<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2035.tlg132.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="46"><p>46. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον
πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ
τὴν ὥραν, λέγων, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ <note type="marginal">Matt. xxv. 13.</note>
τὴν ὥραν,’ ὁ πρὸ ὀλίγου λέγων, ‘οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,ʼ νῦν <note type="marginal">Mark xiii. 30.</note>
οὐκ εἶπεν, ὅτι ‘ἐγὼ οὐκ οἶδα,ʼ ἀλλʼ ὅτι ‘ὑμεῖς οὐκ οἴδατε.’
Οὔτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς
εἶπε τότε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς,ʼ σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ
ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ
μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ‘ὁ ἐρχόμενος, καὶ αὐτὸς κριτὴς, <note type="marginal">Matt. xi. 3.</note>
καὶ αὐτὸς ὁ νυμφίος, οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε
μέλλει λέγειν, ‘Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, <note type="marginal">Eph. v. 14.</note>
καὶ ἐπιφαύσει σοι ὁ Χριστός.’ Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος,
μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν
ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεικῶς δὲ, ἐν τῷ Πατρὶ ὢν
Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν ἐστιν ὃ ἀγνοεῖ. Οὕτως καὶ <note type="marginal">c. 37.</note>
περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι <note type="marginal">John. xi. 34.</note>
αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν·
μεῖζον δὲ τὸ εἰδέναι ποῦ ἦν ἡ ψυχὴ. τοῦ εἰδέναι ποῦ ἔκειτο τὸ
σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω
καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, <note type="marginal">Matt. xvi. 13.</note>

<pb n="200"/>
καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ
Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο,
<note type="marginal">Matt. xi. 27.</note> δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ γέγονεν ἡ ἀποκάλυψις· ‘οὐδεὶς
γὰρ ‘οἶδε τὸν Υἱὸν,’ φησὶν, ‘εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ
μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι᾿ Υἱοῦ
ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον
ὡς αὐτὸς ὁ πυνθανόμενος Κύριος, πρότερον ἀποκαλύψας
τῷ Πέτρῳ παρὰ τοῦ Πατρὸς, ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο,
ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ἃ
ἔμελλε λέγειν ὁ Πέτρος· οἶδεν ἄρα ὁ Υἱὸς, γινώσκων τὰ πάντα,
καὶ γινώσκων τὸν ἑαυτοῦ Πατέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε
τελειότερον ἄν τι γένοιτο.</p></div><div type="textpart" subtype="chapter" n="47"><p>47. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην
δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται
καὶ Χριστομάχοι. Ὁ ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς
<note type="marginal">2 Cor. xii. 2.</note> Κορινθίους ἐπιστολῇ γράφων φησὶν, ‘Οἶδα ἄνθρωπον ἐν
Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε
ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε,’ Τί τοίνυν φατέ;
οἶδεν ὁ ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, ‘οὐκ
οἶδα,ʼ ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες
<note type="marginal">Cp. ii. 43.</note> πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρανομίαν τῶν λεγόντων
μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας
τὸν Λόγον, μήτε ἃ ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν·
εἰ δὲ οἶδε λέγων, ‘οὐκ οἶδα· (εἶχε γὰρ ἐν ἑαυτῷ τὸν
Χριστὸν ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα·) πῶς οὐκ ἀληθῶς
ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκριτός ἐστιν αὐτῶν ἡ
καρδία; τὸν μὲν ἀπόστολον λέγοντα, ‘οὐκ οἶδα,ʼ λέγουσιν
εἰδέναι, τὸν δὲ Κύριον λέγοντα, ‘οὐκ οἶδαʼ λέγουσι μὴ εἰδέναι;
Εἰ γὰρ ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει,
‘οὐκ οἶδα·’ πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ,
‘οὐκ οἷδα;’ Ὁ μὲν οὖν ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ
Κυρίου οἶδεν ὃ πέπονθε· διὰ τοῦτο γὰρ καὶ φησὶν, ‘οἶδα ἄνθρωπον
ἐν Χριστῷ·’ εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος
ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἷδε καὶ
<note type="marginal">4 Kings (2K.) ii. 12, 15–18.</note> πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν
προφητῶν νομιζόντων τὸν Ἠλίαν ‘εἰς ἓν τῶν ὁρέων ὑπὸ τοῦ

<pb n="201"/>
Πνεύματος ἐῤῥίφθαι,ʼ αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρακεν.
ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων, σεσιώπηκε, καὶ
συνεχώρησεν ἀπελθεῖν. Ἆῤ οὖν, ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν;
ἐγίνωσκε μὲν οὖν· ἀλλʼ ὡς οὐκ εἰδὼς συνεχώρησεν,
ἵνʼ ἐκεῖνοι, πεισθέντες, μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως
Ἠλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος, αὐτὰς ὢν ὁ ἁρπαγεὶς,
οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἠλίας ἐγίνωσκε· καὶ εἰ
ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀνελήφθη. Λέγει δὲ ὅμως ὁ
Παῦλος, ‘οὐκ οἶδα,ʼ δύο τούτων χάριν, ὥς γε νομίζω· ἑνὸς μὲν,
ὡς αὐτὸς εἶπεν, ἵνα μὴ ‘διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων’ <note type="marginal">2 Cor. xii.  7, 6.</note>
ἕτερόν τις αὐτὸν ‘λογίσηται, ὑπὲρ ὃ βλέπει·’ ἑτέρου δὲ, ὅτι, τοῦ
Σωτῆρος εἰπόντος, ‘οὐκ οἶδα,ʼ ἔπρεπε καὶ αὐτὸν εἰπεῖν, ‘οὐκ
οἶδα,ʼ ἵνα μὴ φαίνηται ‘δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ <note type="marginal">Matt. x. 24.</note>
μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.ʼ</p></div></div></body></text></TEI>