40. Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως. Matt. iv. 10. Αὐτὸς μὲν γὰρ ἐπετίμα διʼ ἑαυτοῦ τῷ Σατανᾷ λέγων, ‘Ὕπαγε Luke x. 18, 19. ὀπίσω μου, Σατανᾶ·’ τοῖς δὲ μαθηταῖς ‘ἐδίδουʼ κατʼ αὐτοῦ ‘τὴν ἐξουσίαν,ʼ ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν, ‘Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐρανοῦʼ Ἀλλὰ καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ Ib. xiii. 16. ‘ἔδησεν ὁ Σατανᾶς,ʼ ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς ‘Ἀβραμιαίας Matt. ix. 5; Luke vii. 48. θυγαττὸς’ ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ παραλυτικῷ, John ix. 1 sq. καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· ‘Ἀφέωνταί σου αἱ ἁμαρτίαι.’ Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα, χαριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ Isa. ix 6. Alex. μέλλων ἕως λάβῃ, ἀλλʼ ‘ἐξουσιαστὴςʼ ὤν. Ὡς ἐκ τούτων δῆλον εἶναι ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ μετὰ τὴν ἀνάστασιν, ἀνθρωπίνως εἰληφέναι λέγει, ἵνα δι᾿ αὐτὸν 2 Pet. i. 4. οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς, ὡς ‘κοινωνοὶ γενόμενοι θείας φύσεως,’ λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς Rom. viii. 21. οὐρανοῖς, ὡς ‘ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς,ʼ αἰωνίως βασιλεύσωσι. Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς ὢν ὁ Λόγος. Λέγεται δὲ νῦν ἀνθρωπίνως ὅτι ἔλαβεν, ἵνα, τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον, ὅτι ‘λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ 2 Pet. i. 17; 1 Pet, iii. 22. ἀγγέλων,ʼ τοιοῦτον ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως, ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν ‘ἔλαβενʼ ἀνθρωπίνως Cp. c. 32. εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεότητα τοῦ Λόγου δείκνυσι. 41. Παύσασθε τοιγαροῦν, ὧ θεοστυγεῖς, καὶ μὴ ταπεινοῦτε τὸν Λόγον· μηδὲ παραιρεῖσθε τὴν θεότητα αὐτοῦ, ἥτις ἐστι τοῦ c. 4. Πατρὸς, ὡς δεομένου, ἢ ἀγνοοῦντος· ἵνα μὴ τὰ ἑαυτῶν ἐπιῤῥίπτητε τῷ Χριστῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰουδαῖοι. Οὐ γὰρ τοῦ Λόγου, ᾗ Λόγος ἐστὶ, ταῦτα τυγχάνει ὄντα, Cp. c. 56. ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος τὴν χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγίνετο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ Σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες, καὶ ὡς ἀλλότρια ταῦτα Θεοῦ τυγχάνει ὄντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ, Εἰ γὰρ καὶ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη· καὶ εἰ ἡ σάρξ θεοφορεῖται ἐν τῷ Λόγῳ, ἀλλʼ ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ Λόγου. Τὰ γοῦν ἔργα τοῦ Πατρὸς διὰ τῆς σαρκὸς ἐποίει· καὶ οὐδὲν ἧττον πάλιν τὰ πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ· οἷον ἐπυνθάνετο καὶ ἤγειρε Cp. c. 46. Λάζαρον· ἐπέπληττε τῇ μητρὶ, λέγων, ‘οὔπω ἥκει ἡ ὥρα μου,’ John ii. 4. καὶ εὐθὺς τὸ ὕδωρ οἷνον ἐποίει. Ἀληθινὸς γὰρ Θεὸς ἦν ἐν τῇ Cp. c. 53; i. 44. σαρκὶ, καὶ ἀληθὴς σὰρξ ἦν ἐν τῷ Λόγῳ. Διὰ τοῦτο ἐκ μὲν τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν Υἱόν τε τοῦ Θεοῦ, καὶ τὸν ἑαυτοῦ Πατέρα· ἐκ δὲ τῶν τῆς σαρκὸς παθῶν ἐδείκνυεν ὅτι ἀληθὲς ἐφόρει σῶμα, καὶ ἴδιον ἢν αὐτοῦ τοῦτο.