4."‘Ἒν’ γάρ εἰσιν, οὐχ ὡς ἑνὸς πάλιν εἰς δύο μέρη διαιρεθέντος, καὶ μηδὲν ὄντων πλὴν ἑνός· οὐδὲ ὡς τοῦ ἑνὸς δὶς ὀνομαζομένου, ὥστε τὸν αὐτὸν ἄλλοτε μὲν Πατέρα, ἄλλοτε δὲ Υἱὸν ἑαυτοῦ γίνεσθαι· τοῦτο γὰρ Σαβέλλιος φρονήσας, αἱρετικὸς Cp. iv. 2, 9, 17. c. 36. ἐκρίθη. Ἀλλὰ δύο μέν εἰσιν, ὅτι ὁ Πατὴρ Πατήρ ἐστι, καὶ οὐχ ὁ αὐτὸς Υἱός ἐστι· καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ οὐχ ὁ αὐτὸς Πατήρ ἐστι. Μία δὲ ἡ φύσις (οὐ γὰρ ἀνόμοιον τὸ γέννημα τοῦ γεννήσαντος· εἰκὼν γάρ ἐστιν αὐτοῦ,) καὶ πάντα τὰ Πατρὸς τοῦ Υἱοῦ ἐστι. Διὸ οὐδὲ ἄλλος Θεὸς ὁ Υἱός· οὐ γὰρ ἔξωθεν ἐπενοήθη· ἐπεὶ πάντως καὶ πολλοὶ, ξένης παρὰ τὴν τοῦ Πατρὸς ἐπινοουμένης θεότητος· εἰ γὰρ καὶ ἕτερόν ἐστιν ὡς γέννημα ὁ Υἱὸς, ἀλλὰ ταὐτόν ἐστιν ὡς Θεός· καὶ ‘ἕν’ εἰσιν αὐτὸς καὶ ὁ Πατὴρ τῇ ἰδιότητι καὶ οἰκειότητι τῆς φύσεως, καὶ τῇ ταὐτότητι τῆς μιᾶς θεότητος, ὥσπερ εἴρηται. Καὶ γὰρ καὶ τὸ ἀπαύγασμα φῶς ἐστιν, οὐ δεύτερον τοῦ ἡλίου, οὐδὲ ἕτερον φῶς, οὐδὲ κατὰ μετουσίαν αὐτοῦ, ἀλλʼ ὅλον ἴδιον αὐτοῦ γέννημα. Τὸ δὲ τοιοῦτον γέννημα ἐξ ἀνάγκης ἕν ἐστι φῶς· καὶ οὐκ ἄν τις εἴποι δύο φῶτα εἶναι ταῦτα, ἀλλὰ δύο μὲν ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ ἐξ ἡλίου φῶς ἐν τῷ ἀπαυγάσματι φωτίζον τὰ πανταχοῦ. Οὕτω καὶ ἡ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστιν· ὅθεν καὶ ἀδιαίρετός c. 20. ἐστι· καὶ οὕτως ‘εἶς Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν Mark xii. 32. αὐτοῦ.’ Οὕτω γοῦν ἓν αὐτῶν ὄντων, καὶ μιᾶς αὐτῆς οὔσης τῆς θεότητος, τὰ αὐτὰ λέγεται περὶ τοῦ Υἱοῦ, ὅσα λέγεται καὶ περὶ John i. 1. τοῦ Πατρὸς, χωρὶς τοῦ λέγεσθαι ‘Πατήρ·’ οἶον τὸ ‘Θεὸς,’ ‘καὶ Rev. i. 8. Θεὸς ἦν ὁ Λόγος·’ τὸ ‘Παντοκράτωρ,’ ‘Τάδε λέγει ὁ ἦν, καὶ ὁ 1 Cor. viii. 6. ὢν, καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ·’ τὸ ‘Κύριος,’ ‘εἷς Κύριος John viii. 12. Ἰησοῦς Χριστός·’ τὸ εἶναι ‘φῶς,’ ‘Ἐγώ εἰμι τὸ φῶς·’ τὸ Luke v. 24. ἐξαλείφειν ἁμαρτίας, ‘ἵνα δὲ,’ φησὶν, ‘εἰδῆτε, ὅτι ἔχει ἐξουσίαν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας·’ καὶ ὅσα John xvi. 15. ἄλλα ἂν εὕροις. ‘Πάνταʼ γὰρ, φησὶν αὐτὸς ὁ Υἱὸς, ‘ὅσα ἔχει Ib. xvii. 10. ὁ Πατὴρ, ἐμά ἐστι·’ καὶ πάλιν, ‘τὰ ἐμὰ σά ἐστιν.’ 5. ‘Ο δὲ ἀκούων τὰ τοῦ Πατρὸς λεγόμενα ἐφʼ Υἱοῦ ὄψεται καὶ οὕτω τὸν Πατέρα ‘ἐν τῷ Υἱῷ·’ θεωρήσει δὲ καὶ τὸν Υἱὸν ‘ἐν τῷ Πατρὶ,’ ὅταν τὰ λεγόμενα ἐφ᾿ Υἱοῦ ταῦτα λέγηται καὶ ἐπὶ Πατρός. Διὰ τί δὲ τὰ τοῦ Πατρὸς ἐφʼ Υἱλοῦ λέγεται, ἢ| ὅτι ἐξ αὐτοῦ γέννημά ἐστιν ὁ Υἱός; διὰ τί δὲ καὶ τὰ τοῦ Υἱοῦ ἴδιά ἐστι τοῦ Πατρὸς, ἢ ὅτι πάλιν τῆς οὐσίας αὐτοῦ ἴδιόν ἐστι γέννημα ὁ Υἱός; τῆς δὲ οὐσίας τοῦ Πατρὸς ἴδιον ὢν γέννημα ὁ Υἱὸς, εἰκότως καὶ τὰ τοῦ Πατρὸς λέγει ἑαυτοῦ εἶναι· Ib. x. 30. ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ μὲν λέγειν, ‘ἐγὼ καὶ ὁ Ib. 38. Πατὴρ ἕν ἐσμεν,’ ἐπήγαγεν, ‘ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, Ib. xiv. 9. καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ τούτῳ δὲ πάλιν προσείρηκεν· ‘ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·’ καὶ ἔστιν εἶς καὶ ὁ αὐτὸς νοῦς ἐν τοῖς τρισὶ τούτοις ῥητοῖς. Ὁ γὰρ οὕτως ἐγνωκὼς ὅτι ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, οἶδεν ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστι, καὶ αὐτὴ ἐν τῷ Υἱῷ ἐστι· καὶ ὁ τοῦτο δὲ καταλαβὼν πέπεισται ὅτι ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα· ἐν γὰρ τῷ Υἱῷ ἡ τοῦ Πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοεῖν δυνήσεται. Ἐν γὰρ τῇ εἰκόνι τὸ εἶδος καὶ ἡ μορφὴ τοῦ βασιλέως ἐστὶ, καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός Cp. i. 26. ἐστιν. Ἀπαράλλακτος γάρ ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης· ὥστε τὸν ἐνορῶντα τῇ εἰκόνι ὁρᾷν ἐν αὐτῇ τὸν βασιλέα, καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι, Ἐκ δὲ τοῦ μὴ διαλλάττειν τὴν ὁμοιότητα, τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βασιλέα εἴποι ἂν ἡ εἰκών· ‘Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν·’ ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ, κἀκεῖνος ἐν ἐμοί· καὶ ὃ ὁρᾷς ἐν ἐμοὶ, τοῦτο ἐν ἐκείνῳ βλέπεις· καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο βλέπεις ἐν ἐμοί.’ Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ καὶ τὴν βασιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών. Ἐπεὶ τοίνυν καὶ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς, ἐξ ἀνάγκης ἐστὶ νοεῖν, ὅτι ἡ θεότης καὶ ἡ ἰδιότης τοῦ Πατρὸς τὸ εἶναι τοῦ Υἱοῦ ἐστι. Καὶ τοῦτό ἐστιν, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,’ καὶ, ‘ὁ Πατὴρ ἐν Phil. ii. 6. John xiv. 10. ἐμο.’