36. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος Cp. iv. 2. ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν Matt. xxviii. 18. εἶναι τὸν Πατέρα· διὰ τοῦτο τὸ ‘ἐδόθη μοι καὶ τὸ’ ἔλαβον,’ John x. 18. καὶ τὸ ‘παρεδόθη μοι,’ εἴρηκεν, ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ Matt. xi. 27. ἔστιν αὐτὸς ὁ Πατὴρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος Υἱός ἐστιν, ὁ διὰ μὲν τὴν ὁμοιότητα τοῦ Πατρὸς ἔχων ἀϊδίως ἅπερ ἔχει παῤ αὐτοῦ, διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν, ἐκ τοῦ Πατρὸς ἔχει ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ ‘ἐδόθη,ʼ καὶ τὸ ‘παρεδόθη,ʼ καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν θεότητα τοῦ Υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀληθῶς Υἱὸν, ἔξεστι καὶ ἀπʼ αὐτῶν τῶν ῥητῶν καταμαθεῖν. Εἰ γὰρ ‘πάνταʼ αὐτῷ παρεδόθη, πρῶτον Heb. i. 2. μὲν ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, ‘πάντων ὢν κληρονόμος,’ μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατʼ οὐσίαν τοῦ Πατρός. c. 15. Εἰ γὰρ εἶς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος· ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ Πατήρ. Νῦν δὲ, πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων καὶ μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ ‘ἐδόθη,ʼ καὶ ‘παρεδόθη,’ οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συνιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ αὐτὸς ὁ Σωτήρ· ‘ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως John. v. 26. καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.’ Ἐκ μὲν γὰρ τοῦ λέγειν, ‘δέδωκε,ʼ σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πατέρα· ἐν δὲ τῷ λέγειν, ‘οὕτως,ʼ δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα. Εἰ μὲν οὖν ἦν ποτε ὅτε οὐκ εἶχεν ὁ Πατὴρ, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν· ὡς γὰρ ὁ Πατὴρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν ὅτι ἀεὶ ἔχει ὁ Πατὴρ, πῶς οὐκ ἄτοπον, τοῦ Υἱοῦ λέγοντος ὅτι ὡς ὁ Πατὴρ ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέγειν μὴ οὕτως ἔχειν, ἀλλʼ ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρὸς ἔχει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι, ‘Πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπʼ ἐμαυτοῦ φωτίζω, ἀλλʼ ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, οὐ τό ποτε μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλʼ ὅτι ‘τοῦ φωτὸς ἴδιόν εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ Πατὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρὸς θεότης Cp. c. 3. ἐστί καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται. 37. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σωτῆρος, καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. Διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν (14.) τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζαρος John xi. 34. κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν πυνθάνεται, Matt. xvi. 13. Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἷναι;’ καὶ, ‘Πόσους ἔχετε Mark vi. 38. Matt. xx. 32. ἄρτους; καὶ, ‘Τί θέλετε ἵνα ποιήσω ὑμῖν;’ γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώμεθα κατὰ τοὺς Xριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νομίζουσιν ἀγνοεῖν αὐτόν; Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλʼ ἔξεστι τὸν εἰδότα καὶ ἐρωτᾷν περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, ‘Πόσους ἄρτους ἔχετε;ʼ οἶδε John. vi. 6. μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, ‘Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.’ εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. Ἀπὸ δὲ τούτου καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι ὅταν ἐρωτᾷ ὁ Κύριος, οὐκ ἀγνοῶν ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ σοφὸν ἐκβάλλεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν, ἀκουέτωσαν ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρηται. Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος, ὁ πυνθανόμενος ποῦ Λάζαρος Ib. xi. 14. κεῖται, αὐτὸς εἶπε μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, ‘Λάζαρος ἀπέθανε,, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατʼ αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθητῶν προγινώσκων, Ib. ii. 25. καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, καὶ ‘τί ἐστιν ἐν τῷ ἀνθρώπῳ·’ καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν Ib. xiv. 10. Πατέρα, καὶ λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ 38. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι Cp. ii. 8, 74. τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ Cp. i. 39. ἀνθρώπινον· μὴ γένοιτο· ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμβανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλʼ ἐπυνθάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα διʼ ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυτὸν τὸν διʼ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποσταλέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν Matt.  xxviii. 18. λέγῃ ὁ Σωτὴρ, ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘δόξασόν σου τὸν John xvii. 1. Cf 1 Pet. i. 21. Υἱὸν,ʼ λέγῃ τε ὁ Πέτρος, ‘ἐδόθη αὐτῷ ἐξουσία,ʼ τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπίνως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως, βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων Cp. i. 45, 50. δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, Cp. c. 33. ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ‘δόξασόν με,ʼ ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. Διὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλαβὼν Cp. c. 31. αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται. 39. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθʼ ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρήζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος (γέγονε γὰρ) ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρήζειν, καὶ τὸ ἀγνοεῖν, διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλλοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος Cp. c. 41; ii. 8. ἐστὶ, διʼ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖνος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀναστὰς, ποία τοῖς ἀνθρώποις Cp. ii. 41, 67. ἐστὶν ἐλπίς; μένουσι γὰρ, ὥσπερ ἧσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι, κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολογήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα, ἢ τὸ σῶμα βελτιωθὲν δι᾿ αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δʼ ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι φανερὸν ὅτι ταῦθʼ ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι᾿ ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδόμενα χαρίσματα διʼ αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖνοι. Δόξαν τοίνυν Luke x. 22. Matt. xxviii. 18. ᾐτεῖτο, καὶ ἔλεγε, ‘Πάντα μοι παρεδόθη·’ καὶ μετὰ τὴν ἀνάστασιν ‘ἐξουσίαν πᾶσάνʼ φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν John. i. 3. εἴπῃ, ‘πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· ‘πάντα γὰρ δι᾿ 1 Cor. viii. 6. αὐτοῦ ἐγένετο· καὶ ‘εἷς Κύριος ἦν, διʼ οὗ τὰ πάντα,’ καὶ δόξαν μὲν αἰτῶν, ‘Κύριος τῆς δόξηςʼ ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν, 1 Cor. ii. 8. John xvii. 5. ‘εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.’ Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων, ‘τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.ʼ 40. Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως. Matt. iv. 10. Αὐτὸς μὲν γὰρ ἐπετίμα διʼ ἑαυτοῦ τῷ Σατανᾷ λέγων, ‘Ὕπαγε Luke x. 18, 19. ὀπίσω μου, Σατανᾶ·’ τοῖς δὲ μαθηταῖς ‘ἐδίδουʼ κατʼ αὐτοῦ ‘τὴν ἐξουσίαν,ʼ ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν, ‘Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐρανοῦʼ Ἀλλὰ καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ Ib. xiii. 16. ‘ἔδησεν ὁ Σατανᾶς,ʼ ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς ‘Ἀβραμιαίας Matt. ix. 5; Luke vii. 48. θυγαττὸς’ ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ παραλυτικῷ, John ix. 1 sq. καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· ‘Ἀφέωνταί σου αἱ ἁμαρτίαι.’ Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα, χαριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ Isa. ix 6. Alex. μέλλων ἕως λάβῃ, ἀλλʼ ‘ἐξουσιαστὴςʼ ὤν. Ὡς ἐκ τούτων δῆλον εἶναι ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ μετὰ τὴν ἀνάστασιν, ἀνθρωπίνως εἰληφέναι λέγει, ἵνα δι᾿ αὐτὸν 2 Pet. i. 4. οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς, ὡς ‘κοινωνοὶ γενόμενοι θείας φύσεως,’ λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς Rom. viii. 21. οὐρανοῖς, ὡς ‘ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς,ʼ αἰωνίως βασιλεύσωσι. Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς ὢν ὁ Λόγος. Λέγεται δὲ νῦν ἀνθρωπίνως ὅτι ἔλαβεν, ἵνα, τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον, ὅτι ‘λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ 2 Pet. i. 17; 1 Pet, iii. 22. ἀγγέλων,ʼ τοιοῦτον ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως, ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν ‘ἔλαβενʼ ἀνθρωπίνως Cp. c. 32. εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεότητα τοῦ Λόγου δείκνυσι.