (παράσχοι δὲ αὐτὸς τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας.)
Ἐν ἀμφοτέροις ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ Σωτήρ·
εἰ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μὴ, ὡς
εἶπεν αὐτὸς, ξενισθῶμεν, μηδὲ ‘θροηθῶμεν,’ γινομένων αὐτῶν, <note type="marginal">Matt. xxiv. 6.</note>
ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν· περὶ δὲ
τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν ὅτι ‘οἶδα·’
ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖπον,
εἶπεν ὅτι ‘οὐκ οἶδα·’ ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ
λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε τοὺς μαθητὰς, ἢ εἰρηκὼς, παρὰ
τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὃ γὰρ ἂν ποιῇ,
τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ διʼ ἡμᾶς ‘ὁ Λόγος
σὰρξ ἐγένετο.’ Διʼ ἡμᾶς τοίνυν εἶπε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς οἶδε·’
καὶ οὔτε ἐψεύσατο τοῦτο εἰρηκώς (ἀνθρωπίνως γὰρ εἶπεν, ὡς ἄνθρωπος,
‘οὐκ οἶδα’), οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι
εἰπεῖν· εἰρηκὼς γὰρ, ‘οὐκ οἶδα,ʼ ἔστησε κἀκείνων τὴν ἐρώτησιν.
Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ἡνίκα

<pb n="202"/>
<note type="marginal">Ps. xvii. (xviii.) 10.</note> ἐπέβη’ τοῖς ἀγγέλοις, ἀναβαίνων ὡς ἄνθρωπος, καὶ ἀναφέρων
εἰς τὸν οὐρανὸν ἣν ἐφόρει σάρκα· ὅτε καὶ οἱ μαθηταὶ τοῦτο
<note type="marginal">Acts i. 7.</note> βλέποντες, πάλιν ἠρώτων, ‘Πότε τὸ τέλος ἔσται, καὶ πότε σὺ
<note type="marginal"><del>Al. καὶ εἴπεν</del>.</note> παραγίνῃ;’ εἶπεν αὐτοῖς φανερώτερον, ‘Οὐχ ὑμῶν ἐστι γνῶναι
χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.’ Καὶ
οὐκ εἶπε τότε, ‘οὐδὲ ὁ Υἱὸς,’ ὥσπερ εἶπεν πρὸ τούτου ἀνθρωπίνως,
ἀλλʼ, ‘ὑμῶν οὐκ ἔστι γνῶναι Λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα,
<note type="marginal">Cp. c. 38; i. 42.</note> καὶ ἀποθεμένη τὴν νέκρωσιν, καὶ θεοποιηθεῖσα· καὶ οὐκέτι
ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς,
<note type="marginal">Acts i. 7, 8.</note> ἀλλὰ λοιπὸν θεϊκῶς διδάξαι, ὅτι ‘οὐχ ὑμῶν ἐστι γνῶναι
χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ
λήψεσθε δύναμιν.’ Τίς δὲ ἡ δύναμις τοῦ Πατρὸς ἢ ὁ Υἱός;
<note type="marginal">1 Cor. i. 24.</note> ‘Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία.’</p></div><div type="textpart" subtype="chapter" n="49"><p>49. Οἶδεν ἄρα ὁ Υἱὸς, Λόγος ὤν· τοῦτο γὰρ λέγων ἐσήμαινεν,
ὅτι ‘ἐγὼ οἶδα, ἀλλʼ οὐκ ἔστιν ὑμῖν γνῶναι· διʼ ὑμᾶς γὰρ καὶ ἐν
τῷ ὄρει καθήμενος σαρκικῶς εἶπον, “οὐδὲ ὁ Υἱὸς οἶδε,” διὰ τὸ
ὑμῶν καὶ πάντων συμφέρον· συμφέρει γὰρ ὑμίν καὶ περὶ τῶν
ἀγγέλων καὶ περὶ τοῦ Υἱοῦ οὕτως ἀκοῦσαι, διὰ τοὺς ἐσομένους
<note type="marginal">2 Cor. xi. 14.</note> μετὰ ταῦτα πλάνους, ἵνα, κἂν “ὡς ἄγγελοι μετασχηματίσωνται”
δαίμονες, καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν, μὴ
πιστεύσητε, ὡς ἀγνοούντων αὐτῶν. Ἂν δὲ καὶ ὁ Ἀντίχριστος
μεταποιήσας ἑαυτὸν λέγῃ, “Ἐγώ εἰμι ὁ Χριστὸς,” καὶ πειράσῃ
καὶ αὐτὸς περὶ τῆς ἡμέρας καὶ συντελείας λέγειν, πρὸς τὸ πλανῆσαι
τοὺς ἀκούοντας· ἔχοντες ὑμεῖς παῤ ἐμοῦ τὴν φωνὴν, ὅτι
“οὐδὲ ὁ Υἱὸς,” μηδὲ ἐκείνῳ πιστεύσητε.” Ἄλλως τε οὐδὲ εἰδέναι
πάλιν πότε τὸ τέλος, ἢ πότε τοῦ τέλους ἡ ἡμέρα, συμφέρει τοῖς
ἀνθρώποις, ἵνα μὴ, γνόντες, καταφρονηταὶ τοῦ μεταξὺ χρόνου
γένωνται, περιμένοντες τὰς ἐγγὺς τοῦ τέλους ἡμέρας· τότε γὰρ
μόνον ἑαυτῶν ἐπιμελεῖσθαι προφασίσονται. Διὰ τοῦτο καὶ τὸ
ἑκάστου τέλος τοῦ θανάτου σεσιώπηκεν, ἵνα μὴ, προφάσει τῆς
γνώσεως φυσιωθέντες, οἱ ἄνθρωποι ἀμελεῖν ἑαυτῶν τὸ πλεῖστον
ἄρξωνται τοῦ χρόνου. Ἀμφότερα δὴ οὖν, καὶ τὸ καθόλου τέλος,
καὶ τὸ ἑκάστου πέρας ἔκρυψεν ἀφʼ ἡμῶν ὁ Λόγος (καὶ γὰρ καὶ
ἐν τῷ καθόλου τὸ ἑκάστου τέλος ἐστὶ, καὶ ἐν τῷ ἑκάστου τέλει
τὸ καθόλου συνάγεται), ἵνα, ἀδήλου αὐτοῦ ὄντος καὶ ἀεὶ προσδοκωμένου,
καθʼ ἡμέραν ὡς καλούμενοι προκόπτωμεν, ‘τοῖς ἔμπροσθεν

<pb n="203"/>
ἐπεκτεινόμενοι, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι.’ Τίς γὰρ, <note type="marginal">Phil. iii. 13.</note>
γινώσκων μὲν τὴν ἡμέραν τοῦ τέλους, οὐχ ὑπερτίθεται, τὸν
μεταξὺ χρόνον· ἀγνοῶν δὲ, οὐ καθʼ ἡμέραν ἕτοιμος γίνεται;
Διὰ τοῦτο γὰρ ἐπὶ τούτοις ἐπέφερεν ὁ Σωτὴρ, λέγων· ‘Γρηγορεῖτε <note type="marginal">Cp. Matt. xxiv. 42, 44.</note>
οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν
ἔρχεται·’ καὶ, ‘ᾖ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται·’
διὰ τὸ συμφέρον ἄρα τὸ ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκε.
Καὶ γὰρ καὶ τοῦτο λέγων, βούλεται διὰ παντὸς ἡμᾶς ἑτοίμους
γενέσθαι· ‘Ὑμεῖς γὰρ,ʼ φησὶν, ‘οὐκ οἴδατε· ἐγὼ δὲ ὁ Κύριος
οἶδα πότε ἔρχομαι, κἂν οἱ Ἀρειανοί με μὴ προσδοκῶσι Λόγον
ὄντα τοῦ Πατρός.’</p></div></div></body></text></TEI>