38. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι Cp. ii. 8, 74. τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ Cp. i. 39. ἀνθρώπινον· μὴ γένοιτο· ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμβανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλʼ ἐπυνθάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα διʼ ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυτὸν τὸν διʼ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποσταλέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν Matt.  xxviii. 18. λέγῃ ὁ Σωτὴρ, ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘δόξασόν σου τὸν John xvii. 1. Cf 1 Pet. i. 21. Υἱὸν,ʼ λέγῃ τε ὁ Πέτρος, ‘ἐδόθη αὐτῷ ἐξουσία,ʼ τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπίνως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως, βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων Cp. i. 45, 50. δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, Cp. c. 33. ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ‘δόξασόν με,ʼ ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. Διὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλαβὼν Cp. c. 31. αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται. 39. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθʼ ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρήζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος (γέγονε γὰρ) ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρήζειν, καὶ τὸ ἀγνοεῖν, διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλλοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος Cp. c. 41; ii. 8. ἐστὶ, διʼ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖνος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀναστὰς, ποία τοῖς ἀνθρώποις Cp. ii. 41, 67. ἐστὶν ἐλπίς; μένουσι γὰρ, ὥσπερ ἧσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι, κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολογήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα, ἢ τὸ σῶμα βελτιωθὲν δι᾿ αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δʼ ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι φανερὸν ὅτι ταῦθʼ ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι᾿ ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδόμενα χαρίσματα διʼ αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖνοι. Δόξαν τοίνυν Luke x. 22. Matt. xxviii. 18. ᾐτεῖτο, καὶ ἔλεγε, ‘Πάντα μοι παρεδόθη·’ καὶ μετὰ τὴν ἀνάστασιν ‘ἐξουσίαν πᾶσάνʼ φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν John. i. 3. εἴπῃ, ‘πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· ‘πάντα γὰρ δι᾿ 1 Cor. viii. 6. αὐτοῦ ἐγένετο· καὶ ‘εἷς Κύριος ἦν, διʼ οὗ τὰ πάντα,’ καὶ δόξαν μὲν αἰτῶν, ‘Κύριος τῆς δόξηςʼ ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν, 1 Cor. ii. 8. John xvii. 5. ‘εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.’ Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων, ‘τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.ʼ